1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

29

ἔνθα ἀλλότριον σῶμα, οὐ παραιτεῖται ἐκεῖνος βαπτίσαι τὰς ἑαυτοῦ χεῖρας· ἔνθα τὸ ἡμέτερον σῶμα, παραιτησόμεθα, εἰπέ μοι; σῶμα γὰρ ἡμέτερον ὑμεῖς, ἀσθενὲς μὲν καὶ ἀκάθαρτον, ἡμέτερον δέ. δʹ. Τί οὖν ἐστιν ὅ φημι, καὶ δι' ὃ τοσαύτην ἐποιησάμην παραίνεσιν; Ὅτι ἱμάτιον μὲν, ὅπερ ὁ δοῦλος ἔχει, οὐκ ἂν ἕλοιό ποτε φορέσαι βδελυττόμενος διὰ τὸν ῥύπον, ἀλλ' ἕλοιο ἂν γυμνὸς εἶναι, ἢ ἐκείνῳ χρήσασθαι· σώματι δὲ ἀκαθάρτῳ καὶ ῥυπαρῷ, καὶ οὐ τῷ παιδὶ τῷ σῷ μόνον, ἀλλὰ μυρίοις ἑτέροις χρησιμεύοντι καταχρήσῃ, καὶ οὐ βδελύξῃ; Ἠσχύνθητε ἀκούσαντες; Ἀλλ' ἐν τοῖς ἔργοις αἰσχύνθητε, μὴ ἐν τοῖς ῥήμασι. Καὶ τὰ ἄλλα πάντα παρίημι, τὸ τῶν ἠθῶν δύστροπον καὶ μιαρὸν, τὸ τῆς ἄλλης ζωῆς δουλικὸν καὶ ἀνελεύθερον. Εἰπέ μοι, πρὸς τὴν αὐτὴν καὶ καὶ σὺ καὶ ὁ οἰκέτης ὁ σός; καὶ εἴθε ὁ οἰκέτης μόνον, ἀλλὰ καὶ ὁ δήμιος. Καὶ χεῖρας μὲν τοῦ δημίου οὐκ ἂν ἀνάσχοιο κατασχεῖν· τὴν δὲ ἓν ἐκείνῳ σῶμα γενομένην περιπλέκῃ καὶ καταφιλεῖς, καὶ οὐ φρίττεις οὐδὲ δέδοικας; οὐκ αἰσχύνῃ, οὐκ ἐντρέπῃ, οὐκ ἀγωνιᾷς; Εἶπον μὲν πρὸς τοὺς πατέρας τοὺς ὑμετέρους, ὅτι δεῖ ταχέως πρὸς γάμον ἄγειν ὑμᾶς· ἀλλ' ὅμως οὐδὲ ὑμεῖς ἀνεύθυνοι τῆς κολάσεως. Εἰ γὰρ μὴ καὶ ἄλλοι νέοι μᾶλλον ἦσαν πολλοὶ ἐν σωφροσύνῃ ζῶντες, καὶ πάλαι καὶ νῦν, ἴσως ἄν τις ὑμῖν ἦν ἀπολογία· εἰ δὲ εἰσὶ, πόθεν ἕξετε εἰπεῖν, ὅτι οὐκ ἠδυνήθημεν κατασχεῖν τὴν φλόγα τῆς ἐπιθυμίας; Ἐκεῖνοι γὰρ κατηγοροῦσιν ὑμῶν οἱ δυνηθέντες, τῷ τῆς αὐτῆς φύσεως μετέχειν. Ἀκούετε τοῦ Παύλου λέγοντος· Εἰρήνην διώκετε καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Ἡ ἀπειλὴ αὕτη οὐχ ἱκανὴ φοβῆσαι; Ὁρᾷς ἑτέρους δι' ὅλου σωφρονοῦντας καὶ ἐν σεμνότητι διάγοντας, καὶ σὺ οὐδὲ μέχρι τῶν τῆς νεότητος χρόνων καρτερεῖς; ὁρᾷς ἑτέρους καταπα 62.428 λαίσαντας μυριάκις τὴν ἡδονὴν, καὶ σὺ οὐδὲ ἅπαξ ἀνέχῃ; Εἰ βούλεσθε, τὴν αἰτίαν ἐγὼ λέγω. Οὐ γὰρ ἡ νεότης αἰτία· ἐπεὶ ἔμελλον πάντες οἱ νέοι ἀκόλαστοι εἶναι· ἀλλ' ἡμεῖς ἑαυτοὺς ὠθοῦμεν εἰς τὴν πυράν. Ὅταν γὰρ ἀνέλθῃς εἰς θέατρον, καὶ καθίσῃς γυμνοῖς μέλεσι γυναικῶν τοὺς ὀφθαλμοὺς ἑστιῶν, πρὸς μὲν καιρὸν ἥσθης, ὕστερον δὲ πολὺν ἐκεῖθεν ἔθρεψας τὸν πυρετόν. Ὅταν ἴδῃς ὥσπερ σώματος τύπῳ γυναῖκας φαινομένας, ὅταν καὶ θεάματα καὶ ᾄσματα μηδὲν ἕτερον ἀλλ' ἢ ἔρωτας ἀτόπους ἔχοντα, Ἡ δεῖνα, φησὶ, τὸν δεῖνα ἐφίλησε, καὶ οὐκ ἐπέτυχε, καὶ ἀπήγξατο, καὶ εἰς μητέρας τοὺς ἀτόπους ἔρωτας ἐκκυλισθέντας· ὅταν καὶ δι' ἀκοῆς ταῦτα δέχῃ, καὶ διὰ γυναικῶν, καὶ διὰ τύπων, ἤδη δὲ καὶ διὰ γερόντων ἀνδρῶν (καὶ γὰρ πολλοὶ προσωπεῖα περιθέντες ἑαυτοῖς, ἐκεῖ γυναικίζονται), πόθεν, εἰπέ μοι, δυνήσῃ σωφρονῆσαι λοιπὸν, ἐκείνων τῶν διηγημάτων, ἐκείνων τῶν θεαμάτων, ἐκείνων τῶν ἀκουσμάτων κατεχόντων σου τὴν ψυχὴν, καὶ ὀνείρων τοιούτων διαδεχομένων λοιπόν; πέφυκε γὰρ ὡς τὰ πολλὰ τοιαῦτα φαντασιοῦσθαι ἡ ψυχὴ, οἷα ἂν ἐν ἡμέρᾳ βούλεται καὶ ἐπιθυμεῖ. Ὅταν οὖν ἐκεῖ μὲν καὶ πράγματα βλέπῃς αἰσχρὰ, καὶ ῥήματα ἀκούῃς αἰσχρότερα, καὶ τὰ μὲν τραύματα δέχῃ, τὰ δὲ φάρμακα μὴ ἐπιτιθῇς, πῶς οὐκ εἰκότως ἡ σηπεδὼν αὐξηθήσεται; πῶς ἡ νόσος οὐκ ἐπιταθήσεται, καὶ πολλῷ μᾶλλον, ἢ ἐπὶ τοῖς ἡμετέροις σώμασι; Κουφότερον γὰρ, εἴγε ἐβουλόμεθα, τῶν σωμάτων ἡ προαίρεσις τὰ τῆς διορθώσεως ἐδέχετο. Ἐκεῖ μὲν γὰρ καὶ φαρμάκων καὶ ἰατρῶν καὶ χρόνου δεῖ· ἐνταῦθα δὲ ἀρκεῖ θελήσαντα, καὶ ἀγαθὸν γενέσθαι καὶ κακόν. Ὥστε μᾶλλον ἐδέξω τὴν νόσον. Ὅταν μὲν οὖν τὰ μὲν βλάπτοντα συμφορῶμεν, μηδένα δὲ λόγον ποιώμεθα τῶν ὠφελούντων, πότε ἔσται τις ὑγεία; ∆ιὰ τοῦτο καὶ Παῦλος ἔλεγε, Καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν. Αἰσχυνθῶμεν. φοβηθῶμεν, εἰ τὰ μὴ εἰδότα τὸν Θεὸν ἔθνη πολλάκις σωφρονεῖ· ἐντραπῶμεν, ὅταν ἐκείνων χείρους ὦμεν. Εὔκολον κατορθῶσαι σωφροσύνην, ἂν ἐθέλωμεν, ἂν ἀπάγωμεν τῶν βλαπτόντων ἑαυτούς· ἐπεὶ οὐδὲ πορνείαν διαφυγεῖν εὔκολον, ἂν μὴ θέλωμεν. Τί γὰρ τοῦ βαδίζειν ἐπ' ἀγορᾶς εὐκολώτερον; ἀλλ'