2
μελεδαίνειν, Βαιὴν τέρψιν ἔχουσι, πολὺν πόνον. Αὐτὰρ ἔμοιγε Μάζα φίλη, γλυκὺ δ' ὄψον, ἅλες, σχεδίη δὲ τράπεζα· Νηφάλιον δ' ἐπὶ τοῖσιν ὕδωρ ποτόν· οὗτος ἄριστος Πλοῦτος ἐμοὶ, καὶ Χριστὸς ἐμὸν νόον αἰὲν ἀείρων. 976 Οὐ γῆς πυροφόρου γυῖαι, καὶ ἄλσεα καλὰ, Οὐδὲ βοῶν ἀγέλαι, καὶ πώεα πίονα μήλων, Οὐδὲ φίλοι θεράποντες, ἐμὸν γένος, οὕς ῥα τυραννὶς Ἔσχισεν ἀρχαίη, καὶ οὔνομα θήκατο δισσὸν Εὐγενέας δμῶάς τε, μιῆς χθονὸς ἐκγεγαῶτας, Ἢ χθονὸς, ἠὲ Θεοῖο. Νόμος δὲ ἐπέσπετ' ἀλιτρός. Οὐδέ τί μοι χρειὼ πνοιῆς ὤκιστα ῥεούσης, Ἀνδρομέης τιμῆς, καὶ κύδεος ὀλλυμένοιο. Οὐ μέγα πὰρ βασιλῆος ἔχειν γέρας ἔνδοθεν αὐλῆς, Οὐδὲ δίκης με θρόνων ποθ' ἕλεν πόθος, οἷσιν ἔμελλον Κλεινὸς ἐφεδρήσσων ὑπὲρ ὀφρύας ὕψος ἀείρειν· Οὐδὲ μέγ' ἐν πολέεσσιν ἔχειν σθένος, ἢ πολιήταις, Τερπόμενον ψεύστῃσι καὶ ἀδρανέεσσιν ὀνείροις 977 Ἄλλοτ' ἐπ' ἄλλον ἰοῦσιν, ἀφιπταμένοισί θ' ὁμοίως Ἢ παλάμαις μάρπτοντα παραΐσσοντα ῥέεθρα, Ἢ σκιὰν ἐν χείρεσσιν ἔχειν, ἢ ἀχλὺν ἀφάσσειν. Τοίη γὰρ μερόπων γενεὴ, τοῖος δὲ καὶ ὄλβος, Ὄλβος ἀφαυροτάτοισιν ὁμοίϊος ἴχνεσι νηὸς, Πρόσθε χαρασσομένοισι καὶ ὀλλυμένοισιν ὄπισθεν. Μοῦνον ἐμοὶ φίλον ἔσκε λόγων κλέος, οὓς συνάγειραν Ἀντολίη τε δύσις τε καὶ Ἑλλάδος εὖχος Ἀθῆναι. Τοῖς ἔπι πόλλ' ἐμόγησα πολὺν χρόνον, ἀλλὰ καὶ αὐτοὺς Πρηνέας ἐν δαπέδῳ Χριστοῦ προπάροιθεν ἔθηκα Εἴξαντας μεγάλοιο Θεοῦ λόγῳ, ὅς ῥα καλύπτει Πάντα φρενὸς βροτέης στρεπτὸν πολυειδέα μῦθον. Ἀλλὰ τὰ μὲν ὑπάλυξα, τὸ δ' οὐ φύγον ἔχθος ἄπιστον 978 ∆υσμενέος λοχόωντος ἐν εὐμενέοντι προσώπῳ. Ἐξερέω δ' ἀναφανδὸν ἐμὴν πάντεσσιν ὀϊζύν· Ὥς κέν τις σκολιοῖο νοήματα θηρὸς ἀλύξῃ. Ὠϊόμην τοκέεσσι παρήμενος, ὦ ἄνα Χριστὲ, Γήραΐ τε στυγερῷ καὶ πένθεϊ τειρομένοισιν, Οἷς μοῦνος τεκέων περιλείπομαι, ἐλπὶς ἀμυδρὴ, Λαμπάδος ἐκ μεγάλης τυτθὸν σέλας οὐκέτ' ἐούσης, Σοὶ, μάκαρ, ἠδὲ νόμοισι τεοῖς κεχαρισμένα ῥέζειν, Ὃς θνητοῖς ἐπίκουρον ἔχειν σθένος υἷας ὄπασσας, Καὶ τρομεροῖς ἅτε βάκτρον ὑπὸ μελέεσσιν