53
ἐλύπησε, καὶ πολλά με ἠδίκησε. Βούλει αὐτὸν ἀμύνασθαι; μὴ ἀνταποδῷς· ἔασον ἀτιμώρητον. Ἆρα μέχρι τούτου; Οὐδαμῶς. Ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε, καὶ εἰς ἀλλήλους, καὶ εἰς πάντας. Αὕτη μείζων ἡ φιλοσοφία, μὴ μόνον κακοῖς μὴ ἀμύνεσθαι τὰ κακὰ, ἀλλὰ ἀγαθοῖς· αὕτη γάρ ἐστιν ὄντως ἄμυνα κἀκείνῳ βλάβην ἔχουσα, καὶ ὠφέλειάν σοι· μᾶλλον δὲ κἀκείνῳ πολλὴν τὴν ὠφέλειαν, ἐὰν θέλῃ. Καὶ ἵνα μὴ νομίσῃς ὅτι περὶ τῶν πιστῶν μόνων τοῦτο εἴρηται, διὰ τοῦτο εἶπε· Καὶ εἰς ἀλλήλους, καὶ εἰς πάντας. Πάντοτε χαίρετε. Τοῦτο περὶ τῶν πειρασμῶν τῶν θλῖψιν ἐμποιούντων. Ἀκούετε, ὅσοι πενίᾳ περιπεπτώκατε, ὅσοι λυπηροῖς πράγμασιν· ἀπὸ τούτων γὰρ χαρὰ τίκτεται. Ὅταν γὰρ τοιαύτην ἔχωμεν ψυχὴν, ὥστε μηδένα ἀμύνεσθαι, ἀλλὰ πάντας εὐεργετεῖν, πόθεν, εἰπέ μοι, τὸ τῆς λύπης κέντρον παρεισελθεῖν δυνήσεται; Ὁ γὰρ οὕτω χαίρων τῷ παθεῖν κακῶς, ὡς καὶ εὐεργεσίαις ἀμύνεσθαι τὸν πεποιηκότα κακῶς, πόθεν δυνήσεται ἀνιαθῆναι λοιπόν; Καὶ πῶς οἷόν τε τοῦτο, φησίν; Ἂν ἐθέλωμεν, δυνατόν. Εἶτα καὶ τὴν ὁδὸν ἔδειξεν· Ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα Θεοῦ. Τὸ ἀεὶ εὐχαριστεῖν, τοῦτο φιλοσόφου ψυχῆς. Ἔπαθές τι κακόν; Ἀλλ' ἐὰν θέλῃς, οὐκ ἔστι κακόν· εὐχαρίστησον τῷ Θεῷ, καὶ μετεβλήθη τὸ κακὸν εἰς ἀγαθόν· εἰπὲ καὶ σὺ ὡς Ἰώβ· Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Τί γὰρ, εἰπέ μοι, τοιοῦτον πέπονθας; νόσος ἐπέπεσεν; ἀλλ' οὐδὲν ξένον· θνητὸν γὰρ ἡμῖν τὸ σῶμα καὶ παθητόν. Ἀλλὰ πενία συνήντησε χρημάτων; ἀλλὰ καὶ ταῦτα κτητὰ καὶ ἀπόκτητα, καὶ ἐνταῦθα μένοντα. Ἀλλ' ἐπιβουλαὶ καὶ συκοφαντίαι παρ' ἐχθρῶν; ἀλλ' οὐχ ἡμεῖς ἠδικήμεθα ἐν τούτοις, ἀλλ' ἐκεῖνοι οἱ πεποιηκότες· Ψυχὴ γὰρ, φησὶν, ἡ ἁμαρτάνουσα, αὐτὴ καὶ ἀποθανεῖται. Ἥμαρτε δὲ οὐχ ὁ παθὼν κακῶς, ἀλλ' ὁ ποιήσας κακῶς. Οὐ τοίνυν τὸν ἀποθανόντα ἀμύνεσθαι χρὴ, ἀλλ' εὔχεσθαι ὑπὲρ αὐτοῦ, ὥστε αὐτὸν ἐξελέσθαι τοῦ θανάτου. Οὐχ ὁρᾶτε τὴν