1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

11

πενίαν δείσῃς· οὐδὲ ὑγίεια σώματος, ἵνα φοβηθῇς ἀῤῥωστίαν· οὐδὲ ἡ τῶν πολλῶν ὑπόληψις, ἵνα ὑπείδῃ δόξαν πονηράν· οὐδὲ τὸ ζῇν ἁπλῶς καὶ εἰκῆ, ἵνα μὴ φοβερός σοι γένηται ὁ θάνατος· οὐδὲ ἐλευθερία, ἵνα δουλείαν φύγῃς· ἀλλ' ἡ τῶν ἀληθινῶν δογμάτων ἀκρίβεια, καὶ ἡ κατὰ τὸν βίον ὀρθότης. Ταῦτα οὐδὲ αὐτὸς ὁ διάβολος ἀποσυλῆσαι δυνήσεται, ἐὰν ὁ κεκτημένος αὐτὰ μετὰ τῆς προσηκούσης ἀκριβείας διαφυλάττῃ· καὶ ταῦτα καὶ ὁ πονηρότατος, καὶ ἄγριος δαίμων οἶδεν ἐκεῖνος. 64.536 ∆ιὰ γάρ τοι τοῦτο, καὶ τὴν οὐσίαν ἐσύλα τοῦ Ἰὼβ, οὐχ ἵνα πένητα ποιήσῃ, ἀλλ' ἵνα βλάσφημόν τι ῥῆμα ἐκβάλλειν βιάσηται, καὶ τὸ σῶμα κατέτεμνεν, οὐχ ἵνα ἀῤῥωστίαν περιβάλῃ, ἀλλὰ ἵνα ὑποσκελίσῃ τὴν κατὰ ψυχὴν ἀρετήν. Ἀλλ' ὅμως πάντα αὐτοῦ νικήσας τὰ μηχανήματα, καὶ πένητα ἀντὶ πλουτοῦντος ποιήσας, τοῦτο δὴ τὸ πᾶσιν ἡμῖν φρικωδέστατον εἶναι δοκοῦν, ἀντὶ πολύπαιδος ἄπαιδα, καὶ καταξάνας αὐτοῦ τὸ σῶμα ἅπαν, τῶν ἐν δικαστηρίοις δημίων χαλεπώτερον (οὐ γὰρ οὕτω διορύττουσιν οἱ ἐκείνων ὄνυχες τὰς πλευρὰς τῶν ἐμπιπτόντων, ὡς κατέξαναν αὐτοῦ τὴν σάρκα τῶν σκωλήκων τὰ στόματα), καὶ περιθεὶς αὐτῷ πονηρὰν δόξαν (οἱ γὰρ φίλοι αὐτῷ παρόντες ἔλεγον, Οὐκ ἄξια ὧν ἥμαρτες μεμαστίγωσαι, καὶ πολλοὺς ἀπέτεινον κατ' αὐτοῦ κατηγορίας λόγους)· καὶ οὐχὶ τῆς πόλεως ἐξέβαλε μόνον, οὐδὲ τῆς οἰκίας, καὶ εἰς ἄλλην κατέστησε πόλιν, ἀλλὰ τὴν κοπρίαν αὐτῷ, καὶ οἰκίαν, καὶ πόλιν καταστήσας, οὐ μόνον οὐδὲν αὐτῷ ἐλυμήνατο, ἀλλὰ καὶ λαμπρότερον, δι' ὧν ἐπεβούλευσεν, ἀπέφηνεν. Οὐδὲ οὐ μόνον τι τῶν ὄντων οὐκ ἀφείλετο, καίτοι τοσαῦτα ἀφελόμενος, ἀλλὰ καὶ μείζονα αὐτῷ τὸν πλοῦτον τῆς ἀρετῆς εἰργάσατο· καὶ γὰρ πλείονος μετὰ ταῦτα ἀπέλαυσε παῤῥησίας, ἅτε καὶ σφοδρότερον ἀγωνισάμενος ἀγῶνα. Εἰ δὲ ὁ τοσαῦτα