1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

25

προφήτης λέγει· «Σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια, σὺ εἶ μόνος Θεὸς μέγας·» καὶ ἑτέρωθι· «Εἷς ἅγιος, εἷς Κύριος Ἰησοῦς Χριστός.» Περὶ δὲ τοῦ ἁγίου Πνεύματος, ὡς ὅταν Παῦλος, ὁ συνέσεως πλήρης, Πνεῦμα τοῦ Θεοῦ καὶ Πατρὸς, καθὰ ἡμῖν τὸ ἡμῶν πνεῦμα, εἶναι αὐτὸ μαρτυρεῖ. Καὶ πάλιν γράφει· «Ταῦτα πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται.» Περὶ μὲν σοφίας, ὡς ἡνίκα περὶ μὲν τοῦ Υἱοῦ ὁ μνημονευθεὶς σεμνότατος γράφει Παῦλος· «Χριστὸν Θεὸν δύναμιν, καὶ Θεοῦ σοφίαν·» καὶ, Ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι.» Καὶ ∆αυῒδ ψάλλει· «Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! Πάντα ἐν σοφίᾳ ἐποίησας.» Καὶ ὡς Ἡσαΐας προφητεύει· «Καὶ αὐτὸς σοφὸς ἦγεν ἐπ' αὐτοὺς κακά.» Περὶ δὲ τοῦ ἁγίου Πνεύματος, ὡς ὅταν Ἡσαΐας προφητεύῃ· «Πνεῦμα τοῦ Θεοῦ, Πνεῦμα σοφίας καὶ συνέσεως, Πνεῦμα βουλῆς καὶ ἰσχύος, Πνεῦμα γνώσεως καὶ εὐσεβείας.» Περὶ δὲ ἀφθαρσίας καὶ ἀθανασίας, προείρηται μὲν ἤδη, οὐ μέντοι ἄτοπον καὶ ἄλλα παραθέσθαι· ὡς ἡνίκα, περὶ μὲν τοῦ ψυχοδότου Μονογενοῦς, οὗ τὸ ὄμμα, καὶ ἡ ἀκοὴ, καὶ ἡ δίκη, καὶ ἡ φιλανθρωπία πανταχοῦ ἐφέστηκε, ∆αυῒδ μελῳδεῖ· «Σὺ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν·» καὶ, «Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ.» Περὶ δὲ τοῦ ἁγίου Πνεύματος, τοῦ τὰ σύμπαντα τρέφοντος, καὶ θείαις ἀκτῖσι καταλάμποντος, καὶ ἕως καὶ ἐπὶ τοὺς ἀπολειπο 39.872 μένους τοῦ θείου νόμου μακροθυμοῦντος, ἵν' ἢ ἐπιστρέψωμεν, ἢ ἐκεῖσε τιμωρίαν ὑπόσχωσιν οὐ μεμπτήν· ὡς ὅταν λέγῃ· «Καὶ τὸ ἄφθαρτόν σου Πνεῦμά ἐστιν ἐν πᾶσιν.» Τοῖς δὲ λέγουσιν, Οὐκ εἰσὶν οὖν αἱ ψυχαὶ καὶ οἱ ἄγγελοι ἀθάνατοι καὶ ἀόρατοι; ἀπαντητέον οὕτως· Πρὸς τὸ ἀθάνατον πρῶτον καθ' ἕνα μὲν τρόπον, ὅτι τῇ πρωτουργῷ καὶ ἀπείρῳ ἀθανασίᾳ ἡ τούτων οὐδαμῶς κοινωνεῖ, ὑπὸ βεβηκυῖα καὶ διωρισμένη ἐκείνης, ὅσον δημιούργημα ∆ημιουργοῦ. Καὶ διὰ τοῦτο μόνος ἔχειν ἀθανασίαν ὁ Θεὸς ἐλέχθη, ὡς ἔστι γνῶναι ῥᾴδιον, εἴπερ εἰς νοῦν βαλοίμεθα, ὅτι τούτων οὐδὲν, οὔτε δημιουργεῖν, οὔτε ἀθανασίαν χορηγεῖν δύναται, ὡς ὁ μόνος ἀόρατος καὶ αἰώνιος Μονογενὴς, καὶ τὸ ἅγιον Πνεῦμα δημιουργεῖ, καὶ ἀθανάτους κατασκευάζει. Καθ' ἕτερον δὲ, ὅτι αἱ ψυχαὶ καὶ οἱ ἄγγελοί εἰσι καὶ ἀθάνατοι κατὰ τὸ ἀνώλεθρον καὶ ἄφθαρτον τῆς οὐσίας, καὶ θνητοὶ κατὰ τὸ φθείρεσθαί ποτε τῇ γνώμῃ. Ἀπὸ γὰρ τροπῆς ἔστιν ὅτε πίπτουσιν εἰς ἁμαρτίαν, ἐξ ἧς ἐπέρχεται ὁ θάνατος· καθ' ὃν ὁ Παῦλος γράφει· «Καὶ ἡ σπαταλῶσα χήρα τέθνηκεν·» καίπερ μήπω τὸν τῇδε ὑπαλλάξασα βίον, καθὰ ἤδη ἐν τῷ περὶ τοῦ ἁγίου Πνεύματος ἐξηγήθη λόγῳ. Ἀντιδιαιρεῖται γὰρ τῷ ἀθανάτῳ τὸ θνητὸν, 39.873 καὶ ἀντιστοίχως τῷ θνητῷ τὸ ἀθάνατον, καὶ νοεῖται 39.873 ἐπὶ ψυχῶν καὶ ἀγγέλων, τὸ μὲν ἀθάνατον, ὅταν πρὸς τῷ θάνατον μὴ ἐπιδέχεσθαι, ὅ ἐστιν μὴ διαλύεσθαι, ἅτε ἀσυνθέτους ὄντας καὶ ἀνωλέθρους τὴν ὕπαρξιν, ἐὰν καὶ φθορᾷ γνώμης μὴ ὑποπέσωσιν, τοῦτ' ἔστιν, εἰ ἄτρεπτοι διαμείνωσιν· τὸ δὲ θνητὸν, ἀντικειμένως τούτῳ. Καθόλου δὲ ἐοίκασιν οἱ τοιοῦτοι μὴ γινώσκειν τὰ ἀντιστρόφως λεγόμενα, καὶ ὡς οὐ πάντα τὰ ὁμωνύμως κατά τινων λεγόμενα πέφυκεν ἀντιστρέφειν. Ὁ μὲν γὰρ Θεὸς παντοίως ἀθάνατος, οὐ μὴν τὸ ἀθάνατον ἤδη. Πρὸς δὲ τὸ ἀόρατον, εἰσὶ μὲν καὶ αἱ ψυχαὶ καὶ οἱ ἄγγελοι, ἀόρατοι μὲν τῷ ὀφθαλμῷ τοῦ σώματος ἡμῶν, ἐν τῷ εἶναι ἐκτὸς τῶν ὁρατῶν ἰδιωμάτων φημὶ χρώματος, σχήματος, μεγέθους, ὁρατοὶ δὲ τῷ νῷ, ὅ ἐστιν ὄμμα τῆς ψυχῆς· ἐπειδὴ μὴ ἀνέφικτοι, ἅτε κτιστοὶ τὴν ὕπαρξίν εἰσιν, ἀλλ' ἔστιν ἡμῖν νόησις περὶ αὐτῶν. Ὥστε, εἰ καὶ κατὰ προσβολὴν αἰσθήσεως ὀφθαλμοῦ ὄμματος ἀόρατοι, ἀλλ' οὖν κατὰ ἀντίληψιν θεωρίας ἐπιστημονικῆς ὁρατοί εἰσιν. Ὁ δὲ Θεὸς ὑπὲρ τὸ ἀόρατον, καὶ ἀφανέστατον, καὶ ὑπὲρ πάντα νοῦν ὑπάρχων, οὐ μόνον ὄψει, καὶ συνόλως αἰσθήσει, μὴ ὑποπίπτειν, ἀλλὰ μήτε νῷ αὐτῶν ἀγγέλων ἐνορᾶσθαι, διὰ τὸ ἀκατάληπτον καὶ ἀπρόσιτον, πέφυκεν. Ὅτι μὲν γὰρ ἔστι Θεὸς, πᾶσι γνώριμον· τί δὲ, ἢ πῶς ὑπάρχει θεωρῆσαι, πάντων τῶν φυσικῶν