1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

8

πῶλον Παντοίοισι δρόμοισι καὶ ἠλιβάτοισι δαμάζων· 1012 Εἴτε τιν' ὄγκον ἐμῆς ἴσχων φρενὸς, ὅς ῥα τάχιστα Φύεται εὐσεβέεσσιν, ὅσοι νόον εἰσὶν ἐλαφροὶ, Οἳ κακὸν ἐξ ἀγαθοῖο Θεοῦ τύφον ἁρπάζουσιν· Εἴτε κακοῖς ἐθέλων, σῶτερ Λόγε, ἡμετέροισι Παιδεῦσαι θνητοὺς, βιότου στυγέειν κακότητα Ὡς οὐχ ἱσταμένου, πᾶσιν δ' ἐπὶ πήματ' ἄγοντος, Ἐσθλοῖς ἠδὲ κακοῖσι, βίον δ' ἐπὶ ἄλλον ἐπείγειν, Ἔμπεδον, ἀστυφέλικτον, ἀρείονά τ' εὐσεβέεσσιν. Ἀλλὰ τὰ μὲν σοφίης μεγάλοις ἐνὶ βένθεσι κεῖται, Ὅσσα φέρει στρεπτοῖο βίου παιδεύματα θνητοῖς, Ἐσθλά τε καὶ τὰ χέρεια· Λόγῳ δέ τε πάντα φέριστα, Κἢν πλείω φεύγῃσι νόου πάχος ἡμετέροιο. 1013 Νωμᾷς δ' ἔνθα καὶ ἔνθα σοφῶς οἰήϊα κόσμου, Οἷσιν ἐλαυνόμενοι τρηχὺ σπιλάδεσσι κακῇσι Λαῖτμα μέγ' ἐκπερόωμεν ἀπιστοτάτου βιότοιο. Αὐτὰρ ἐγὼ μογέων, καὶ πήμασι παντοδαποῖσι Τειρόμενος, κάμπτω σοι γούνατα. Πέμψον ἔμοιγε ∆ακτύλῳ ἰκμαλέῳ ξηρὴν φλογὶ Λάζαρον ὦκα Γλῶσσαν ἀναψύξοντα, χάος δέ με μηκέτ' ἐρύκοι, Μηδ' Ἀβραὰμ μεγάλων κόλπων ἀποτηλόθι βάλλοι Πλούσιον ἐν παθέεσσι. Τεὴν δ' ἐπὶ χεῖρα κραταιὴν Πέμψειας, ἀχέων δὲ πόροις ἄκος, εἰς δέ με πάντα Θαύματα καὶ τεράων δείξαις σθένος, ὡς τοπάροιθεν. Εἰπὲ, καὶ αἱματόεσσα ῥύσις λήξειε τάχιστα. Εἰπὲ, καὶ ἐκμήνειε συῶν ἀγέλην λεγεῶνος Πνεῦμα, καὶ ἐν πελάγεσσι πέσοι, χάζοιτο δ' ἐμοῖο. Καὶ λέπρην ἐλάσειας ἀτερπέα· καὶ φάος ἔλθοι 1014 Ὄμμασιν οὐχ ὁρόωσι, καὶ οὔατα φθόγγον ἀκούοι· Καὶ ξηρὴν τανύσειας ἐμὴν χέρα, δεσμά τε γλώσσης Ῥήξειας, στήσαις δὲ ποδῶν βάσιν ἀδρανέουσαν. Ἐκ δ' ἄρτου κορέσαις ὀλίγου· στορέσαις δὲ θάλασσαν ∆ειμαλέην· στράψαις δὲ φαάντερον ἠελίοιο. Πήξειας δὲ μέλη βεβαρηότα, ἐκ νεκύων δὲ Αὖθις ἀναστήσειας ὀδωδότα· μηδέ μ' ἄκαρπον, Οἷα συκῆν τοπάροιθεν, ἰδὼν, ξηρὸν τελέσειας. Ἄλλος μέν τ' ἄλλοισιν ἀρηγόσι, Χριστὲ, πέποιθεν, Αἵματι, καὶ τέφρῃ, καὶ ὀφρύϊ σήμερον οὔσῃ. Οἵ τ' ἄλλου χατέουσιν ἀρηγόνος οὐτιδανοῖο· Σοὶ δ' ἄρ' ἐγὼ μούνῳ, Βασιλεύτατε, μοῦνος ἐλείφθην, Ὃς πάντων κρατέεις, καί μοι σθένος ἐσσὶ μέγιστον. Οὔ μ' ἄλοχος κομέουσα δυσαλθέα κήδεα λύσοι. Ἤ τε καὶ ἀσχαλόωντα παρηγορίῃσιν ἰαίνει· 1015 Οὐδὲ φίλοις παίδεσσιν ἀγάλλομαι, οἷς ὑπὸ γῆρας Ὀρθοῦται, νεαροῖσιν ὑπ' ἴχνεσιν αὖθις ὁδεῦον· Οὐδὲ κασιγνήτοις ἐπιτέρπομαι, οὐδ' ἑτάροισι. Τοὺς μὲν γὰρ στυγερὸς μόρος ἥρπασεν· οἱ δὲ φιλεῦντες Νηνεμίην, ἑτάρων ὀλίγην φρῖκα τρομέουσι Κείνην τερπωλὴν οἴην ἔχον, ὡς ὅτε πηγὴν ∆ιψαλέη ψυχρὴν ἔλαφος σχεδὸν, ἀνδρὰς ἀρίστους, Χριστοφόρους, ζώοντας ἐπὶ χθονὶ, σαρκὸς ὕπερθεν, Πνεύματος ἀενάοιο φίλους, καὶ λάτριας ἐσθλοὺς, Ἀζυγέας, κόσμοιο περίφρονας· Ἀλλὰ καὶ αὐτοὶ Μαρνάμενοι περὶ σεῖο διακριδὸν ἔνθα καὶ ἔνθα Ἵστανται, ζῆλος δὲ Θεοῦ λύσε θεσμὸν ἀθέσμως, Ἁρμονίην τ' ἀγάπης, ἧς οὔνομα μοῦνον ἐλείφθη. 1016 Ὡς δ' ὅτε τίς τε λέοντα λιπὼν ἄρκτῳ πελάσειε Μαινομένῃ, καὶ τήνδε φυγὼν ἐς δῶμα πέσῃσιν Ἀσπασίως, καὶ χεῖρα ἑὴν πρὸς τοῖχον ἐρείσῃ, Ἔνθεν δ' ἐκπροθορών μιν ὄφις τύψῃσιν ἀέλπτως Ὡς καὶ ἐμοὶ πολλοῖσιν ἐλαυνομένῳ παθέεσσιν, Οὐδὲν ἄκος καμάτοιο, τὸ δ' ἄλγιον, ὅττί κεν εὕρω. Πάντη δ' ἀθρήσας τε καὶ ἐν πάντεσσι μογήσας, Ἐκ σέθεν, εἰς σὲ, μάκαρ, λεύσσω πάλιν, ἄλκαρ ἐμοῖο, Παντοκράτωρ, ἀγένητε, καὶ ἀρχὴ, καὶ πάτερ ἀρχῆς, Υἱέος ἀθανάτοιο, φάος μέγα φωτὸς ὁμοίου, Ἐξ ἑνὸς εἰς ἓν ἰόντος ἀτεκμάρτοισι λόγοισιν· Υἱὲ Θεοῦ, σοφίη, βασιλεῦ, λόγε, ἀτρεκίη τε, Εἰκὼν ἀρχετύποιο, φύσις γεννήτορος ἴση. Ποιμὴν, ἀμνὲ, θύος τε, Θεὲ, βροτὲ, ἀρχιερεῦ τε· 1017 Πνεῦμά θ' ὃ πατρόθεν εἶσι, νόου φάος ἡμετέροιο, Ἐρχόμενον καθαροῖσι, Θεὸν δέ τε φῶτα τίθησιν Ἵλαθι, καί μοι ὄπασσον ἐπιπλομένοις ἐνιαυτοῖς, Ἐνθάδε καὶ μετέπειτα ὅλῃ θεότητι μιγέντα, Γηθόσυνον ὕμνοις σε διηνεκέεσσι γεραίρειν.

Βʹ. Ὅρκοι Γρηγορίου. Ὥμοσα τὸν Λόγον αὐτὸν, ὅ μοι Θεός ἐστι μέγιστος, Ἐξ

ἀρχῆς ἀρχὴ, Πατρὸς ἀπ' ἀθανάτου, Εἰκὼν ἀρχετύποιο, φύσις γεννήτορος ἴση, Ὃς