1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

54

84 Ὅτι εἰκότως τῶν αὐτῶν κατορθωμάτων οὐχ ὁ αὐτὸς κεῖται μισθὸς ἡμῖν καὶ τοῖς ἐν τῇ παλαιᾷ. Τί δήποτε οὖν τῶν αὐτῶν κατορθωμάτων οὐχ ὁ αὐτὸς κεῖται μισθὸς ἡμῖν καὶ τοῖς ἐν τῇ παλαιᾷ, ἀλλὰ μείζονα ἐπιδείκνυσθαι δεῖ τὴν ἀρετὴν εἰ μέλλοιμεν τῶν αὐτῶν ἐκείνοις τυγχάνειν; Ὅτι πολλὴ ἡ τοῦ πνεύματος χάρις ἐκκέχυται νῦν καὶ μεγάλη τῆς τοῦ Χριστοῦ παρουσίας ἡ δωρεά· ἄνδρας γὰρ αὕτη τελείους ἀντὶ νηπίων ἐποίησεν. Ὥσπερ οὖν ἡμεῖς τοὺς παῖδας τοὺς ἡμετέρους ὅταν ἡβήσωσι, πολλῷ μείζονα ἀπαιτοῦμεν τὰ κατορθώματα καὶ ἃ ποιοῦντας πρότερον ἐπῃνοῦμεν κατὰ τὴν πρώτην ἡλικίαν, ταῦτα γενομένους ἄνδρας καὶ κατορθοῦντας οὐκέτι ὁμοίως θαυμάζομεν, ἀλλ' ἕτερα πόλλῳ μείζονα ἐκείνῳ κελεύομεν ἐπιδείκνυσθαι, οὕτω καὶ τὴν ἀνθρωπίνην φύσιν ὁ Θεὸς ἐν τοῖς πρώτοις χρόνοις οὐ μεγάλα ἀπῄτει τὰ κατορθώματα, ἅτε νηπιωδέστερον διακειμένην. Ἐπειδὴ δὲ προφητῶν ἤκουσεν, ἀποστόλων, καὶ τῆς τοῦ πνεύματος ἐπέτυχε χάριτος, ἐπέτεινεν αὐτῇ τῶν κατορθωμάτων τὸ μέγεθος-εἰκότως. Καὶ γὰρ μισθοὺς μείζονας ἔθηκε καὶ τὰ ἔπαθλα πολλῷ λαμπρότερα νῦν. Οὐκέτι γὰρ γῆ καὶ τὰ ἐπὶ τῆς γῆς ἀλλ' οὐρανὸς καὶ τὰ νοῦν ὑπερβαίνοντα ἀγαθὰ τοῖς κατορθοῦσιν ἀπόκειται. Πῶς οὖν οὐκ ἄτοπον ἐπὶ τῆς αὐτῆς ἔτι μένειν σμικρότητος ἀνδρωθέντας; Τότε μὲν γὰρ ἡ ἀνθρωπίνη καθ' ἑαυτῆς ἔσχιστο φύσις καὶ πόλεμος ἄσπονδος ἦν. Καὶ τοῦτον ὁ Παῦλος διηγούμενος οὑτωσί πώς φησιν· «Βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου.» Ἀλλὰ νῦν οὐκ ἔστι ταῦτα. «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ Θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί.» Καὶ περὶ τούτων εὐχαριστῶν ὁ Παῦλος ἔλεγε· «Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Εὐχαριστῶ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ.» ∆ιὰ τοῦτο κολαζόμεθα εἰκότως ὅτι τῶν συμπεποδισμένων ἴσα τρέχειν οὐ βουλόμεθα οἱ λελυμένοι, μᾶλλον δὲ κἂν ἴσα δυνηθῶμεν οὐδὲ οὕτως ἀπηλλάγμεθα τῆς κολάσεως. Τοὺς γὰρ βαθείας ἀπολαύοντας εἰρήνης τῶν σφόδρα βαρυνομένων πολέμῳ πολλῷ μείζονα δεῖ καὶ λαμπρότερα ἱστᾶν τὰ τρόπαια. Εἰ δὲ μέλλοιμεν περὶ χρήματα καὶ τρυφὴν καὶ γυναῖκας καὶ πραγμάτων ἐπιμέλειαν στρέφεσθαι, πότε ἄνδρες ἐσόμεθα, πότε πνεύματι ζήσομεν, πότε τὰ τοῦ κυρίου μεριμνήσομεν; Ὅταν ἀποδημήσωμεν ἐντεῦθεν; Ἀλλ' οὐκέτι πόνων οὐδὲ ἀγώνων ὁ καιρὸς ἀλλὰ στεφάνων καὶ κολάσεων. Τότε κἂν παρθένος ᾖ τις οὐκ ἔχουσα ἔλαιον ἐν ταῖς λαμπάσιν, οὐ δυνήσεται παρ' ἑτέρων λαβεῖν, ἀλλ' ἔξω μενεῖ· κἂν ῥυπαρά τις ἱμάτια ἐνδεδυμένος παραγένηται, οὐ δυνήσεται ἐξελθὼν ἀμεῖψαι τὴν στολήν, ἀλλ' εἰς τὸ τῆς γεέννης ἀπαχθήσεται πῦρ· κἂν αὐτὸν παρακαλῇ τὸν Ἀβραάμ, οὐδὲν αὐτῷ πλέον ἔσται λοιπόν. Τῆς γὰρ κυρίας παραγενομένης καὶ τοῦ βήματος προτεθέντος καὶ τοῦ δικαστοῦ καθίσαντος, καὶ τοῦ ποταμοῦ συρομένου τῆς φλογὸς καὶ τῆς ἐξετάσεως γινομένης τῶν πεπραγμένων ἡμῖν, οὐκέτι λοιπὸν ἀποδύσασθαι τὰ πλημμελήματα συγχωρούμεθα, ἀλλ' ἐπὶ τὴν ὀφειλομένην ἀπὸ τούτων δίκην καὶ ἑκόντες καὶ ἄκοντες ἑλκόμεθα, οὐ μόνον οὐδενὸς ἡμᾶς ἐξιλάσασθαι δυναμένου τότε, ἀλλὰ κἂν τύχῃ τὴν αὐτὴν τοῖς μεγάλοις καὶ θαυμαστοῖς ἀνδράσι παρρησίαν ἔχων τις, κἂν Νῶε κἂν Ἰὼβ κἂν ∆ανιὴλ κἂν ὑπὲρ παίδων δέηται καὶ θυγατέρων, οὐδὲν ἔσται πλέον. Ἀλλ' ἀνάγκη λοιπὸν ἀθάνατα κολάζεσθαι τοὺς ἡμαρτηκότας ὥσπερ οὖν καὶ τιμᾶσθαι τοὺς κατωρθωκότας. Ὅτι γὰρ οὔτε τούτων οὔτε ἐκείνων τέλος ἔσται ὁ Χριστὸς ἀπεφήνατο, ὥσπερ τὴν ζωὴν αἰώνιον οὕτω καὶ τὴν κόλασιν αἰώνιον εἶναι λέγων. Ὅτε γὰρ τοὺς μὲν ἐκ δεξιῶν ἀπεδέξατο, τοὺς δὲ ἐξ εὐωνύμων κατεδίκασεν, ἐπήγαγε λέγων· «Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.» ∆ιὸ χρὴ πάντα ἐνταῦθα πραγματεύεσθαι καὶ τὸν ἔχοντα γυναῖκα ὡς μὴ ἔχοντα εἶναι καὶ τὸν ὄντως οὐκ