57
τοῦ δόγματος γνωρίσαι τοῖς ἐντυγχάνειν ὀφείλουσι· δηλαδὴ, ἐκ τῶν λεχθησομένων στοχάζεσθαι τὰ σιωπώμενα, καὶ μακρὰν φεύγειν τήνδε τῆς θρησκείας ἀπώλειαν, καὶ τὸ ποτὲ συναυλίζεσθαι τοιούτοις ταύτην ἐπιτηδεύουσιν. Καὶ γὰρ καὶ οἱ ἰατροὶ τὴν τῶν δηλητηρίων οὐκ ἀναίνονται γνῶσιν, οὐχ ἵνα τις χρήσηται, ἀλλ' ὅπως εἰδὼς αὐτὰ φύγῃ. Τοῦτο τοίνυν τὸ δόγμα ἔκροιά τίς ἐστι τοῦ ἐξελθόντος βορβόρου ἀπὸ Σίμωνος, τοῦ ἐκ Σαμαρείας Μάγου, τοῦ μηδὲ τὸν κόσμον τοῦ Θεοῦ εἶναι ποίημα, ἀλλ' ἀγγέλων, μηδ' ἀνάστασιν ἔσεσθαι διδάξαντος, καὶ ἀδιάφορον ὀφείλειν εἶναι πρὸς πάσας τὰς γυναῖκας τὴν μίξιν εἰσηγησαμένου, καὶ εἰς τοῦτο μανίας ἐλάσαντος, ὥστε τὸ τοῦ Χριστοῦ ἡμῶν καὶ μεγάλου Θεοῦ ὄνομα ὑποδῦναι· διὰ ταῦτά τε τιμωρίαν αἰωνίως ἀποτιννύοντος, καὶ εἰς τὸν πολυθρύλητον καὶ ζοφώδη τάρταρον ἐνδίκως κατενεχθέντος. Καὶ μέντοι καὶ προσθήκη τῷ δόγματι γέγονέν ποτε Με 39.992 νάνδρου καὶ Σατορνίλου τῶν μετὰ Σίμωνα, κατά τι μὲν διενεχθέντων πρὸς τὰ ἐκείνῳ δόξαντα, βεβαιωσάντων δὲ τὴν προλεχθεῖσαν αἰσχρουργίαν, καὶ ὑπὸ ἀγγέλων τὸν κόσμον γεγενῆσθαι ὁμοίως ἐκθεμένων, καὶ τολμησάντων δογματίσαι, δίκαιον μὲν ὑπάρχειν τὸν Θεὸν Υἱὸν, ἄδικον δὲ καὶ ἀλλότριον τῆς τοῦ κόσμου δημιουργίας τε καὶ προνοίας τὸν ἐξ οὗ τὰ πάντα ἀγαθὸν Θεὸν Πατέρα· καὶ ὑπὸ Βασιλείδου ταύτην μεμαθητευμένου τὴν φρενερημίαν, καὶ προσθέντος, ὡς τξεʹ οὐρανοὶ καθεστᾶσιν, ἀγγέλων ἔχοντες ὀνόματα· ὅθεν, φησὶν, τὸ οὕτω λεγόμενον ἅγιον ὄνομα Ἀρβασὰξ τξεʹ ψήφων εὑρίσκεται λογιζόμενον· καὶ ὑπὸ Καρποκράτους, τοῦ καὶ ὕστερον χρόνοις κρατύναντος ταῦτα, καὶ ἐν προσθήκης μέρει μιαρίας ἀπαγγείλαντος, ὡς εἰ μή τις διὰ παντὸς ἐπιτηδεύματος ἁμαρτίας ἐλθὼν, τῶν δαιμόνων ὅλων τὸ θέλημα ἐκτελέσῃ, οὐ δύναται παρελθεῖν τὰς ἀρχὰς καὶ ἐξουσίας, καὶ εἰς τὸν ἀνώτατον φθάσαι οὐρανόν· ἔτι μὴν καὶ Οὐαλεντίνου, τοῦ καὶ τοῖς μνημονευθεῖσιν ἀκολουθήσαντος, καὶ ἐκφενακίσαντος τοὺς αὐτῷ πειθομένους, ὡς ὁ Χριστὸς ἀπ' οὐρανοῦ τὸ σῶμα ἐνήνοχεν, καὶ μῦθον δὲ ἀναπλασαμένου τοιόνδε, ὅτι ὁ Βυθὸς ἐγέννησεν τὴν Σιγήν· ἐκ δὲ ταύτης τεχνοποιησαμένου λόγον τινὰ τοῦ παρ' Ἕλλησι ∆ιὸς, καὶ λʹ Αἰῶνας, οὓς ἐκάλεσεν θεοὺς, εἰσαγαγόντος· ἐπειδὴ, φησὶν, γέγραπται, ὅτι Ἰησοῦς ἐβαπτίσθη «ὢν ὡς ἐτῶν λʹ·» ὅπερ οὐδαμῶς συνίστησιν τὴν ἀτοπίαν αὐτοῦ· καὶ ἀπαγγείλαντος ἀρσενόθηλυν τὸν ἔσχατον Αἰῶνα τῶν λʹ· καὶ ὅτι οὗτός ἐστιν ἡ σοφία, ἥτις τὸν πρῶτον Θεὸν ἰδεῖν ἐθελήσασα, καὶ ὑπὸ τῶν μαρμαρυγῶν αὐτοῦ βληθεῖσα, τῶν οὐρανῶν ἐξέπεσεν, καὶ ἀπεβλήθη τοῦ τριακοστοῦ ἀριθμοῦ, καὶ οἰμώζουσα, ἐκ τῆς οἰκείας οἰμωγῆς ἔτεκεν τὸν διάβολον· καὶ ὅτι δακρύσασα τὴν ἀπόπτωσιν, τὴν θάλατταν ὑπεστήσατο· καὶ ἵνα δῆθεν ὁ τριακοστὸς ἀναπληρωθῇ ἀριθμὸς, οἱ κηʹ Αἰῶνες συνεισενεγ.......