1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

51

Θεοῦ μυστήρια. Τί ἦν πρὸ παντὸς, καὶ τί σοι τὸ πᾶν τόδε· Ὅθεν προῆλθε, καὶ ὅποι προβήσεται. Ἔργον ἔχεις, ψυχὴ, τοῖσδε κάθαιρε βίον. Πῶς οἰακίζει καὶ στρέφει τὸ πᾶν Θεός· 1426 Ἢ πῶς τὰ μὲν πέπηγε, τὰ δ' ἄλλ' ἐκρέει· Ἡμεῖς δὲ καὶ μάλιστα ἐν στρεπτῷ βίῳ. Ἔργον ἔχεις, ψυχή· πρὸς Θεὸν οἶον ὅρα. Τί μοι κλέος τὸ πρόσθε, τίς δ' ἡ νῦν ὕβρις· Τί μου τὸ πλέγμα, καὶ τί μοι βίου τέλος. Ταῦτ' ἐννόει μοι, καὶ νοὸς στήσεις πλάνην. Ἔργον ἔχεις, ψυχή· μή τι πάθῃς καμάτῳ.

ΟΘʹ. Εἰς τὴν ἑαυτοῦ ψυχήν. Πῆ, θυμὲ, βαίνεις; στῆθι. Πῆ φέρῃ, τάλαν; Αἶ αἶ· γόης κλέπτει σε τοῖς σοφίσμασι. Μικρὸν προσέρχετ', εἶθ' ὑποστρέφει πάλιν, Εἶτ' αὖ προσέρχετ' ἐγγὺς, ὡς μόσχῳ λύκος, Σαίνων, ἐφέλκων ἀγρίοις σκιρτήμασιν, 1427 Ἕως ἀποσπάσας σε τῶν Θεοῦ νόμων, Θοίνην ὀδοῦσι τοῖς ὀλεθρίοις λάβῃ. Πʹ. Εἰς ἑαυτόν. Αἶ αἶ· γόης κλέπτει σε τοῖς σοφίσμασι, Κλέπτει σὲ, κλέπτει, δυσμενής· ἐπιστρέφου Πρὸς τὸν Λόγον τάχιστα, μὴ πόῤῥω πέσῃς. Σταυρῷ περιπλάκηθι, καὶ στήσεις βλάβην. ΠΑʹ. Πρὸς τὸν αὑτοῦ θυμόν. Θυμὲ, βλέψον ἄνω, χθονίων δ' ἐπιλήθεο πάντων, Μὴ δέ σε νικήσῃ πρὸς κακότητα δέμας. Τυτθὸς μὲν βίος οὗτος, ὁ δ' ὄλβιος, ὡς ἐν ὀνείρῳ, Τέρπεται, ἀλλοίῃ δ' ἄλλος ἔκυρσε τύχῃ. Μούνης δὲ ζωῆς καθαρῆς βίος ἔμπεδος αἰεὶ, 1428 Καὶ πολὺς, ὃν ζώειν ἐστὶν ἀρειότερον. 1428

ΠΒʹ. Πρὸς αὐτόν. Ἄλλοι χρυσὸν, οἵδ' ἄργυρον, οἵδε τράπεζαν Τιμῶσι λιπαρὴν, παίγνια τοῦδε βίου. Ἄλλοι δ' αὖ σηρῶν καλὰ νήματα, καὶ γύας ἄλλοι Πυροφόρους, ἄλλοι τετραπόδων ἀγέλας. Αὐτὰρ ἐμοὶ Χριστὸς πλοῦτος μέγας, ὅν ποτ' ἴδοιμι Νῷ γυμνῷ καθαρῶς· ἄλλα τε κόσμος ἔχοι.

ΠΓʹ. Περὶ τῶν δαιμονίων πολέμων. Εἰ μὴ γλῶσσαν ἔδησα λάλον, καὶ χείλεα σιγῇ, Τὸν νοῦν ἀθροίζων εἰς Θεοῦ κοινωνίαν, Ὄφρα κεν ἁγνοτάτοισι νοήμασιν ἁγνὸν Ἄνακτα Τίσω (καλὸν γὰρ τὸ φρενὸς μόνης θύος), 1429 Οὔποτ' ἂν ἐφρασάμην σκολιοῦ τεχνάσματα θηρὸς, Ἢ μὴν ἐκήρυσσόν τε, καὶ τοῦτ' ᾠόμην. Πολλάκι μοι καὶ πρόσθεν ἐπήλυθε νυκτὶ ἐοικὼς, Καὶ φωτὸς αὖθις ἐν πανούργῳ πλάσματι. Πάντα γὰρ, ὅσσ' ἐθέλῃσι, πέλει θανάτοιο σοφιστὴς, Γεγὼς ὁ Πρωτεὺς εἰς κλοπὰς μορφωμάτων, Ὥς κέ τιν' ἢ λοχόων, ἢ ἀμφαδὸν, ἄνδρα δαμάσσῃ. Τρυφὴ γὰρ αὐτῷ τὰ βροτῶν ἐκπτώματα· Ἀλλ' οὔπω τοιόνδε τοσόνδε τε τὸ πρὶν ὄπωπα, Ὅσσος προσῆλθε νῦν ἐμοῖς ἀθλήμασι. Πλεῖον γὰρ ψυχῆς ὁρόων σέβας ἐντὸς ἐμοῖο, Καὶ πλεῖον ἦρκε τοῦ χόλου τὴν φλεγμονήν. Ὡς δ' ὅτε τις λοχόωσα, δυσαλθέος ἔνδοθι σαρκὸς, Νόσος σχεθεῖσα φαρμάκοις οὐ καιρίοις, Βοσκομένη κευθμῶνας ἀειδέας, οὐ πρὶν ἔληξε, 1430 Πρὶν ἀλλαχοῦ ῥαγεῖσα δοῦναι κινδύνῳ· Ἠὲ ῥόος κρατεροῖσιν ἐρύγμασι τῇδε βιασθεὶς, Ἐκεῖ βιήσατ', ἀθρόως τ' ἐξεῤῥάγη. Τοῖος καὶ φθονεροῖο κακὸς μόθος. Εὖτέ μιν ἔσχον Γλώσσῃ, πρὸς ἄλλο τι βλάβος μετεῤῥύη. Οὐ μὲν ἕλε. Χριστὸς γὰρ ἐπήλυθεν ἄλκαρ ἐμεῖο, Ὃς καὶ μαθητὰς ἐκ ζάλης ἐῤῥύσατο, Καὶ πολλοὺς παθέων καὶ δαιμονίων ἀπὸ δεσμῶν Ἠλευθέρωσε, τῷ θέλειν διδοὺς χάριν. Ἔμπα γε μὴν πειρησατ', ὅπως πάρος ἀνδροφόνοισι ∆όλοις ἔκλεψε τὸν γένους ἀρχηγέτην. Ἀλλὰ, Μάκαρ, μόθον ἴσχε, καὶ εὐδιόωντά μ' ἄνωχθι Σοὶ τὰς ἀναίμους θυσίας πέμπειν ἀεί.

Π∆ʹ. Θρῆνος. Μή τις ἐμοῖς παθέεσσι καὶ ἄλγεσιν, ἠὲ κάκιστος 1431 Τέρποιτ', ἠέ τις ἐσθλὸς ἀνιάζοι φρένα κούφην. Τὸν μὲν γάρ τις ἔτευξεν ἀρείονα ἐσθλὸν ἄνουσον· Ὃς δ' οἶδεν καὶ νοῦσον ἀρηγόνα, ἢ ῥυπόωσι Φάρμακον, ἢ καθαροῖσι πάλην