μέλισσαν, ὅτι πλήττουσα ἐπαποθνήσκει τῷ κέντρῳ; ∆ι' ἐκείνου τοῦ ζώου παιδεύει ἡμᾶς ὁ Θεὸς μὴ λυπεῖν τοὺς πλησίον· αὐτοὶ 62.458 γὰρ τὸν θάνατον δεχόμεθα πρότεροι. Ἐκείνους μὲν γὰρ πλήττοντες ἴσως πρὸς μικρὸν ἐλυπήσαμεν· αὐτοὶ δὲ οὐκέτι ζησόμεθα, καθάπερ οὐδὲ ἐκεῖνο τὸ ζῶον. Καίτοι γε ἐπαινεῖ αὐτὸ ἡ Γραφὴ λέγουσα· Ὡς ἐργάτις ἐστίν· ἧς τὴν ἐργασίαν βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγίειαν προσφέρονται· ἀλλ' οὐδὲν αὐτῆς προΐσταται εἰς τὸ μὴ ἀποθανεῖν, ἀλλὰ δεῖ πάντως ἀπολέσθαι. Εἰ δὲ ἐκείνην οὐκ ἐξαιρεῖται ἡ λοιπὴ πλεονεξία ποιοῦσαν κακῶς, πολλῷ μᾶλλον ἡμᾶς. γʹ. Θηρίων γὰρ ὄντως χαλεπωτάτων, τὸ, μηδενός σε ἀδικοῦντος, ἄρχειν ἀδικίας· μᾶλλον δὲ οὐδὲ θηρίων. Ἐκεῖνα γὰρ ἂν ἀφῇς ἐπὶ τῆς ἐρήμου νέμεσθαι, καὶ μὴ στενοχωρήσας εἰς ἀνάγκην καταστήσῃς, οὐδέποτε λυμανεῖται, οὔτε προσελεύσεται, οὔτε δήξεται, ἀλλ' ἀπελεύσεται τὴν οἰκείαν ὁδόν· σὺ δὲ ἄνθρωπος ὢν λογικὸς, τετιμημένος ἀρχῇ τοσαύτῃ καὶ τιμῇ καὶ δόξῃ, οὐδὲ τὰ θηρία μιμῇ περὶ τοὺς ὁμοφύλους, ἀλλὰ τὸν ἀδελφὸν ἀδικεῖς καὶ κατεσθίεις; Καὶ πόθεν ἀπολογήσασθαι δυνήσῃ; οὐκ ἀκούεις Παύλου λέγοντος· ∆ιὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; ἀλλ' αὐτοὶ ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ ταῦτα ἀδελφούς. Ὁρᾷς, ὅτι τὸ κακῶς παθεῖν ἐν τῷ κακῶς ποιῆσαί ἐστι, τὸ δὲ εὖ παθεῖν ἐν τῷ κακῶς παθεῖν; Εἰπὲ γάρ μοι· εἴ τις λοιδοροῖτο τοῖς ἄρχουσιν, εἴ τις ὑβρίζοι τοὺς κρατοῦντας, τίνα ἀδικεῖ; ἑαυτὸν, ἢ ἐκείνους; ∆ῆλον ὅτι ἑαυτόν. Εἶτα ἄρχοντα μὲν ὁ ὑβρίζων, οὐκ ἐκεῖνον ὑβρίζει, ἀλλ' ἑαυτὸν, ὁ δὲ ἄνθρωπον ὑβρίζων, δι' ἐκείνου τὸν Χριστὸν οὐχ ὑβρίζει· Οὐδαμῶς, φησί. Τί λέγεις; ὁ δὲ τὰς βασιλέως εἰκόνας λιθάζων, τίνα λιθάζει; οὐχ ἑαυτόν; Εἶτα εἰ ὁ εἰκόνα μὲν βασιλέως ἐπιγείου λιθάζων, ἑαυτὸν καταλεύει, τοῦ δὲ Χριστοῦ τὴν εἰκόνα ὁ ὑβρίζων (ἄνθρωπος γὰρ εἰκὼν Θεοῦ), οὐχ ἑαυτὸν ἀδικεῖ; Μέχρι πότε χρημάτων ἐρῶμεν;