1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

54

οὐ παύσομαι γὰρ αὐτῶν καταβοῶν· ταῦτα γὰρ πάντων αἴτια τῶν κακῶν. Μέχρι τίνος οὐ λαμβάνομεν κόρον τῆς ἀπλήστου ταύτης ἐπιθυμίας; τί ἔχει καλὸν τὸ χρυσίον; Ἐκπέπληγμαι ἐπὶ τῷ πράγματι· ὄντως γοητεία τίς ἐστι τὸ πρᾶγμα, χρυσὸν καὶ ἄργυρον τοσούτου τιμᾶσθαι παρ' ἡμῖν. Τῶν μὲν οὖν ψυχῶν ἡμῶν οὐδεὶς ἡμῖν λόγος, ἀψύχων δὲ εἰκόνων πολλὴ ἡ θεραπεία. Πόθεν ἐπεισῆλθε τὸ νόσημα τοῦτο οἰκουμένῃ; τίς ἐξολοθρεῦσαι αὐτὸ δυνήσεται; ποῖος ἐκκόψαι λόγος τὸ χαλεπὸν τοῦτο θηρίον, καὶ πανωλεθρίᾳ διαφθεῖραι; Ἐνέσπαρται ταῖς τῶν ἀνθρώπων διανοίαις ἡ ἐπιθυμία, καὶ τῶν δοκούντων εἶναι ἐν εὐλαβείᾳ. Αἰσχυνώμεθα ἐπὶ τοῖς εὐαγγελικοῖς παραγγέλμασι· ῥήματα κεῖται ἐν τῇ Γραφῇ μόνον, ἐπὶ δὲ τῶν ἔργων οὐδαμοῦ δείκνυνται. Ἀλλὰ τίς ὁ εὐπρόσωπος τῶν πολλῶν λόγος; Παιδία ἔχω, φησὶ, καὶ αὐτὸς δέδοικα μήποτε εἰς ἀνάγκην καταστῶ λιμοῦ καὶ ἐνδείας, μήποτε ἑτέρων δεηθῶ· αἰσχύνομαι ἐπαιτεῖν. ∆ιὰ τοῦτο οὖν ἄλλους ποιεῖς ἐπαιτεῖν; Οὐ δύναμαι, φησὶ, πεινῇν. ∆ιὰ τοῦτο οὖν ἑτέρους περιβάλλεις λιμῷ· οἶδας ὅσον δεινὸν τὸ ἐπαιτεῖν; ὅσον τῷ λιμῷ φθείρεσθαι; φεῖσαι καὶ τῶν ἀδελφῶν τῶν σῶν. Αἰσχύνῃ πεινῇν, εἰπέ μοι, ἁρπάζειν δὲ οὐκ αἰσχύνῃ; δέδοικας λιμῷ φθείρεσθαι, ἑτέρους δὲ φθείρειν οὐ δέδοικας; Καίτοι τὸ μὲν πεινῇν οὐδὲ αἰσχύνην ἔχει, οὐδὲ ἔγκλημα· τὸ δὲ ἑτέρους περιβάλλειν 62.459 τούτοις, οὐκ αἰσχύνην μόνον, ἀλλὰ καὶ κόλασιν ἐπιφέρει τὴν ἐσχάτην. Σκῆψις πάντα ταῦτα καὶ λόγοι καὶ φλυαρίαι. Ὅτι γὰρ οὐ παίδων ἕνεκεν ταῦτα ποιεῖτε μαρτυροῦσιν ὅσοι παῖδας μὲν οὐκ ἔχουσιν οὐδὲ ἕξουσι, κόπτονται δὲ οὕτω καὶ ταλαιπωροῦσι, καὶ πλοῦτον περιβάλλονται, ὅσον ἂν εἰ μυρίοις εἶχον καταλεῖψαι παισίν. Οὐκ ἔστι παίδων φροντὶς ἡ ποιοῦσα χρηματιστικὸν, ἀλλὰ ψυχῆς νόσος. ∆ιὰ ταύτην καὶ οὐκ ἔχοντες παῖδας πολλοὶ μαίνονται διὰ τὰ χρήματα· ἕτεροι δὲ ἐν πολυπαιδίᾳ ζῶντες, καὶ τῶν ὄντων καταφρονοῦσιν· ἐκεῖνοί σου κατηγορήσουσιν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Εἰ γὰρ ἡ τῶν παίδων ἀνάγκη πρὸς τὴν τῶν χρημάτων ἐβιάζετο συλλογὴν, ἐχρῆν κἀκείνους τὸν αὐτὸν ἔχειν πόθον, τὴν αὐτὴν ἐπιθυμίαν· εἰ δὲ οὐκ ἔχουσιν, οὐκ ἀπὸ τῆς πολυπαιδίας, ἀλλ' ἀπὸ τῆς φιλοχρηματίας μαινόμεθα. Καὶ τίνες εἰσὶ, φησὶν, οἱ μετὰ παίδων καταφρονοῦντες χρημάτων; Πολλοὶ, καὶ πολλαχοῦ· εἰ δὲ βούλει, καὶ ἐπὶ τῶν παλαιῶν ἐρῶ. Οὐχὶ δώδεκα παῖδας εἶχεν ὁ Ἰακώβ; οὐχὶ τὸν τῶν θητευόντων ἔζη βίον; οὐκ ἠδικεῖτο παρὰ τοῦ κηδεστοῦ; οὐχὶ πολλάκις αὐτὸν ἠθέτησε; μὴ ἠνάγκασεν αὐτὸν ἡ πολυπαιδία βουλεύεσθαί τι τῶν μὴ δεόντων; Τί δὲ ὁ Ἀβραάμ; οὐχὶ μετὰ τοῦ Ἰσαὰκ καὶ ἑτέρουςπολλοὺς εἶχε παῖδας; τί οὖν; οὐχὶ τοῖς ξένοις τὰ ὄντα ἐκέκτητο; Ὁρᾷς, ὅτι οὐ μόνον οὐκ ἠδίκει, ἀλλὰ καὶ τῶν ὄντων παρεχώρει, οὐκ εὖ ποιῶν μόνον, ἀλλὰ καὶ αἱρούμενος ἀδικεῖσθαι παρὰ τοῦ ἀδελφιδοῦ; Τοῦ γὰρ εὖ ποιεῖν τὸ φέρειν ἁρπαζόμενον διὰ τὸν Θεὸν πολλῷ μεῖζόν ἐστι. ∆ιὰ τί; Ὅτι τὸ μὲν ψυχῆς ἐστι καρπὸς καὶ προαιρέσεως, ὅθεν καὶ εὐκόλως γίνεται· τοῦτο δὲ ἐπήρεια καὶ βία. Καὶ εὐκολώτερον ἄν τις μυρία πρόοιτο τάλαντα ἑκὼν, καὶ οὐδὲν ἡγήσεται πεπονθέναι δεινὸν, ἢ τρεῖς ὀβολοὺς ἁρπαγεὶς καὶ παρὰ γνώμην, οἴσει πράως. Ὥστε τοῦτο φιλοσοφία μᾶλλον ψυχῆς. Καὶ τοῦτο ὁρῶμεν γεγονὸς ἐπὶ τοῦ Ἀβραάμ· Εἶδε γὰρ, φησὶν, τὴν περίχωρον ὁ Λὼτ, καὶ ἦν ποτιζομένη, ὡς ὁ παράδεισος τοῦ Θεοῦ, καὶ ἐξελέξατο αὐτήν. Καὶ οὐδὲν ἐκεῖνος ἀντεῖπεν. Ὁρᾷς, ὅτι οὐ μόνον οὐκ ἠδίκει, ἀλλὰ καὶ ἠδικεῖτο; Τί κατηγορεῖς τῶν παίδων τῶν σαυτοῦ, ἄνθρωπε; Οὐ διὰ τοῦτο ἡμῖν ὁ Θεὸς ἔδωκε τοὺς παῖδας, ἵνα ἁρπάζωμεν τὰ ἑτέρων. Ὅρα μὴ τὸν Θεὸν παροξύνῃς τοῦτο λέγων. Εἰ γὰρ τοῦτο λέγεις, ὅτι αὐτοί σοι τῆς ἁρπαγῆς γίνονται αἴτιοι καὶ τοῦ χρηματισμοῦ, δέδοικα μὴ αὐτῶν ἀποστερηθῇς, ὡς βλαπτόντων καὶ ἐπιβουλευόντων. Ὁ Θεός σοι τοὺς παῖδας ἔδωκεν, ἵνα σε γηροκομῶσιν, ἵνα τὴν ἀρετὴν μανθάνωσι παρὰ σοῦ. δʹ. ∆ιὰ γὰρ τοῦτο τὸ τῶν ἀνθρώπων γένος οὕτως ἠθέλησε συνεστάναι, δύο τὰ μέγιστα