1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

55

δῆθεν τούτου προφέρουσιν, πάσης ἰδιωτείας ἐπέκεινα νοοῦντες, ὅπερ θαυμασίως εἶπεν ὁ Υἱός· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ, «Ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατήρ μου, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν·» καὶ, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·» καὶ, «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν Πατέρα·» καὶ, «Ὁ Παράκλητος, ὃν πέμψει ὁ Πατὴρ ἐν τῷ ἐμῷ ὀνόματι.» Ταῦτα δὲ πάντα, ὡς καὶ ἀνωτέρω εἴρηται, ἓν καὶ ἓν καὶ ἓν πρόσωπον ἰδιοσυστάτως δηλοῖ ἐν μιᾷ θεότητι καὶ συμφωνίᾳ. Οὐ γὰρ εἶπεν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν εἰμι, ἀλλὰ, «Ἕν ἐσμεν.» Καὶ κατηγορεῖ ταῦτα τῆς ἀνοίας αὐτῶν καὶ κακοδοξίας. Βʹ. ∆εύτερον, ὅτι τοῦ Ἀποστόλου γράψαντος Κορινθίοις ἐν τῇ πρώτῃ Ἐπιστολῇ· «Εἴτε προφητεῖαι καταργηθήσονται, εἴτε γλῶσσαι παύσονται, εἴτε γνῶσις καταργηθήσεται· ἐκ μέρους γὰρ γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται·» ἐκεῖνοι λέγουσιν τὸν Μοντανὸν ἐληλυθέναι, καὶ ἐσχηκέναι τὸ τέλειον τὸ τοῦ Παρακλήτου, τοῦτ' ἔστιν τὸ τοῦ ἁγίου Πνεύματος· οὐ προσέχοντες τοῖς προσκειμένοις. Ἔχει γὰρ εὐθύς· «Ὅτε ἤμην νήπιος, ἐλάλουν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος· ὅτε γέγονα ἀνὴρ, 39.985 κατήργηκα τὰ τοῦ νηπίου. Βλέπομεν γὰρ ἄρτι δι' ἐσόπτρου ἐν αἰνίγματι· τότε δὲ πρόσωπον πρὸς πρόσωπον. Ἄρτι γινώσκομεν ἐκ μέρους· τότε δὲ ἐπιγνωσόμεθα, καθὼς καὶ ἐπεγνώσθημεν.» Τοῦτ' ἔστιν· Ἅπερ νῦν ἀκούοντες ὑπὸ τῶν Γραφῶν πιστεύομεν εἶναι, μετὰ τὴν ἀνάστασιν τῇ ὄψει θεασόμεθα, καὶ τῷ πράγματι γνωσόμεθα, τῆς μερικῆς γνώσεως παυσαμένης· ἡ γὰρ γνῶσις, ἡ ἐξ ἀκοῆς, τῆς αὐτόπτου γνώσεως καὶ τῆς πείρας μέρος ἐστίν. Οἷον νῦν ἀκούοντες πιστεύομεν περὶ τῆς δευτέρας παρουσίας τοῦ ∆εσπότου, καὶ περὶ τοῦ βήματος αὐτοῦ, καὶ τῆς τρισμακαρίας φωνῆς· «∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν·» τότε τῇ θέᾳ καὶ τῇ πείρᾳ μαθησόμεθα. Νῦν ἀκούοντες πιστεύομεν περὶ τῶν ἁγίων ἀγγέλων· τότε κατὰ πρόσωπον λειτουργοῦντας αὐτοὺς ὀψόμεθα. Νῦν ἀκούοντες πιστεύομεν, «Ἃ ὀφθαλμὸς οὐκ ἴδεν, καὶ οὗς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὅσα ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν·» τότε οὐκ ὄψονται μόνον, ἀλλὰ καὶ ἐν ἀπολαύσει αὐτῶν οἱ ἄξιοι γένωνται. Τὰ γὰρ νῦν κάτω τῆς ψυχῆς ἡμῶν ὄμματι τῶν ἐπουρανίων ἀφανῆ καθεστῶτα, ὁ μέλλων βίος φανερὰ ποιήσει. Ἀλλ' εἶπεν, φησὶν, ὁ Χριστός· «Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι· ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν·» καὶ, «Ἀφ' ἑαυτοῦ οὐ λαλήσει, ἀλλ' ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν·» καὶ, «Ἐκεῖνος ἐμὲ δοξάσει·» καὶ πάλιν· «Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς.» Ἦλθεν οὖν δῆθεν, ὅταν Μοντανός. Οὐχ οὕτως δέ· μὴ γένοιτο! ἐπεὶ πρὸς τοῦτον τὸν ἀδιανόητον αὐτῶν λόγον εὑρίσκονται πρὸ Μοντανοῦ οἵ τε τὸν Χριστὸν ἐσχηκότες, οἵ τε ἀπόστολοι οἱ τὴν τάξιν δεξάμενοι παρὰ τοῦ Θεοῦ, καὶ ἐν ἑαυτοῖς ἐσχηκότες λαλοῦντα τὸν Χριστὸν, καὶ οἰκοῦν τὸ Πνεῦμα τοῦ Θεοῦ, καὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν καὶ ἄλλοις παρέχοντες αὐτὸ κατὰ τὴν αὐτοῦ βούλησιν, καὶ μετὰ παῤῥησίας διδάσκοντες, καὶ παρὰ πᾶσιν πιστευόμενοι καὶ μὴ ὡς Μοντανὸς ἀπιστούμενος· οἵ τε ἀκούσαντες· «Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε·» μὴ ἐσχηκότες τὸν Χριστὸν καὶ τὸ ἅγιον Πνεῦμα. Ἀλλὰ τὰ προκείμενα ῥήματα τοῦ Σωτῆρος τὴν ἰσοτιμίαν, καὶ τὴν συνᾴδουσαν αὐτῷ διδασκαλίαν τοῦ ἁγίου Πνεύματος παριστᾷ. Τί δὲ σημαίνει τὸ, «Ἔρχομαι πρὸς ὑμᾶς,» εἴρηται ἀνωτέρω· εἴχομεν γὰρ εἰ καὶ ἔχουσιν οἱ ἄξιοι τελείως τόν τε Χριστὸν τὸν εἰπόντα· «Ἔρχομαι πρὸς ὑμᾶς·» τό τε ἅγιον Πνεῦμα, περὶ οὗ εἶπεν· «Ὅταν ἔλθῃ ἐκεῖνος.» Οὐδὲ γὰρ ἀτελές τι ἐποίει ὁ ∆εσπότης, ἐμφυσῶν μετὰ τὴν ἀνάστασιν εἰς πρόσωπα τῶν ἀποστόλων, καὶ λέγων· «Λάβετε Πνεῦμα ἅγιον·» οὐδ' ἐψεύδετο, ἢ αὐτὸς λέγων· «Ὅτι παρ' ὑμῖν μένει, καὶ ἐν ὑμῖν ἐστιν·» ἢ Ἀπό 39.988 στολος γράφων· «Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