1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

54

Ἐπειδὴ γὰρ, ὡς εἴρηται πολλάκις, κοινῇ παρὰ τῆς ἁγίας Τριάδος πᾶσα ἡμῖν σωτηρία δεδώρηται, ὁ μὲν Πατὴρ εἰς υἱοθεσίαν ἐκάλεσεν· ὁ δὲ μονογενὴς, καὶ ἀληθινὸς, καὶ γνήσιος Υἱὸς ἀδελφοὺς προσηγόρευσεν· ἐπέτρεψεν δὲ ἐπικαλεῖσθαι ἑαυτῶν Πατέρα τὸν Θεόν· τὸ δὲ ἅγιον Πνεῦμα ἐνῴκησεν, ἐνήχησεν, ἐδίδαξεν, εἰρηκὸς, Ἀββά. «Αὐτὸς, φησὶν, διδάξει ὑμᾶς,» καὶ, «Ὁδηγήσει εἰς πᾶσαν ἀλήθειαν.» Προσέτι δὲ καὶ ἀνεγέννησεν, καὶ ἠλευθέρωσεν ἀπὸ ἁμαρτίας καὶ θανάτου, καὶ ἡγίασεν, καὶ υἱοὺς κατ' οἰκείαν ἀγαθότητα ἀνέδειξεν τοῦ Θεοῦ. Τοιγαροῦν πρινὴ παρ' αὐτοῦ ἀναγεννηθῆναι διὰ τοῦ φωτίσματος, οὐδὲ λέγειν ἁρμόττει· «Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς.» Πρὸς δὲ τούτοις κράζει ἐν ταῖς καρδίαις 39.981 ἡμῶν, «Ἀββὰ» τὰς κωφὰς αἱρετικῶν ἀκοὰς διδάσκον, ὅτι αὐτός ἐστιν ὁ ἐνοικῶν τοῖς πιστοῖ. Θεὸς κατὰ τὸ, «Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω· καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός·» κατὰ τὸν Ἀπόστολον γράφοντα· «Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν,» Αἱρετικοὶ δὲ τὸ. «Ὅσοι Πνεύματι Θεοῦ ἄγονται, οὗτοι υἱοὶ Θεοῦ εἰσιν,» καὶ ὅσα τοιαῦτα, περὶ τοῦ ἰδίου ἡμῶν πνεύματος οὐ περὶ τοῦ ἁγίου Πνεύματος εἰρῆσθαι βιάζονται. Κρίνει δὲ αὐτὸ ἡ ἐπαγωγὴ, ἔχουσα· «Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβετε Πνεῦμα υἱοθεσίας.» Πάντως γὰρ ἔχοντες ἤδη τὸ ἴδιον ἡμῶν πνεῦμα, προσελάβομεν τὸ τῆς υἱοθεσίας ἅγιον Πνεῦμα.

ΚΕΦ. Μʹ Ἐθελεχθρῶς καὶ φιλαπεχθημόνως ἔχοντες πρὸς τὸ ἅγιον Πνεῦμα,

κακοφρόνως ἐκλαμβάνουσιν καὶ τὸ παρ' Ἰωάννῃ παρὰ τοῦ Σωτῆρος λεχθὲν περὶ αὐτοῦ· «Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν.» Οὐ γὰρ θέμις, ὡς τὰ ἀνθρώπινα, οὕτω καὶ τὰ τοῦ Θεοῦ νοεῖν, οὐδὲ τῇ ὁμοιότητι τῶν καθ' ἡμᾶς λέξεων καὶ ἐννοιῶν τὸ θεῖον ἐνυβρίζειν, τὸ μηδαμῶς ἡμῖν προσεοικός. ∆οξάσει οὖν, φησὶν, καθὸ τὰ αὐτὰ ὑμᾶς διδάξει, ἅπερ ἐγώ· ἐγὼ δὲ, ἅπερ ἤκουσεν ὁ Πατήρ· καὶ καθὸ ἀπὸ τῆς αὐτοῦ ἀφάτου μεγαλειότητος ἐπιδείξει καὶ τῆς ἐμῆς θεότητος τὸ ἀμέγεθες· καὶ οὐ τούτῳ μόνῳ τῷ τρόπῳ, ἀλλὰ καὶ καθὸ γέγραπται· «Υἱὸς δοξάζει Πατέρα·» καὶ, «∆όξα ἡλίου τὸ φῶς·» καὶ ὡς εἶπον· «∆όξασόν με, Πάτερ·» καὶ ἀπεκρίθη μοι· «Ἐδόξασά σε, καὶ πάλιν δοξάσω.» Οὐ γὰρ ὑμνεῖ ὡς ἡ κτίσις· ἐπειδὴ τῇ θεότητι καὶ τῇ τιμῇ ἀλλήλων μὴ ἀφεστᾶσιν· οὐδὲ λαμβάνον ἀναγγέλλει τὸ οἰκονομοῦν ἡμῖν ἀφ' ἑαυτοῦ καθαρῶς ἀεὶ τὰ θεϊκὰ χαρίσματα, καὶ μὴ διωρισμένον τῇ φύσει τοῦ Πατρός. Ὥσπερ γὰρ ὁ διδοὺς Υἱὸς οὐδενὸς στερεῖται, οὐδὲ κενοῦται· οὕτω τὸ ἅγιον Πνεῦμα οὐ λαμβάνει, ὃ μὴ ἔχει, οὐδὲ ἀκοῦον λαλεῖ, τὸ μόνον εἰδὸς, κατὰ Παῦλον, τὰ τοῦ Θεοῦ· ἐνίησι δὲ μᾶλλον αὐτὸ σοφίαν καὶ σύνεσιν, ἐξ ἐμφύτων θείων κινημάτων, τοῖς ἐπαξίοις τοῦ δέχεσθαι· οὐδὲ παρ' ἑτέρου διδάσκεται, τὸ σοφίαν καὶ γνῶσιν προφητείας τοῖς ἀκεραίοις ἐπιπνέον· ὑπὲρ 39.984 γνῶσιν γὰρ ἡ θεότης αὐτοῦ εὑρίσκεται· καταχρηστικῶς γὰρ οὕτω τὰ τοιαῦτα περὶ τῆς ἀῤῥήτου Τριάδος εἴρηται. Τοιγαροῦν καὶ περὶ ἑαυτοῦ ὁ Σωτὴρ ἔφη· «Καθὼς ἀκούω, κρίνω·» καὶ Ἰωάννης περὶ αὐτοῦ· «Ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν, ὅτι ὁ Θεὸς ἀληθής ἐστιν· ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς, τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ·» ὅ ἐστι, συναινεῖ. ∆οξάζεται δὲ καὶ τὸ ἅγιον Πνεῦμα διά τε τῆς πρὸς τὸν Πατέρα καὶ τὸν Υἱὸν περὶ ὅλα κοινωνίας, καὶ δι' ὧν ὁ Υἱὸς περὶ αὐτοῦ ἀπειλεῖ, ὅτι «Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ εἰς τὸ Πνεῦμα βλασφημία οὐκ ἀφεθήσεται.

ΚΕΦ. ΜΑʹ. Καὶ Μοντανιστῶν ἡ πλάνη ἐν τούτοις· Αʹ. Πρῶτον, ὅτι

ἀπομαντεύονται ἓν πρόσωπον εἶναι τῶν τριῶν θείων ὑποστάσεων· Μοντανὸς γὰρ, φησὶν, εἶπεν· «Ἐγώ εἰμι ὁ Πατὴρ, καὶ ὁ Υἱὸς, καὶ ὁ Παράκλητος.» Καὶ πρὸς σύστασιν