1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

4

τοιόνδ' ἄρ' ἔχω κατακάρδιον ἔλκος. Ἀρχαίη φάτις ἐστὶν, ὅτ' ἐγχρίμψῃσιν ὀδόντα 988 Πικρὸς ἔχις κακοεργὸν ἐπ' ἀνέρι, λοίγιον ἕλκος Μούνοις τόνδ' ἐθέλειν ἀγορευέμεν, οἷσιν ὁμοῖον Λυγρὸς ἔχις πυρόεντι χόλῳ ἐνομόρξατο λοιγόν· Τὸν γὰρ δὴ καὶ μοῦνον ἐπίστασθαι κακὸν ἄλγος, Ὣς καὶ ἐγὼ κείνοισιν ἐμὸν πόνον ἐξαγορεύσω, Οἷσιν ξυνὸς ἔρως, ξυνὸν κακὸν, ἄλγος ὁμοῖον. Μοῦνοι γάρ κεν ἐμοῖο φίλως δεξαίατο μῦθον, Καὶ γοερῆς κραδίης μυστήρια γνοῖεν ἄριστα, Οἳ σταυροῦ ποθέοντες ἐπωμαδὸν ἄχθος ἀείρειν, Καὶ μεγάλου Βασιλῆος ἐν ἕρκεσι μοῖραν ἔχοντες, Εὐοδίην στέργουσι, καὶ οἰκτείρουσι πεσόντας, Τοῖς δ' ἄλλοις κεν ἔοιμι γέλως ἐμὰ κήδεα βάζων, Ὧν πίστις κραδίην ἄκρην ἐχάραξεν ἐλαφρὴ, 989 Οὐδὲ διὰ σπλάγχνων ἧλθ' ἵμερος ὀξὺς Ἄνακτος· Ζῶσι δ' ἐνθάδε μοῦνον ἐφημέρια φρονέοντες. Ἀλλ' οἱ μὲν φθινύθοιεν, ἐπεὶ πάντεσσιν ὁμοίως Γλῶσσαν ἐφοπλίζουσιν, ἑτοιμότατον βέλος, ἄλλοις Ἐσθλοῖς, ἠδὲ κακοῖσιν. Ἐγώ γε μὲν οὔτι γόοιο Λήξω, πρὶν στονόεσσαν ὑπεκφυγέειν κακότητα, Καὶ μάργοις παθέεσσι νόου κληῖδ' ἐπιθεῖναι, Οἷς νῦν πάντα θύρετρα πικρὸς Σατὰν ἐξεπέτασσε, Πρόσθεν ἐεργομένοισιν, ὅτ' ἔσκεπε χείρ με Θεοῖο, Οὐδ' εἶχεν κακίη πρόφασιν πέλας, ἥ ῥα τάχιστα Ἅπτεται, ὡς καλάμης γε πυρὸς μένος ἐγγὺς ἐούσης, Ἄχρι καὶ ἐξ ἀνέμοιο πρὸς ἠέρα πυρσὸς ἀερθῇ. Ὡς ὄφελον κρημνοῖσι, καὶ οὔρεσι, καὶ σκοπέλοισι Κρῦψαι τῶνδε πάροιθεν ἐμὸν δέμας· ἦ κεν ἅπαντα Τόνδε βίον, βιότου τε φυγὼν σαρκός τε μερίμνας, 990 Χριστὸν ὅλον φορέεσκον ἐνὶ φρεσὶν, οἶος ἀπ' ἄλλων Ναιετάων, οἴῳ τε Θεῷ νόον ἁγνὸν ἀείρων· Μέσφ' ὅτε καὶ κούφῃσι σὺν ἐλπίσι τέκμαρ ἐπέσπον. Ὤφελον· ἀλλὰ πόθος με φίλων κατέρυκε τοκήων, Ἕλκων, οἷα τάλαντον ἐπὶ χθόνα· οὔτι πόθος γε Τόσσον, ὅσον μυελόν τε καὶ ἔγκατα πάντα δαΐζων Οἶκτος, ὅτις παθέων ἀγανώτατός ἐστιν ἁπάντων, Οἶκτος μὲν πολιῆς θεοειδέος, οἶκτος ἀνίης, Οἶκτος ἀπαιδίης, οἶκτος δέ τε καὶ περὶ παιδὸς, Ὧῥα περιτρομέουσι, γλυκὺν πόνον αἰὲν ἔχοντες, Ὀφθαλμὸν βιότοιο, καὶ ἄλγεσιν ἀσχαλόωντα. Ὧ βίβλοι τοπάροιθε μέλον, τὰς Πνεῦμ' ἐχάραξεν Εὐαγέων γλώσσῃσι, καὶ ἔνδοθι γράμματος ἐσθλοῦ 991 Πνεύματος ἀστράπτουσα χάρις, καὶ κρυπτὸν ὄνειαρ Οἴοισιν καθαροῖσι φαεινόμενον μερόπεσσιν· Εὐχαί τε στοναχαί τε φίλαι, καὶ νύκτες ἄϋπνοι, Ἀγγελικοί τε χοροὶ, ψαλμοῖς Θεὸν οἵ γ' ἐρέθουσιν, Ἱστάμενοι, ψυχάς τε Θεῷ πέμποντες ἐν ὕμνοις, Πολλῶν ἐκ στομάτων ξυνὴν ὄπα γηρύοντες· Γαστρός τ' ἀρχεκάκοιο μόγος, καὶ μέτρα γέλωτος, Γλώσσης τ' ἀτρεμίη τε καὶ ὄμματος, ἠδὲ χόλοιο Μαινομένοιο χαλινά. Λόγος δ' ἔσφιγγεν ἀλήτην Πάντοσε παπταίνοντα, νόον γ' ἐπὶ δ' ἔστρεφε Χριστῷ Ἐλπίσιν οὐρανίῃσι. Λόγος δ' ἐπὶ πᾶσιν ἔκειτο Εἰκόν' ἄγων πρὸς Ἄνακτα. Θεὸς δ' ἐπιτέρπετ' ἐρωῇ. 992 Ἀντὶ δέ μοι κτεάνων τε καὶ ἀργαλέων ὀρυμαγδῶν, Οἵ με καὶ ἐννυχίοισι κακοῖς ἐρέθουσιν ὀνείροις (Φροντίσιν ἠματίαις γὰρ ὁμοίϊα φάσματα νυκτὸς), Ἦεν ἐν ὀφθαλμοῖσι Θεοῦ σέλας, εὐσεβέων τε Ψυχῶν παμφανόωσα χοροστασίη τε κλέος τε. Νῦν δὲ δὴ ἐξαπόλωλε κειμήλια πάντ' ἀπ' ἐμοῖο Ψυχῆς, ἣ τοπάροιθεν ὁμίλεε πᾶσιν ἀρίστοις, Οἶος δ' ἐντὸς ἔμεινε πόθος, καὶ ἄλγος ἄελπτον. Τοὔνεκεν αἰάζω. Τὸ δ' ἐσαύριον οὐ σάφα οἶδα, Εἴ με Θεὸς παλίνορσον ἐς ἤθεα τὰ πρὶν ἀνάξει Λύσας ἐξ ἀχέων, ἀπὸ δ' ἄχθεα πάντα τινάξας, Ἠὲ πάρος μεσάτοισιν ἐν ἄλγεσιν ἔνθεν ἐλάσσει, Πρίν κ' αἴθρην ἰδέειν, πρίν χ' ἕλκεσι φάρμακα θεῖναι, 993 ∆ύσμορον ἱμείροντα φάους πυμάτην μετὰ νύκτα, Τῆμος ὀδυρομένοισιν ἐτώσια τίς κεν ἀμῦναι. Ἔνθα δ' ἄκος μερόπεσσι, τὰ δ' ὕστατα δέσμια πάντα. Ἤδη μοι πολιόν τε κάρη, καὶ ἅψεα ῥικνὰ Ἐκλίνθη βιότοιο πρὸς ἕσπερον ἀλγινόεντος. Ἀλλ' οὔπω τοιόνδε τοσόνδε τε ἄλγος ἀνέτλην· Οὐδ' ὅτε μαινομένοισι κορυσσόμενον ἀνέμοισι Γαίης ἐκ Φαρίης ἐπ' Ἀχαιΐδα, πόντον ἔτετμον Ἀντολίῃ Ταύροιο, τὸν ἐῤῥίγασι μάλιστα Ναῦται, χειμερίου, παῦροι δέ τε πείσματ' ἔλυσαν. Ἔνθα δ' ἐγὼ νύκτας τε καὶ ἤματα εἴκοσι πάντα Νηὸς ἐνὶ πρύμνῃ κείμην, Θεὸν ὑψιμέδοντα Κικλήσκων λιτῇσι. Τὸ δ' ἄφρεε κῦμ' ἐπὶ νῆα 994 Οὔρεσιν ἢ σκοπέλοισιν ὁμοίϊον ἔνθα καὶ ἔνθα, Πολλὸν