1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

13

θορυβῆσαι· ὅταν δὲ καὶ ὁμοῦ φαίνεται συντρέχοντα, ἐννόησον τῶν κυμάτων τὸ ὕψος, ὅση τοῦ χειμῶνος ἡ ὑπερβολή. Ἀλλὰ ὅμως οὐκ εἶπεν οὐδὲν τοιοῦτον, οἷον εἰκός τινας τῶν ἀσθενεστέρων εἰπεῖν· Ἐπὶ τούτοις ἔθρεψα τοὺς παῖδας, καὶ μετὰ ἀκριβείας ἁπάσης ἤσκησα; ἐπὶ τούτοις ἠνέῳξα τὴν οἰκίαν τοῖς παριοῦσιν, ἵνα μετὰ τοὺς πολλοὺς δρόμους ἐκείνους, τοὺς ὑπὲρ τῶν δεομένων, τοὺς ὑπὲρ τῶν γυμνῶν, τοὺς ὑπὲρ τῶν ὀρφανῶν, ταύτας ἀπολάβω τὰς ἀμοιβάς; Ἀλλὰ ἀντὶ τούτων, ἐπὶ τῇ συμφορᾷ τῶν παίδων, τὰ πάσης θυσίας κρείττονα ἀνήνεγκεν, ἃ μυρίων στεφάνων μᾶλλον ἀνέδησε τὴν ἁγίαν ἐκείνην κεφαλὴν, καὶ σαλπίγγων πολλῶν λαμπρότερον ἀνεκήρυξεν· ἔφη γάρ· Αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι· μὴ γὰρ ἐμὰ ταῦτα ἦν, μικρὸν ὕστερον ἀποστήσεσθαι τούτων ἔμελλον· Οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Καὶ πρὸ τῶν 64.541 ῥημάτων, πεσὼν χαμαὶ προσκυνεῖ· καίτοι γὰρ τοιαῦτα παθὼν, τῆς εἰς Θεὸν εὐσεβείας οὐκ ἀπέστη, ἀλλὰ πεσὼν ἐπὶ τὴν γῆν, ἐκεῖνον κατέβαλε τὸν εἰπόντα· Ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. Ἔδειξε τὴν φύσιν, ἔδειξε καὶ τὴν εὐλάβειαν· σωφρόνως γὰρ τὴν περὶ τοὺς παῖδας συμπάθειαν ἐνδειξάμενος, φθάνει τῇ ἀνδρείᾳ τὸ πάθος, καὶ οὐκέτι πρὸς θρήνους ἐξέρχεται, ἀλλὰ τοὺς θείους ἐκείνους ἀποφθέγγεται λόγους· Γυμνὸς γὰρ, φησὶν, ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ. Ποίας μέμνηται κοιλίας; μήποτε ἆρα τὴν πρώτην δημιουργίαν, κοιλίαν λέγει, τῆς ἀπὸ γῆς τὸν ἄνθρωπον γυμνὸν, καὶ ἐλεύθερον πάσης κακίας συμπηξαμένην, τὴν τοῦ προπάτορος οἰκειούμενος δημιουργίαν; ὡς εἶναι τὸν νοῦν τοιοῦτον· Γυμνὸς ἐκ τῆς γῆς διεπλάσθην, παρὰ τῆς θείας χάριτος, ἀπέριττός τις, καὶ οἱονεὶ τυγχάνων ἄϋλος, γυμνὸς οὖν καὶ ἀπελεύσομαι ἐκεῖ· ποῦ; δῆλον, ὅτι ἐπὶ τὸν τόπον τὸν πένθους ἐλεύθερον. Εἰ γὰρ πρὸς τὸ προχείρως νοούμενον, τὴν διάνοιαν λάβοις, καὶ ὑπολάβοις, ὅτι Ἐκ τῆς μητρικῆς νηδύος προελθὼν, εἰς ταύτην πάλιν ἀπελεύσομαι, οὐδὲ [τὸ] τοῦ λόγου σώζεται εὐπρεπὲς, οὐδὲ ἡ ἁρμονία τῆς λέξεως. Τίς γὰρ τῶν εὐφρονούντων ἐπὶ τῆς ἑαυτῆς διανοίας ἀδικήσοι τὴν φύσιν, γαστρὶ μὲν μητρὸς τὸν ἐξ αὐτῆς ἀποδιδοὺς, διαφθείρων δὲ δι' ἀμφοτέρων ἑκάτερον, μιᾷ μυθολογίᾳ φόνον διπλοῦν ἐργαζόμενος; Ἐπεὶ καὶ Νικόδημος, ἀκούων περὶ τοῦ τῆς ἀναγεννήσεως λουτροῦ, Ἐὰν μή τις γεννηθῇ ἄνωθεν, παχέως καὶ ταπεινῶς ἀπεκρίνατο· τὴν ἀπὸ σαρκὸς γὰρ ᾠήθη γέννησιν ἀκούειν, κάτω τοῖς λογισμοῖς συρόμενος, καὶ οὐδὲν ὑψηλὸν φανταζόμενος. «Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον.» Ἤλγησε μὲν γὰρ ὁ Ἰὼβ, τοσοῦτον δὲ, ὅσον εἰκὸς πατέρα φιλόπαιδα, καὶ σφόδρα κηδόμενον τῶν ἀπελθόντων. Οὐκ εἶπε, κατὰ τοὺς πολλοὺς, Βέλτιον ἦν μηδὲ πεῖραν σχεῖν, μηδὲ κληθῆναι πατέρα, ἢ μετὰ τὸ γεύσασθαι τῆς ἡδονῆς ἐκπεσεῖν· ἀλλ' ὑπὲρ μὲν ὧν ἔλαβεν, εὐχαρίστει, ὑπὲρ δὲ ὧν οὐκ εἰς τέλος ἔσχεν, ἐδόξαζεν· οὐκ εἶπεν, ὅτι Βέλτιον ἦν μὴ λαβεῖν τοῦτο, ὅ τινες λέγουσιν ἀγνωμόνως, ἀλλὰ καὶ ὑπὲρ ἐκείνων εὐχαρίστει, λέγων· Ὁ Κύριος ἔδωκε· καὶ ὑπὲρ τούτων εὐλόγει, λέγων· Ὁ Κύριος ἀφείλετο, εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον. Καὶ τὴν γυναῖκα οὕτως ἐπεστόμιζε, δικαιολογούμενος πρὸς αὐτὴν, καὶ τὰ θαυμαστὰ ἐκεῖνα φθεγγόμενος ῥήματα· Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Καὶ τῶν μὲν ἄλλων ἕκαστος ἀνθρώπων, πολλὰ ἑαυτῷ συνειδὼς πονηρὰ, τὴν αἰτίαν οἶδεν ὧν πάσχει, οὐ μικρὸν δὲ τοῦτο εἰς παραμυθίαν· ἐκεῖνος δὲ οὐδὲ τοῦτο εἶχε λογίζεσθαι, ὅτι πλημμε 64.544 λημάτων ἔτινε δίκας, ὃ μάλιστα αὐτοῦ τὸν λογισμὸν ἐθορύβει. Ὅταν μὲν εἰς τὸν βίον εἶδε τὸν ἑαυτοῦ, καὶ τὸ συνειδὸς ὑπὲρ τὸν ἥλιον λάμπον, καὶ τῶν κατορθωμάτων τὸ πλῆθος, ᾔδει ὅτι στεφάνων, καὶ βραβείων, καὶ μυρίων ἐπάθλων ἄξιος ἦν· ὅτε δὲ εἰς τὰ συμβεβηκότα ἅπαντα, τῶν τὰ ἔσχατα