1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

6

αὑτὸν Ἀνδράσι γε προτέροισι, λόγοις δ' ἀθέριζε τελώνην· 1000 Αὐτὰρ ὁ δακρυχέων καὶ στήθεα χερσὶ πατάσσων, Οὐδ' ἄντην μεγάλοιο Θεοῦ θρόνον οὐρανὸν εὐρὺν Εἰσορόων, λεύσσων δὲ κατ' οὔδεος ὄμμασι δούλοις, Τηλόθεν ἑστηκὼς δὲ λιτάζετο· «Ἵλαος εἴης, Ἵλαθι σῷ θεράποντι, βοῶν, βρίθοντι κακοῖσιν. Οὐ νόμος, οὐ δεκάται με, καὶ ἔργματα καλὰ σαώσει. Οὐδ' ὅγ' ἐπεσβολέων ψεύστης. Καὶ νηὸν ἔγωγε Αἰδέομ' οὔτι πόδεσσιν ἐπιψαύων ὁσίοισι. Σὴ δὲ χάρις, σὸς δ' οἶκτος ἐμοὶ στάξειε βεβήλῳ, Ἣν μούνην δειλοῖσιν, Ἄναξ, πόρες ἐλπίδ' ἀλιτροῖς.» Ὣς φάσαν· ἀμφοτέρων δὲ Θεὸς κλύε, καί ῥ' ἐλέηρεν Ὃν μογέοντ' ἐνόησεν, ὑπερμενέοντα δ' ἄτισεν. Ὡς ἴδες, ὡς ἐδίκασας, ἐμοὶ, Θεὲ, θάρσος ὀπάζων. Οὗτος ἐγώ σοι κεῖνος ὁ πάγκακός εἰμι τελώνης· 1001 Ὡς δὲ βαρυστενάχω, ποιὴν δ' ἐπιέλπομ' ἀρωγήν. Λίσσομαι, εἴ ποτε δή σε πατὴρ, καὶ πότνια μήτηρ ∆άκρυσι, καὶ στοναχῇσι, καὶ εὐχωλῇσιν ἔτισαν, Ἤ τινά τοι κτεάνων τυτθὴν ἀπὸ μοῖραν ἔνειμαν, Ἢ θυσίαις καθαρῇσι καὶ εὐαγέεσσι γέρηραν (Οὐ γὰρ ἐγώ ποτε σεῖο ἐπάξιον οὐδὲ ἔρεξα), Τῶν μνῆσαι, καὶ ἄλαλκε· κακὰς δ' ἀπόπεμπε μερίμνας· Μηδέ με συμπνίξειαν ἑοῖς πτόρθοισιν ἄκανθαι, Μηδ' ἄρ' ἐπειγόμενον θείην ὁδὸν ἂψ ἐρύσειαν, Ἄλκαρ ἐμὸν, πέμποις δέ μ' ἀπήμονα. Σὸς γὰρ ἔγωγε Λάτρις, σὸν δὲ λάχος. Σὺ δέ μοι Θεὸς οἶος ἄνωθεν. Σοὶ δέ μ' ἀπὸ σπλάγχνων μήτηρ ἀνέθηκε φέρουσα, Ἤματι τῷ, ὅτε κοῦρον ἑοῖς ἐπὶ γούνασι θεῖναι Παῖδα ποθεῦσ' ἱερῆς Ἄννης ἐμιμήσατο φωνήν· 1002 «Κοῦρον ἐγὼ μὲν ἴδοιμι, σὺ δ' ἕρκεος ἐντὸς ἐέργοις, Χριστὲ ἄναξ, ὠδῖνος ἐμῆς ἐριθηλέα καρπόν.» Εἶπε· Θεὸς δ' ἐπένευσας, ὁ δ' ἕσπετο θεῖος ὄνειρος Οὔνομα μητρὶ φέρων, μετέπειτα δὲ κοῦρον ἔδωκας. Ἡ δέ με σοῖς ἱεροῖσι νέον ἀνέθηκε Σαμουὴλ, Εἴ ποτ' ἔην. Νῦν δ' αὖτ' ἐναρίθμιός εἰμι βεβήλοις Ἡλεὶ σοῦ θεράποντος ἀγακλέος υἱέσι μάργοις, Οἳ θυσίαις καθαρῇσιν ἐπέχραον ἄφρονι θυμῷ, Χερσὶν ἐφαπτόμενοι θείων λίχνῃσι λεβήτων· Τοὔνεκα καὶ χαλεπῆς κύρσαν βιότοιο