1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

37

Θεοῦ βουλήσει συμβαίνουσι, ἄλλον καὶ ἄλλον κατειλημμένους, καὶ μηδένα δυνάμενον ἀπώσασθαι τὸ κεκριμένον. Καὶ ἡ ἀπόδειξις ἀπὸ τῶν μειζόνων καὶ ὡμολογημένων. «Ἐὰν κωλύσῃ τὸ ὕδωρ, ξηρανεῖ τὴν γῆν· ἐὰν δὲ ἐπαφῇ, ἀπώλεσεν αὐτὴν καταστρέψας.» Κἂν ἐπίσχῃ τὸν ὑετὸν, τῷ αὐχμῷ ἀπολεῖται τὰ πάντα, ὡς ἐπὶ Ἡλιοῦ· κἂν ἐπαφῇ τοῦτον τῇ γῇ, ὡς ἐπὶ τοῦ Νῶε, κατέκλυσεν αὐτὴν, καὶ ἠφάνισεν. Εἶτα τὸ εὔλογον τῆς ἀποδείξεως, τοῦ ἕκαστα τῶν παρὰ Θεοῦ γινομένων, μὴ ἂν ἄλλον δύνασθαι ποιεῖν ἢ αὐτὸν, διὰ τῶν ἑξῆς διδάσκει, φάσκων· «Παρ' αὐτῷ κράτος καὶ ἰσχὺς, αὐτῷ ἐπιστήμη καὶ σύνεσις.» Τουτέστιν, Αὐτῷ μόνῳ πρόσεστι, τὸ πάντα κατὰ γνώμην ποιεῖν· συμβαίνει δὲ τοῦτο εἰκότως, ἐπειδὴ πάντων δεσπόζων, ἄφατον ἔχει τὴν δύναμιν. Αὐτῷ ἐπιστήμη καὶ σύνεσις, γνῶσις τῶν ὄντων ἀκριβεστάτη, καὶ κυβέρνησις σοφωτάτη. 64.612 «∆ιάγων βουλευτὰς αἰχμαλώτους, κριτὰς δὲ γῆς ἐξέστησε.» Χρυσοστόμου καὶ Πολυχρονίου. Καὶ ταῦτα τῆς Προνοίας ἔργα· καὶ γὰρ τῷ θείῳ θελήματι καὶ τῇ κρίσει, καὶ βουλευταὶ αἰχμάλωτοι ἄγονται, καὶ κριταὶ μεθίστανται. Ἴσως δὲ τοῦτο οὐ περὶ τῶν ἐν πολέμῳ γινομένων δορυαλώτων φησὶν, ἀλλὰ περὶ τῶν μέγα φρονούντων ἐπ' ἀγχινοίᾳ· ὡς εἰ λέγοι, Σφάλλει καὶ τοὺς σοφοὺς, καὶ τοὺς διακριτικοὺς περιτρέπει, καὶ τοὺς τὰ πρακτέα τοῖς ἄλλοις εἰσηγουμένους, πρὸς τὴν αὑτοῦ ἀκρίβειαν ἀσυνέτους ἀποφαίνει, καὶ εἰς ἀβουλίαν ἄγει. Ταύτην τὴν ἔννοιαν παριστᾷ καὶ Ἀκύλας, καὶ Σύμμαχος· ὁ μὲν γὰρ, ἀπάγων συμβούλους λάφυρα, φησίν· ὁ δὲ, ἄγων βουλευτικοὺς εἰς ἀβουλίαν. Ὅρα δὲ, ὅτι ἄμαχον δείξας τοῦ Θεοῦ τὴν δύναμιν, ἁπάντων αὐτὸν μείζονα κατὰ σοφίαν δείκνυσι· διαιρεῖ δὲ τὸν λόγον, εἴς τε τοὺς κατὰ τὸν βίον λαμπροὺς, καὶ τοὺς ἐν εὐσεβείᾳ νομιζομένους μεγάλους.

ΚΕΦΑΛ. ΙΓʹ

«Εἴη δὴ ὑμῖν κωφεῦσαι, καὶ ἀποβήσεται ὑμῖν σοφία.» Χρυσοστ. καὶ Ὀλυμπ. Ὅταν γάρ τις τὰ μὴ λόγον ἔχοντα φθέγγεται, βέλτιον σιγᾷν, καὶ σιωπῶν μᾶλλον ἔσται σοφὸς, ἢ λέγων. Καλὸν γὰρ τοὺς τοιούτους σιωπᾷν, ἢ τοιούτοις ἐνάλλεσθαι ῥήμασιν· ἡ μὲν γὰρ σιωπὴ τούτων ὑπόνοιαν ἔχει σοφίας· ἐννεὸν γάρ τις ἑαυτὸν ποιήσας, δόξει φρόνιμος εἶναι· ἡ δὲ λαλιὰ παροξύνει τὸν πάσχοντα. Καὶ σὺ τοίνυν, ὦ φιλόθεε, ἐν τοῖς τοιούτοις λόγοις μὴ σαλεύου, μιμοῦ δὲ μᾶλλον τοὺς ἁγίους, εἰδὼς ὅτι σατανικαί εἰσιν αὗται ὑποβολαὶ, καὶ διάβολός ἐστιν ὁ ἐνεργῶν ἐν τοῖς ὀνειδίζουσιν, ἵνα σε τῆς πίστεως ἀφελκύσῃ, καὶ τῆς προθέσεως παύσῃ τῆς ἀγαθῆς. Οἶδε γὰρ ὁ πανοῦργος, ὅτι ὁ μὲν πόνος οὐδέν σε βλάπτει, ἀλλὰ μᾶλλον συνίστησι παρὰ τῷ Θεῷ· τὸ δὲ παύσασθαι τῆς προθέσεως, τοῦτο μεγάλως βλάπτει. Ὅσῳ οὖν μεγάλως σε πειράζει, τοσούτῳ μᾶλλον πρόκοπτε τῇ ἀρετῇ· καὶ ὅσῳ ὀλιγωρεῖν σε βιάζεται, τοσούτῳ μᾶλλον μακροθύμει, καὶ ὑπόμενε, καὶ λέγε, Ταῦτα πάντα ἦλθεν ἐφ' ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου. Ἂν οὕτω κραταιωθῇς πρὸς τοὺς πειρασμοὺς, ὁ μὲν διάβολος ἀποστραφήσεται εἰς τὰ ὀπίσω κατησχυμμένος, μνημονεύσει δέ σου ὁ τῶν ὅλων ∆εσπότης, καὶ ἀναψύξει μὲν ὧδε διττῶς, ἀκούσῃ δὲ μετὰ ταῦτα, Εὖ δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω. Μνήσθητι τῆς ὑπομονῆς τοῦ Ἰὼβ, τοῦ μήτε ἐν εὐθυνίᾳ, μήτε ἐν πειρασμῷ περιτραπέντος, τοσαῦτα ἐν ἑκάστῳ πράγματι μακροθυμήσαντος καρτερῶς, ἕως ἂν ἀπολάβῃ διπλὰ παρὰ Θεοῦ, καὶ μαρτυρηθῇ μέχρι νῦν, ὅτι πέπονθεν, ἵνα φανῇ δίκαιος τοῖς πᾶσιν. 64.613 «Κωφεύσατε ἵνα λαλήσω, καὶ ἀναπαύσωμαι θυμοῦ, ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσιν.» Ὥσπερ γὰρ οἱ τὰς σάρκας ἑαυτῶν καταδάκνοντες ἐν ταῖς ὀδύναις, ἔχουσί τινα παραμυθίαν· οὕτω καὶ ἐγὼ ταῦτα