1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

50

ὡς τὰ πάντα καρτερεῖν, Σῆτες τὰ σητῶν. Συγκράτει τὴν εἰκόνα. Ἐκεῖθεν ἕξεις καὶ τὸν δοῦλον ἄρτιον.

ΟΒʹ. Εἰς τὴν ἔξοδον. Παρῆλθον ἄνθη, καιρὸς ἤγγικεν θέρους. Λευκὴ δέ μοι

θρὶξ, ἡ δ' ἅλως καλεῖ στάχυν. Ἀπῆλθεν ὄμφαξ, ἡ τομὴ δὲ πλησίον. Ληνὸς πατεῖται τῶν ἐμῶν ἤδη κακῶν. Φεῦ ἡμέρας μοι τῆς κακῆς! ἣν ποῦ φύγω; 1420 Καὶ τίς γένωμαι; ὡς δέος μ' ἁμαρτίας! ∆έος δ' ἀκανθῶν, καὶ Γομόῤῥας βοτρύων, Πλήρη φανῆναι, Χριστὸς ἡνίκα κρίνων Θεὸς θεοῖς δίδωσι τὰ πρὸς ἀξίαν, Χώραν ἑκάστῳ φωτὸς ὡς ὄψις φέρει. Ἐλπὶς μία μοι τὰς βραχείας ἡμέρας Παλινδρομῆσαι τῇ ποδηγίᾳ, Μάκαρ.

ΟΓʹ. Παρακλητικόν. Ἐγγὺς ἀγὼν βιότοιο· κακὸν πλόον ἐξεπέρησα, Ἤδη καὶ

στυγερῆς τίσιν ὁρῶ κακίης, Τάρταρον ἠερόεντα, πυρὸς φλόγα, νύκτα βαθεῖαν, Τῶν νῦν κρυπτομένων, αἶσχος ἐλεγχόμενον. Ἀλλὰ, Μάκαρ, ἐλέαιρε, καὶ ὀψέ περ, ἐσθλὸν ὀπάζοις Ζωῆς ἡμετέρης λείψανον εὐμενέων. 1421 Πολλὰ πάθον, καὶ τάρβος ἔχω φρενὶ, μή με διώκειν Τῆς σῆς ἤρξατ', Ἄναξ, αἰνὰ τάλαντα δίκης. Οἴσω μὲν τὸν ἐμὸν καὐτὸς μόρον, ἔνθεν ὁδεύσας Εἴξας προφρονέως πήμασι θυμοβόροις. Ὑμῖν δ' ἐσσομένοις ἐπιτέλλομαι· Οὐδὲν ὄνειαρ Τοῦδε βίου. Ζωὴ λύσιν ἔχει βιότου.

Ο∆ʹ. Πρὸς Χριστόν. Τίς ἡ τυραννίς; ἦλθον εἰς βίον· καλῶς. Τί δὲ στροβοῦμαι ταῖς βίου τρικυμίαις; Ἐρῶ λόγον, θρασὺν μὲν, ἀλλ' ὅμως ἐρῶ. Εἰ μὴ σὸς εἴην, ἠδίκημαι, Χριστέ μου. Γεννώμεθ', ἐκλυόμεθ', ἐκπληρούμεθα, Ὑπνῶ, καθεύδω, γρηγορῶ, πορεύομαι, 1422 Νοσοῦμεν, εὐεκτοῦμεν, ἡδοναὶ, πόνοι. Ὡρῶν μετασχεῖν ἡλίου, τούτων ἃ γῆς, Θανεῖν, σαπῆναι σάρκα· ταῦτα καὶ βοτῶν, Ἃ δυσκλέα μὲν, ἀλλ' ὅμως ἀνεύθυνα. Τί οὖν ἐμοὶ τὸ πλεῖον; οὐδὲν, ἢ Θεός. Εἰ μὴ σὸς εἴην, ἠδίκημαι, Χριστέ μου. ΟΕʹ. Θρῆνος πρὸς Χριστόν. Οἴμοι! στενοῦμαι τῷ βίῳ· καὶ τὸ πλέον Ζωῆς παρῆλθεν, οἶδα, καὶ νεκρὸν πνέω· Συνεκτριβῆναι δ' οὐ θέλει πονηρία. Ἢ τῷ χρόνῳ τι πρόσθες, ὦ πνοὴ βροτῶν, Ἢ τῶν κακῶν ὑπόσπα· τοῦτο χρηστότης. 1423 Εἰ δ' οὐ θέλεις, τέθνηκα. Καὶ τί σοι πλέον; Εἰ μὴ φιλάνθρωπόν με καὶ τὸ πῦρ μένει.

