1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

48

συνηγοροῦντες αὐτῷ· νενίκησθε γὰρ ὑπὸ Ἰώβ. «Ἐπτοήθησαν, οὐκ ἀπεκρίθησαν ἔτι· ἐπαλαίωσαν ἐξ αὐτῶν λόγους· ὑπέμεινα· οὐ γὰρ ἐλάλησα, ὅτι ἔστησαν, οὐκ ἀπεκρίθησαν.» Φασί τινες, μὴ εἶναι τοὺς δύο στίχους τούτους τοῦ Ἐλιοὺς, ἀλλὰ τοῦ συγγραφέως, διαμέσου παραθέντος τὴν τῶν φίλων ἀποσιώπησιν· ἐγὼ δέ φημι καὶ τούτους εἶναι τοῦ Ἐλιοὺς, σχῆμα δὲ ἐνταῦθά ἐστι λόγου, τὸ καλούμενον, κατὰ ἀποστροφήν· ὡς γὰρ πρὸς ἕτερον μεταξὺ διαλεγόμενος, περὶ αὐτῶν φησιν, ὅτι ∆ιὰ τοῦτο λαλῶ, ἐπειδήπερ οὗτοι κατεπλάγησαν τοῦ Ἰὼβ τὰ ῥήματα, καὶ τοὺς ἑαυτῶν λόγους παλαιοὺς, καὶ σαπροὺς, καὶ ἀχρείους ἔδειξαν διὰ τῆς σιωπῆς· ὅθεν καὶ ἐπάγει· Ἐγὼ δὲ ὑπέμεινα, καὶ οὐκ ἐλάλησα, οἰόμενος αὐτοὺς δύνασθαι ἀντειπεῖν· ἐπεὶ δὲ ἔστησαν, καὶ περαιτέρω προελθεῖν οὐκ ἠδυνήθησαν, τοῖς τοῦ Ἰὼβ ἀνακοπέντες λόγοις, παρῆλθον διελέγξαι τὰ εἰρημένα. «Ἡ δὲ γαστήρ μου ὥσπερ ἀσκὸς γλεύκους ζέων δεδεμένος. [Ὁ δὲ Σύμμαχος, Ὥσπερ οἶνος νέος ἀδιάπνευστος.] Ἢ ὥσπερ φυσητὴρ χαλκέως ἐῤῥηγώς.» Ἐνταῦθα δείκνυται, ὅτι πάλαι ὁ Ἐλιοὺς ὠδίνων εἰπεῖν, ὑπέμεινε, καὶ ἐκαρτέρει, καὶ διαῤῥαγῆναι εἶχεν, ὥστε πολλῆς τῆς ὑπομονῆς χρεία· ὅπερ 64.644 ἐστὶ μάλιστα σοφίας ἔργον, δύνασθαι ῥήματα κατασχεῖν.

ΚΕΦΑΛ. ΛΕʹ

«Ἀπὸ πλήθους συκοφαντούμενοι κεκράξονται, βοήσονται ἀπὸ βραχίονος

πολλῶν. Καὶ οὐκ εἶπε, Ποῦ ἐστιν ὁ Θεὸς, ὁ ποιήσας με, ὁ κατατάσσων φυλακὰς νυκτερινάς;» Χρυσοστ. καὶ Ὠριγ. Ἢ οὐχ ὁρᾷς, καθάπερ ἐν στρατοπέδῳ, πάντα διατεταγμένα, καὶ μετὰ πλείονος ἀκριβείας ἕκαστον ἐν τάξει μένον τῇ προσηκούσῃ, οὐδὲν τῶν πάντων τὸν οἰκεῖον ὑπερβαῖνον ὅρον, οὐδὲ τοῖς ἀλλοτρίοις ἐπιπηδῶν χωρίοις; Καθευδόντων γοῦν τῶν ἀνθρώπων, οὐδεὶς ἐπιβουλεύει· ὅτε τὰ θηρία διαβαίνει, τότε οὗτοι καθεύδουσιν. Ὅρα δὲ ὅτι ἐγκώμια τοῦ Θεοῦ καὶ ὕμνους διεξέρχεται ὁ Ἰὼβ, λέγων περὶ αὐτοῦ, Ὁ κατατάσσων φυλακὰς νυκτερινάς. Θέλεις ἰδεῖν πῶς κατατάσσει φυλακὰς νυκτερινὰς ὁ Θεός; Ὅλος ὁ αἰὼν οὗτος νύξ ἐστι, σκότος ἐστί· τὸ φῶς τηρεῖταί σοι· νῦν γὰρ δι' ἐσόπτρου βλέπεις, μέλλεις δέ ποτε βλέπειν τὸ φῶς· οὐκοῦν νύξ ἐστι πᾶς ὁ αἰὼν, καὶ χρεία τῶν φυλακῶν τεταγμένων εἰς νύκτα ταύτην, ἵνα οἱ φύλακες, οἱ ἐπὶ τῶν νυκτῶν, φρουρῶσι τοὺς ἐν νυξὶν ἀπὸ τῶν λῃστῶν, ἀπὸ τῶν θηρίων, ἀπὸ τῶν πολεμίων. Τίνες οἱ φύλακες; Οἱ παρεμβάλλοντες ἄγγελοι. «Κρίθητι δὲ ἐναντίον αὐτοῦ, εἰ δύνασαι αὐτὸν αἰνέσαι, ὡς ἔστι καὶ νῦν.» Ὀλυμπ. καὶ Χρυσοστ. Ἀναλόγισαι, φησὶ, τοῦ Θεοῦ τὴν ἀξίαν, εἰ χωρήσοι τὸν ὕμνον ὁ λογισμός. Τί οὖν πρὸς τοσοῦτον καὶ τηλικοῦτον ἐθέλεις κριθῆναι, ὅπουγε μηδὲ πρὸς ἀξίαν αὐτὸν ὑμνολογῆσαι οἷός τε εἶ; καὶ ταῦτα, ἐφ' οἷς νῦν σε τιμωρεῖται. Εἰ γὰρ δικαστήριον, φησὶν, ἐκάθισε, καὶ τὰ δικαιώματα προέθηκεν, οὐκ ἂν αὐτὸν ἐπῄνεσας, οὐκ ἂν αὐτὸν ἐδόξασας κατ' ἀξίαν ἐπὶ τοῖς εἰς σὲ γεγενημένοις νῦν, ὅτε νομίζεις ἀδικεῖσθαι καὶ κολάζεσθαι· τὸ μὲν γὰρ, μὴ δύνασθαι κατ' ἀξίαν τὸν Θεὸν ὑμνεῖν, οὐδὲν μέγα· τὸ δὲ, μέλλοντα κρίνεσθαι πρὸς αὐτὸν, ἐν τοῖς πρὸς ἡμᾶς, μὴ δύνασθαι κατ' ἀξίαν αὐτὸν ὑμνεῖν, τοῦτο μέγα.

ΚΕΦΑΛ. ΛΗʹ

«Μετὰ δὲ τὸ παύσασθαι Ἐλιοὺν τῆς λέξεως, εἶπεν ὁ Κύριος τῷ Ἰὼβ διὰ λαίλαπος

καὶ νεφῶν.» Ἐπεὶ σύμβολον οὐρανοῦ νέφος, ὡσανεὶ αὐτὸν ἐπιστῆσαι βουλόμενος τὸν οὐρανὸν τῷ Ἰὼβ, οἱονεὶ τὸν θρόνον αὐτοῦ ἤγαγε πλησίον αὐτοῦ, ὥστε διαναστῆναι