1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

43

Ἵππους, ἠδὲ κυνῶν θηροφόνων ὁμαδὸν Ἄλλοισιν παρέηκα, τὰ δ' ὄλβια πάντα τινάξας, Αὐχέν' ὑπὸ στερεῇ θῆκα σαοφροσύνῃ, Ἥ μ' ἐκόμει τ' ἐφίλει τε καὶ ἐς μέγα κῦδος ἄεξεν, Ἐν δ' ἐτίθει Χριστοῦ χείρεσι προφρονέως. Ἀλλὰ, Πάτερ, Πατρός τε Λόγος, καὶ Πνεῦμα φαεινὸν, Ζωῆς ἡμετέρης ἕρμα κακοσταθέος, Μή με λίπῃς χείρεσσιν ὑπ' ἀργαλέῃσι δαμῆναι ∆υσμενέος, τῆς σῆς ἐλπίδος ἀντιπάλου. Μηδ' ὡς νῆα μέλαιναν, ἐΰπλοον, ὀρθὰ θέουσαν, Ἤδη καὶ λιμένων πλησίον ἱπταμένην, 1376 Λαίφεσι πεπταμένοισιν ἐπαΐξασα θύελλα Λευγαλέων ἀνέμων, ἐξαπίνης ὀπίσω Πέμψειεν παλίνορσον ἐπ' εὐρέα νῶτα βίοιο, Ἔνθα καὶ ἔνθα κακοῖς βρασσόμενον μεγάλοις, Μή που δὲ κρυπτῇσι ποτὶ σπιλάδεσσιν ἐάξῃ. Τοῖος γὰρ Βελίου τοῦ φθονεροῖο νόος· Αἰὲν ἀπεχθαίρει μερόπων γένος, οὐδ' ἀπὸ γαίης Βούλεται οὐρανίους ἔμμεναι, οὐρανόθεν Αὐτὸς ἑὴν διὰ μῆτιν ἐπὶ χθόνα τήνδε τιναχθείς· ∆ύσμορος, ὃς πρώτου κάλλεος εὖχος ἔχειν Ἱέμενος, μεγάλην τε Θεοῦ βασιληΐδα τιμὴν, Ἀντὶ φάους στυγερὴν ἀμφέσατο σκοτίην. Τοὔνεκα καὶ σκοτίοισιν ἰαίνεται αἰὲν ἐπ' ἔργοις, Καὶ ζοφερῆς κακίης ἐνθάδε κάρτος ἔχει. ∆ιπλοῦς δ' αὖ μορφὴν τελέθει, σκολιός τε νόημα, Ἄλλοτ' ἐπ' ἀλλοίην ἐρχόμενος παγίδα. 1377 Ἤτοι ὁ μὲν σκότος ἐστὶν ὑπέρτατον· ἢν δέ μιν εὕρῃς, Ἄγγελον ἐς φωτὸς ὦκα μεταστρέφεται, Καί ῥ' ἁπαλὸν γελόων, σαίνει φρένας. Ἔνθα μάλιστα Φράδμονος, ἀντὶ φάους μὴ θανάτῳ πελάσαι. Τὴν μὲν γὰρ κακότητα φυγεῖν, καὶ χείρονος ἀνδρός· Πολλοῖς γὰρ κακίη ἔχθεται ἀμφαδίη. Αἰνῶ δ' ὃς λοχόοντα, καὶ ὃς ἀΐδηλον ἐλέγχει, Πνεύματος ὀξυτάτοις ὄμμασι δερκόμενος. Ἀλλὰ σάω καὶ γῆρας ἐμὸν πολιόν τε κάρηνον, Τέρμα φέροις ζωῆς ἵλαος, ὥς με πάρος Ἐνδυκέως ἀγάπαζες, ἐπ' ἤματι δ' ἦμαρ ἄριστον Ἦγες, χρηστοτέραις ἐλπίσι πρόσθε φέρων· Καί μ' ἐκ δυσμενέων τε καὶ ἀργαλέων μελεδώνων, Εὔδιον ἐς λιμένα σῆς βασιλείας ἄγοις, 1378 Ὄφρα σε σὺν φαέεσσιν ἀειζώοισι γεραίρων, Κύδεος οὐρανίου μοῖραν ἔχοιμι, ἄναξ.

