2
ἅγιον εἰς μέσον ἄγε, καὶ περιέσῃ τοῦ πάθους· κἂν οἱ τυχόντες ἀποχρήσωνται, ἐννόησον ἅπερ ἔπασχε παρὰ τῶν οἰκετῶν, καὶ πολλὴν δέξῃ τὴν ἰατρείαν· κἂν πονηρᾷ τις ὑπολήψει σε περιβάλῃ, λόγισαι οἷα περὶ τούτου ἔλεγον, ὅτι οὐδέπω τῶν ἡμαρτημένων αὐτῷ δέδωκεν ἀξίαν δίκην, καὶ οἷα ὠνείδιζον, καὶ περιέσῃ τούτου τοῦ πάθους. Οὐ γὰρ ἔστιν ἐν ἀνθρώποις συμφορὰ, ἣν οὐχ ὑπέμεινεν οὗτος, ὁ παντὸς ἀδάμαντος στεῤῥότερος, λιμὸν, καὶ πενίαν, καὶ νόσον, καὶ ἀποβολὴν παίδων, καὶ ζημίαν τοσούτων χρημάτων ἀθρόον ὑπενεγκών· καὶ μετ' ἐκεῖνο παρὰ γυναικὸς ἐπιβουλευθεὶς, παρὰ φίλων ἐπηρεασθεὶς, παρὰ οἰκετῶν ἐπιβουλευθεὶς, διὰ πάντων ἀπεδείκνυτο πέτρας ἁπάσης στεῤῥότερος 64.509 ὤν· καὶ ταῦτα, πρὸ τοῦ νόμου καὶ τῆς χάριτος. Καὶ γὰρ οὐ τὴν τυχοῦσαν ἕξομεν ἀπολογίαν, ὅταν οἱ μετὰ νόμον καὶ χάριν τοσαύτης ἀπολαύσαντες δωρεᾶς, ἐλάττω φέρωμεν τούτου, τοῦ ἐν ἀρχῇ καὶ προοιμίοις τοῦ βίου τῶν ἀνθρώπων τοσαύτην ἐπιδειξαμένου φιλοσοφίαν.
ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ
«Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι, ᾧ ὄνομα Ἰώβ.» Τί βούλεται τὸ προοίμιον, καὶ τίνος ἕνεκεν ὁ συγγραφεὺς οὕτως ἤρξατο; Ἔμελλε βίον ἐνάρετον διηγεῖσθαι, καὶ πολὺ τὴν ἡμετέραν ὑπερνικῶντα κατάστασιν· ἵνα γοῦν μή τις εἰς τὴν ὑπερβολὴν τῶν ἀγώνων καὶ τῆς ὑπομονῆς ἀναβλέψας, νομίσῃ ξένην εἶναί τινα φύσιν, καὶ οὐκ ἀνθρωπίνην, προλαβὼν δεικνύει τὴν φύσιν, ἵνα σὺ θαυμάσῃς τὴν πρόθεσιν, ὅτι ἄνθρωπος ἦν, κατὰ φύσιν μὲν εἷς τῶν πολλῶν, κατ' ἀρετὴν δὲ τῶν πολλῶν ὑψηλότερος. Εἶπε τὸ κοινὸν τῆς φύσεως, ἵνα δείξῃ τὸ ἰδιάζον τῆς προαιρέσεως, ὅτι τῆς αὐτῆς φύσεως ἅπασι κοινωνήσας, ὑπὲρ φύσιν, καὶ μεῖζον ἢ κατ' ἄνθρωπον, ἐπολιτεύσατο. Κηρύττει δὲ αὐτὸν καὶ ἀπὸ τῆς χώρας, ἵνα κἀντεῦθεν θαυμάσῃς, ὁποῖον ῥόδον ἐξ ἀκάνθης ἐβλάστησεν. Ὅρα δὲ πρῶτον ἐγκώμιον, ὅτι τοιοῦτον βλαστὸν ἤνεγκεν ἡ Αὐσῖτις χώρα. Τὸ γὰρ ἐν Ἀραβίᾳ οὕτως εἶναί τινα δόκιμον, ἔνθα πάντες διεφθαρμένοι, ἔνθα ὑπόδειγμα οὐδὲν ἦν εὐνομίας, τοῦτο ἦν θαυμαστόν. «Καὶ ὁ ἄνθρωπος ἐκεῖνος ἦν ἀληθινὸς, ἄμεμπτος, δίκαιος, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος.» Οἱ μὲν ἔξωθεν σοφοὶ τὸν ἄνθρωπον ὁριζόμενοί φασιν· Ἄνθρωπός ἐστι ζῶον λογικὸν θνητὸν, ἡ δὲ θεία Γραφὴ, τὸν τηρήσαντα τὸ κατ' εἰκόνα, καὶ ἐκ τῆς ἀρετῆς γνωριζόμενον, τοῦτον εἶναι ἄνθρωπον ὁρίζεται, τὸν δὲ συγχέαντα καὶ διαφθείραντα τοὺς θεουδεὶς τύπους καὶ χαρακτῆρας οὐδὲ ἄνθρωπον καλεῖν βούλεται· εἰ γάρ τις ἔχει μὲν τὸν χαρακτῆρα τῆς φύσεως, ὑβρίζει δὲ αὐτὸν τῇ κακίᾳ τῆς προαιρέσεως, ἀκούει παρὰ τοῦ Προφήτου· Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Κἀνταῦθα τοίνυν τῇ συνήθῃ ἑαυτῆς ἡ Γραφὴ κεχρημένη, καὶ δεικνῦσα ὅτι τὸν ἄνθρωπον οὐδὲν οὕτω χαρακτηρίζει, ὡς τὸ ἄμεμπτον, τὸ δίκαιον, τὸ θεοσεβὲς, ἐντεῦθεν καὶ τὸν Ἰὼβ γνωριζόμενον ἀποφαίνει, καί φησιν, ὅτι ἦν ἄνθρωπος ἀληθινός. Οἱ γὰρ φαῦλοι, ψευδεῖς ἄνθρωποι, ὥσπερ οἱ ζωγραφούμενοι. Ταῦτά τοι καὶ ὁ Ἐκκλησιαστὴς, πάσας ἐπὶ τέλει τὰς ἐντολὰς εἰς τὸν τοῦ Θεοῦ φόβον συγκεφαλαιούμενος, Πέρας, φησὶ, λόγου τὸ πᾶν ἄκουε· τὸν Θεὸν φοβοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε, ὅτι 64.512 τοῦτο πᾶς ἅνθρωπος. Ἕτερος δέ τις προφητεύων ἐν Ἱερουσαλὴμ, ἐπειδὴ οὐδένα ἑώρα τὸν ἀκούοντα, Ἦλθον, φησὶν, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων. Καὶ ἡμεῖς δὲ κατὰ τὴν κοινὴν συνήθειαν ἐπειδ' ἂν ἐπί τινα πρᾶξιν τὸν οἰκέτην ἢ τὸν υἱὸν ἀποστέλλωμεν, εἰώθαμεν μὲν λέγειν πρὸς αὐτὸν, ὡς ἄνθρωπος ἅψαι τῆς πράξεως, τουτέστι τὴν ἀνθρωπίνην