1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

55

κατασκευάζων, ἓν μὲν, διδασκάλους ἐφιστῶν τοὺς πατέρας, ἕτερον δὲ, πολλὴν ἀγάπην ἐντίκτων. Εἰ γὰρ ἁπλῶς ἔμελλον οἱ ἄνθρωποι γίνεσθαι, οὐδεὶς ἂν πρὸς οὐδένα σχέσιν ἔσχεν. Εἰ γὰρ νῦν πατέρων ὄντων καὶ παίδων καὶ ἐκγόνων, πολλοὶ πολλῶν οὐ φροντίζουσι, πολλῷ μᾶλλον τότε. ∆ιὰ τοῦτό σοι παῖδας δέδωκεν ὁ Θεός· μὴ τοίνυν κατηγόρει τῶν παίδων. Εἰ δὲ οἱ παῖδας ἔχοντες οὐδεμίαν ἔχουσιν ἀπολογίαν, οἱ μὴ ἔχοντες, καὶ κοπτόμενοι περὶ τὴν τοῦ πλούτου συλλογὴν, ποῖον ἂν εἴποιεν λόγον; Ἀλλ' ἔστι τις καὶ αὐτοῖς λόγος πάσης ἀπολογίας ἀπεστερημένος. Τίς δὴ οὗτός ἐστιν; Ἵνα ἀντὶ τῶν παίδων, φησὶν, ἔχωμεν τὸν πλοῦτον ὑπόμνημα. Ὄντως γέλως πολύς. Ἀντὶ τῶν παίδων, φησὶν, ἡ οἰκία μνήμη ἀθάνατος γίνεται τῆς δόξης τῆς ἐμῆς. Οὐ τῆς δόξης σου, ἄνθρωπε, ἀλλὰ τῆς πλεον 62.460 εξίας σου ἔσται μνήμη. Ἢ οὐχ ὁρᾷς νῦν πῶς πολλοὶ παριόντες τὰς λαμπρὰς οἰκίας τοιαῦτα διαλέγονται πρὸς ἀλλήλους· πόσα ὁ δεῖνα ἐπλεονέκτησε, πόσα ἥρπασεν, ἵνα ταύτην οἰκοδομήσῃ τὴν οἰκίαν; καὶ νῦν ἐκεῖνος μὲν γέγονε τέφρα καὶ κόνις, αὕτη δὲ εἰς ἑτέρων κλῆρον διέβη. Οὐ τῆς δόξης σου τοίνυν καταλιμπάνεις μνήμην, ἀλλὰ τῆς πλεονεξίας. Καὶ τὸ μὲν σῶμά σου κέκρυπται τῇ γῇ, τῆς δὲ πλεονεξίας μνήμην λαθεῖν πλήθει τῶν χρόνων δυναμένην οὐκ ἀφίης, ἀλλ' ἀνακρούεσθαι καὶ ἀνασκάπτεσθαι ποιεῖς διὰ τῆς οἰκίας. Ἕως γὰρ ἂν αὕτη ἑστήκῃ, τὴν ἐπωνυμίαν ἔχουσα τὴν σὴν, καὶ τοῦ δεῖνος λεγομένη, πάντως ἀνάγκη καὶ τὰ πάντων ἀνοιχθῆναι στόματα κατὰ σοῦ. Ὁρᾷς ὅτι βέλτιον μηδὲν ἔχειν, ἢ ταύτην ὑπομένειν τὴν κατηγορίαν; Καὶ ταῦτα μὲν ἐνταῦθα· ἐκεῖ δὲ τί ποιήσομεν, εἰπέ μοι, τοσούτων μὲν ἐνταῦθα γινόμενοι κύριοι, οὐδενὶ δὲ τῶν ὄντων μεταδόντες, ἢ σφόδρα ὀλίγων; πῶς τὰς πλεονεξίας ἀποδυσόμεθα; Ὁ γὰρ βουλόμενος τὴν πλεονεξίαν ἀποδύσασθαι, οὐκ ὀλίγα ἀπὸ πολλῶν δίδωσιν, ἀλλὰ πολλαπλασίονα τῶν ἁρπασθέντων, καὶ ἵσταται καὶ ἁρπάζων. Ἄκουσον, ὁ Ζακχαῖος τί λέγει· Καὶ ὅσων ἥρπασα, τετραπλασίονα ἀποδίδωμι. Σὺ δὲ ἁρπάζων μυρία τάλαντα, ἂν ὀλίγας δῷς δραχμὰς, καὶ οὕτω δὲ μόλις, τὸ πᾶν ἀποδεδωκέναι νομίζεις, καὶ ὡς πλείονα δεδωκὼς διάκεισαι· καίτοι δεῖ αὐτά τε ἀποδοῦναι ἐκεῖνα, καὶ ἐκ τῶν οἴκοθεν προσθεῖναι ἕτερα. Καθάπερ γὰρ ὁ κλέπτης οὐκ ἐκεῖνα ἀποδοὺς μόνα ἀπολελόγηται, ἀλλὰ πολλάκις μὲν καὶ τὴν ψυχὴν προσέθηκε, πολλάκις δὲ πολλαπλασίονα δοὺς διελύσατο, οὕτω καὶ ὁ πλεονέκτης. Καὶ γὰρ καὶ ὁ πλεονέκτης κλέπτης ἐστὶ, καὶ λῃστὴς ἐκείνου πολλῷ χαλεπώτερος, ὅσῳ καὶ τυραννικώτερος. Ἐκεῖνος μὲν γὰρ καὶ τῷ κρύπτεσθαι, καὶ τῷ ἐν νυκτὶ ἐπιχειρεῖν, πολὺ τοῦ τολμήματος ὑποτέμνεται, ὡσανεὶ αἰσχυνόμενος, καὶ δεδοικὼς τὸ ἁμαρτάνειν· οὗτος δὲ ἀπαναισχυντήσας, γυμνῇ τῇ κεφαλῇ κατὰ μέσην ἀγορὰν ἁρπάζει τὰ πάντων, κλέπτης τε ὁμοῦ καὶ τύραννος ὤν· οὐ διορύττει τοίχους, οὐδὲ σβέννυσι λαμπάδα, οὐδὲ κιβώτιον ἀνοίγει, οὐδὲ σήμαντρα ἀνατρέπει· ἀλλὰ τί; Τὰ τούτων νεανικώτερα ποιεῖ, ὁρώντων τῶν ἀδικουμένων, διὰ τῆς θύρας ἐκβάλλει, μετὰ παῤῥησίας πάντα ἀνοίγει, αὐτοὺς ἐκείνους ἀναγκάζει τὰ αὐτῶν ἐκθέσθαι. Τοσαύτη τῆς βίας ἡ ὑπερβολή. Οὗτος ἐκείνων πολλῷ μιαρώτερος, ὅσῳ καὶ ἀναισχυντότερος καὶ τυραννικώτερος. Ὁ μὲν γὰρ δόλῳ τι παθὼν, ἀλγεῖ μὲν, πλὴν ἀλλ' ἔχει παραμυθίαν οὐ μικρὰν, τὸ κἂν φοβηθῆναι αὐτὸν ἐκεῖνον τὸν ἀδικοῦντα· ὁ δὲ μετὰ τοῦ κακῶς παθεῖν καὶ καταφρονούμενος, οὐδὲ ἐνεγκεῖν τὴν βίαν δυνήσεται· μείζων γὰρ ὁ γέλως. Εἰπέ μοι, εἴ τις γυναῖκα ἐμοίχευσε λαθὼν, ἕτερος δὲ ὁρῶντος τοῦ ἀνδρὸς τοῦτο εἰργάσατο, τίς μᾶλλον ἐλύπησεν ἂν, καὶ δακεῖν ἦν ἱκανός; οὐχ οὗτος; Ὁ μὲν γὰρ μετὰ τοῦ κακῶς ποιῆσαι καὶ διέπτυσεν· ὁ δὲ, εἰ μηδὲν ἕτερον, ἔδειξεν ὅτι δέδοικε τὸν ἠδικημένον. Οὕτω καὶ ἐπὶ τῶν χρημάτων, ὁ μὲν λάθρα λαβὼν, ταύτῃ τετίμηκε, τῷ λάθρα λαβεῖν· ὁ δὲ φανερῶς καὶ δημοσίᾳ, μετὰ τῆς ζημίας καὶ αἰσχύνην ἐπήγαγε. Παυσώμεθα οὖν τὰ ἑτέρων ἁρπάζοντες, καὶ πένητες καὶ