ἐρείδειν. Καὶ γὰρ δὴ πάντων περιώσιον, οἵ σε τίουσιν, Εὐσεβίῃ τε μέλουσι, καὶ ἀργαλέου βιότοιο Πήματ' ἀλευόμενοι, πρυμνήσια σοῖσιν ἀνῆψαν Ἀχράντοις θεσμοῖσι. Σὺ δέ σφισι τέρμα καὶ ἀρχή. 979 Ἡ μὲν ἄρ' ἐκ πατέρων θεοτερπέα πίστιν ἄγουσα, Σειρὴν χρυσείην περιβάλλετο παισὶν ἑοῖσιν Ἄρσενα θυμὸν ἔχουσα ἐν εἴδεϊ θηλυτεράων, Τόσσον ἐφαπτομένη γαίης, κόσμου τ' ἀλέγουσα, Ὅσσον ἐς οὐρανίην ζωὴν ὤσασθαι ἅπαντα Τόνδε βίον, κούφη δὲ πρὸς αἰθέρα ταρσὸν ἀεῖραι. Αὐτὰρ ὅγ' ἀγριέλαιος ὑπ' εἰδώλοις πάρος ἦεν Ζώων, ἀλλ' ἐπάγη καλῆς ὑπὸ πυθμέν' ἐλαίης, Καὶ τόσον εὐγενέος ῥίζης χάδεν, ὥστε καλύψαι ∆ένδρεα, καὶ πολλοὺς κορέσαι μελιηδέϊ καρπῷ· Ἀμφότερον πόλιός τε νόον, πόλιός τε κάρηνον, Μείλιχος, ἡδυεπὴς, Μωσῆς νέος, ἤ τις Ἀαρὼν, Μεσσηγὺς μερόπων τε καὶ οὐρανίοιο Θεοῖο Ἑστηκὼς, καθαροῖς τε τελέσμασι καὶ θυέεσσιν Ἡμετέροις, οἷά τε θύει νόος ἔνδοθεν ἁγνὸς, 980 Θνητοὺς, ἀθάνατόν τε Θεὸν μέγαν εἰς ἓν ἀγείρων. Τοίου πατρὸς ἐγὼ καὶ μητέρος, οἷσιν ἐρίζειν Οὐ θέμις, ἀλλήλοισι δ' ἐριζέμεν οὔ τι μεγαίρω. Τοὺς μὲν ἐγὼ κομέων τε καὶ ἀμφιέπων μογέοντας, Ἐλπωρῇσιν ἔθαλπον ἐμὸν νόον, ὥς τι φέριστον Ἐκτελέων φύσιός τε φέρων χρέος. Ἦν δ' ἄρα κεῖνο Ἀτρεκὲς, ὡς ἀλιτροῖς πλείη ὁδός ἐστι βερέθρων, Ὥς ποτε δὴ καὶ ἐμοὶ κακὸν ἤλυθεν ἐξ ἀγαθοῖο. Καὶ γὰρ δὴ πυκιναί με καὶ ἀργαλέαι μελεδῶνες Βοσκόμεναι ψυχήν τε καὶ ἅψεα νύκτα καὶ ἦμαρ, Οὐρανόθεν κατάγουσιν ἐπὶ χθόνα μητέρ' ἐμοῖο. Πρῶτον μὲν δμώεσσιν ἀνασσέμεν, οἷον ὀλέθρου ∆ίκτυον! οἳ πικροὺς μὲν ἀεὶ στυγέουσιν ἄνακτας, Τοὺς δ' ἱεροὺς πατέουσιν ἀναιδέες, οὔτε κακοῖσιν 981 Ἤπιοι, οὔτ' ἀγαθοῖς εὐπειθέες· ἀμφοτέροις δὲ Κέντρα χόλου πνείοντες ὑπὲρ νόον. Αὐτὰρ ἔπειτα Κτῆσίν τ' ἀμφιέπειν, καὶ Καίσαρος ἄχθος ἐπ' ὤμων Αἰὲν ἔχειν, κρατερήν τε φέρειν πρηκτῆρος ὁμοκλὴν (∆ασμὸς γὰρ μερόπεσσιν ἐλεύθερον ἦμαρ ἀτίζει Ἑσπόμενος κτεάτεσσι, πέδη δ' ἐπὶ χείλεσι κεῖται), Ἀμφί τε πληθούσης ἀγορῆς θρόον, ἠδὲ θοώκους Ὑψηλοὺς, θνητῇσι δικασπολίῃσι μέλοντας