τελευτῆς. Ἀλλ' ἥγ' ἐλπωρῇσιν ἀμείοσι μοῖραν ἔνειμε Σοὶ τεκέων, Βίβλοισι δ' ἐμὰς χέρας ἥγνισε θείαις, Καί μ' ἀγαπαζομένη, τοίῳ προσεφώνεε μύθῳ «Ἤδη τις φίλον υἷα θεόσδοτον ἤγαγε βωμῷ, 1003 Σπεύδοντ' ἐς θυσίην ἱερήϊον, ἐσθλὸν ἄριστος, Σάῤῥας ὀψιτόκοιο γόνον, ῥίζαν τε γενέθλης, Ἣν ἐλπὶς ἐχάρασσεν, ὑποσχεσίη τε Θεοῖο. Ἀβρὰμ ἦν ἱερεὺς, ἀμνὸς δέ τε κύδιμος Ἰσάκ· Αὐτὰρ ἐγὼ ζωόν σε Θεῷ γέρας, ὥσπερ ὑπέστην, ∆ωροῦμαι. Σὺ δέ μοι μητρὸς τελέσειας ἐέλδωρ, Ἣ τέκον εὐξαμένη σε, καὶ εὔχομαι εἶναι ἄριστον. Τοῦτον ἐγώ σοι πλοῦτον, ἐμὸν τέκος, ἐσθλὸν ὀπάζω Ἐνθάδε καὶ μετέπειτα. Τὰ ὕστατα πολλὸν ἀρείω.» Μητρὸς μὲν πόθος οὗτος. Ἐγὼ δ' ὑπόειξα πόθοισι Παῖς ἔτ' ἐὼν, ἁπαλὴ δὲ νέην ὑπεδέξατο μορφὴν Εὐσεβίης ψυχή· σφρηγὶς δ' ἐφυλάσσετο Χριστοῦ 1004 Νεύμασιν, ὅς ῥ' ἀναφανδὸν ὁμίλεεν ᾧ θεράποντι, Σωφροσύνῃ δέ μ' ἔδησε φίλῃ, καὶ σάρκα πέδησε, Καὶ θερμὸν σοφίης θείης ἐπέπνευσεν ἔρωτα, Καὶ μοναχοῦ βιότοιο, βίου μέλλοντος ἀπαρχὴν, Πλευρᾶς οὐ χατέοντος ἑὸν δέμας ἀμφαγαπώσης, Ῥήμασί θ' αἰμυλίοισι πικρὴν ἐπὶ γεῦσιν ἀγούσης, Ἀλλὰ Θεῷ πέμποντος ἁγνὸν πόθον, οὐδὲ γυναικὶ Καὶ Χριστῷ τέμνοντος ὅλον Θεοῦ ἐκγεγαῶτα. Ὅς με διὰ στεινῆς τε καὶ ἀργαλέης ἐπὶ λεπτὴν Τείνων ἀτραπιτοῖο πύλην σὺν ἀρείονι πομπῇ, Οὔτι βατὴν πολλοῖσι, Θεῷ θεὸν ἦγ' ἀπὸ γαίης Τυκτὸν οὐ γεγαῶτι, καὶ ἄφθιτον ἐκ θανάτοιο. Εἰκόνι σὺν μεγάλοιο Θεοῦ, καὶ σῶμ' ἐπαρωγὸν 1005 Ἕλκων, οἷα μάγνησσα λίθος αἴθωνα σίδηρον. Ὤ μοι ἐγών! Ὦ λυγρὰ καὶ ἄντιτα ἔργα παθοῦσα Ψυχή! Ὦ θνητοὶ κενεαυχέες! ὡς ἐτεόν γε Λεπταλέαις αὔρῃσιν ἐοικότες, οἳ γενόμεσθα, Ἠὲ καὶ Εὐρίποιο παλιμπλάγκτοισιν ἐρωαῖς Στρωφώμεσθ' ἐπὶ γαῖαν ἐτώσια φυσιόωντες. Κοὐδὲν ἐν ἀνθρώποισιν ὁμοίϊον ἐς τέλος ἐστὶν, Οὐ κακὸν, οὐδὲ μὲν ἐσθλόν. Ὁδοὶ δ' ἄγχισται ἔασιν. Οὐδ' ὁ κακὸς τό γε οἶδεν ἐς ὕστατον, ὁππότε λήξει, Οὔτ' ἐσθλοῖς ἀρετὴ μένει ἔμπεδον, ἀλλὰ κολούει, Ὡς τάρβος κακίην, ἀρετὴν φθόνος, Ἀμφοτέροις δὲ Κάμπτεσθ' ἡμερίων Χριστός γ' ἐκέλευσε γενέθλην, Ὥς κεν ἄνω νεύοιμεν ἑὸν