Οςʹ. Ἕτερος θρῆνος. Οἴμοι! στενοῦμαι τῷ βίῳ καὶ τῷ τέλει. Ἐνθάδε ἁμαρτὰς, ἀλλ' ἐκεῖθεν ἡ δίκη. Μέσος φόβων ἕστηκα πυρωποτάμου. Σοὶ, Χριστὲ, πλεῖον ἢ βίου θαῤῥῶ πάλαις. Εἰ μὲν γὰρ ἦν τι καὶ καθήρασθαι βραχὺ, Τοῦτ' ἦν ἄριστον. Εἰ δ' ἀεὶ πλείω κακὰ, Καιρὸς λυθῆναι, πρὶν λάβῃ με χείρονα.

ΟΖʹ. Προσευχὴ εἰς Χριστόν. Τέθνηκα τῷδε τῷ ταλαιπώρῳ βίῳ, 1424 Ὃς

φέρετ' ἄνω κάτω τε, Εὐρίπου δίκην, Βέβαιον οὐδὲν, οὐδ' ἐφ' ἡμέραν, ἔχων. Ζῆσαι δ' ἐκείνῳ τῷ μακρῷ πόθος μ' ἔχει, Ὃς ἆθλα κεῖται τοῖς κάλ' ἠγωνισμένοις. Πρὸς ταῦτα χαίρεθ', οἷς φίλα τὰ τοῦ βίου· Ἐγὼ δὲ χαίρων ὄψομαι τὸν ∆εσπότην. Τολμῶ τι λέξαι, ὦ Μάκαρ· τὸ σῶμά σοι Τὸ σὸν τὸ τῆς σῆς πλάσμα προσρίπτω χερός· Ὡς λεπτὸν, ὡς ὀδωδὸς, ὡς παρειμένον! Ἰδοὺ πρόκειται, βλέψον, ἐκλελοίπαμεν. Καὶ νῦν πάρει, δὸς χεῖρα, ἢ λῦσον βίου, Πρὶν καί τι χεῖρον συμπεσεῖν ἐμοὶ τέλος. Τί δεῖ πάλιν κακῶν τε, καὶ καθαρσίων; 1425 Ὄλωλ', ὄλωλα συμφοραῖς, σοὶ δ' ὄλλυμαι. Σὺ γὰρ Θεός μου· σὺ ζόφον λύεις κακῶν Νεκρῷ πνέοντι μικρὸν, ἢ λυπρὸν βίον.

ΟΗʹ. Εἰς τὴν ἑαυτοῦ ψυχήν. Ἔργον ἔχεις, ψυχὴ, καὶ μέγα, ἢν ἐθέλῃς. Ἐρεύνα σαυτὴν ἥτις ᾖ, καὶ πῆ στρέφῃ, Ὅθεν προῆλθες, καὶ ὅπη στῆναι σὲ δεῖ· Εἰ ζῇν ὅπερ ζῇς τοῦτο, ἤ τι καὶ πλέον. Ἔργον ἔχεις, ψυχὴ, τοῖσδε κάθαιρε βίον. Θεὸν νόει μοι καὶ