Μςʹ. Κατὰ σαρκός. Σὰρξ ὀλοὴ, Βελίαο κακόφρονος οἶδμα κελαινὸν, Σὰρξ ὀλοὴ, παθέων ῥίζα πολυσχιδέων, Σὰρξ ὀλοὴ, κόσμοιο κάτω ῥείοντος ἑταίρη, Σὰρξ ὀλοὴ, ζωῆς ἀντίπαλ' οὐρανίης, Σὰρξ ἐχθρὴ φιλίη τε, γλυκὺς μόθος, ἐσθλὸν ἄπιστον, Ἀνδροφόνοιο φυτοῦ πάντοτε γευομένη· Βόρβορε, ἰλυόεσσα πέδη, βρίθουσα μολυβδὶς, Θὴρ ἀδάμασθ', ὕλης ἔκγονε μαρναμένης, Βράσμα κακὸν, καὶ σῆμα τεῆς καὶ δεσμὸς ἀνάσσης, Εἰκόνος οὐρανίης, τὴν λάχομεν Θεόθεν, Οὐ λήξεις κακότητος ἀναιδέος; οὐχ ὑποείξεις Πνεύματι καὶ πολιῇ, δύσμορε, κακοφραδὲς, 1379 Ἣν Χριστὸς παλάμῃσιν ἑαῖς μορφώσατο μούνην, Ἡνίκ' ἄκοσμον ὕλης κόσμον ἔθηκε λόγῳ, Καὶ πύματον θεότητι κεράσσατο, ὥς κε σαώσῃ Πλάσμα φίλον, ζωῆς κληρονόμον μεγάλης, Τειρόμενον παθέεσσιν ἀμερσινόου Βελίαο, Καὶ θανάτῳ θανάτου ῥύσατ' ἀπηλεγέος, Τοὔνεκεν ἄζεό μοι, καὶ ἴσχεο μαργοσυνάων, Μηδ' ἐπ' ἐμῇ ψυχῇ λύσσαν ἄληκτον ἔχειν. Μαρτύρομ' ἀθανάτοιο Θεοῦ χέρα, καὶ τὸ πονηρὸν Ἦμαρ, ὃ τὰ θνητῶν ὕστατον εἰς ἓν ἄγει. Ὥς σε καταιχμάζων, καὶ ἄλγεσι παντοδαποῖσι Κάμπτων, καὶ νεκύων θήσομ' ἀκιδνοτέρην, Εἰ μή μοι στήσειας ἀτασθαλίην τε ῥόον τε, Τῶν καθαρῶν Χριστοῦ δραξαμένη θυσάνων. Ἐλθέ μοι, ὦ δακρύων τε καθάρσιε νειόθι πηγὴ, 1380 Κἀγρυπνίη μογερὴ σώματος ἠδὲ νόου, Ὄφρα καταψύξειας ἐμὴν φλόγα, καὶ μυδόωσαν Ῥύψειας παθέων σηπεδόν' ἀργαλέων. Καὶ γαστὴρ, ἀπόπεμπε κόρον, καὶ κείμεν' ἔραζε Γοῦνα κατεσκλήκοι, καὶ κόνις εἶδαρ ἔοι. Καὶ τρηχὺς ἁπαλοῖσι περί ῥ' ῥεθέεσσι τετάσθω Σάκκος, ἐμῆς ψυχῆς ἄλκαρ ἐλαυνομένης. Ἐλθὲ, κατηφιόωσα χοὸς δμήτειρα μεληδὼν, Αἰὲν ἐπερχομένας μάστιγας ὀσσομένη. Τοῖα μὲν ἀφραδίης ἐμὰ φάρμακα. Σεῖο δὲ, Χριστὲ, Καὶ ζωὴ καθαρὴ, καὶ βίος ἐκ νεκύων. Τίς πρόγονον κακίης τε καὶ αἵματος ἡμετέροιο ∆έξατ', ἐπεὶ γεῦσιν μύρατο καὶ ἀπάτην; Τίς σκολιὸν βασιλῆα γόοις ἐκάθηρε Μανασσῆ; Τίς