παθὼν, οὐδὲν ἠδίκηται, καὶ παθὼν οὐ παρὰ ἀνθρώπου, ἀλλὰ παρὰ τοῦ πάντων ἀνθρώπων πονηροτέρου δαίμονος· τίς ἕξει λοιπὸν ἀπολογίαν τῶν λεγόντων, ὅτι Ὁ δεῖνά με ἠδίκησε καὶ παρέβλαψεν; Εἰ γὰρ ὁ διάβολος, ὁ τοσαύτης γέμων κακίας, πάντα αὐτοῦ κινήσας τὰ ὄργανα, καὶ πάντα ἀφεὶς τὰ βέλη, καὶ ὅσα ἦν ἐν ἀνθρώποις κακὰ, μετὰ πολλῆς τῆς ὑπερβολῆς εἰς τὴν οἰκίαν τοῦ δικαίου, καὶ εἰς τὸ σῶμα κενώσας, οὐδὲν τὸν ἄνδρα ἠδίκησεν, ἀλλ', ὥσπερ ἔφην, καὶ μᾶλλον ὠφέλησε· πῶς δυνήσονταί τινες τὸν δεῖνα καὶ τὸν δεῖνα αἰτήσασθαι, ὡς παρ' αὐτῶν, ἀλλ' οὐχ ὡς οἴκοθεν ἠδικημένοι; πῶς οἴκοθεν, φησὶν, ὅταν τις μαστιχθῇ παρά τινος, ἢ τὰ ὄντα ἀφαιρεθῇ, ἢ χαλεπήν τινα ἑτέραν ὑπομείνας ἐπήρειαν, βλάσφημόν τι ῥῆμα ἐξήνεγκε; Ἐβλάβη μὲν ἐντεῦθεν, καὶ βλάβην μεγίστην, οὐ μὴν παρὰ τοῦ ἐπηρεάσαντος, ἀλλὰ παρὰ τῆς οἰκείας μικροψυχίας· ὅπερ γὰρ ἔμπροσθεν εἶπον, καὶ νῦν ἐρῶ· Οὐδεὶς ἀνθρώπων, κἂν μυριάκις ᾖ πονηρὸς, τοῦ ἀλάστορος ἐκείνου δαίμονος, καὶ ἀκαταλλάκτως πρὸς ἡμᾶς ἔχοντος τοῦ διαβόλου, πονηρότερον ἂν προσβάλλοι, οὐδὲ πικρότερον· ἀλλ' ὅμως ὁ χαλεπὸς οὗτος δαίμων οὐκ ἴσχυσε, τὸν πρὸ τοῦ νόμου, τὸν πρὸ τῆς χάριτος, τοσαῦτα κατ' αὐτοῦ βέλη καὶ οὕτω πικρὰ πανταχόθεν ἀφεὶς ὑποσκελίσαι καταβαλεῖν. Νῦν μὲν γὰρ ἐφ' ἡμῶν, πολλοὶ τῶν πενθούντων 64.537 τρέφουσι κόμην, ἐκεῖνος δὲ περιῄρει. ∆ιὰ τί; τῷ πενθοῦντι τὸ σπουδαζόμενον ἦν, εἰς τὸ ἐναντίον σχῆμα περιστῆσαι τὴν κατάστασιν. Ὅπου οὖν τιμᾶται κόμη, σημεῖον πένθους τὸ κείρεσθαι. ∆ιέῤῥηξε δὲ τὰ ἱμάτια, τῷ μὲν σχήματι, πρὸς πάθος ἀποδυρόμενος, τῇ δὲ ἀληθείᾳ, πρὸς πάλην ἀποδυόμενος, καὶ εἰς τὸν ἀγῶνα λοιπὸν ἑαυτὸν καθιεὶς, ἵνα ὡς γυμνὸς ἀθλητὴς περιπλακῇ τῷ ἀντιπάλῳ. «Καὶ πεσὼν χαμαὶ προσεκύνησε τῷ Κυρίῳ, καὶ εἶπεν, Αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ.» Οὗτος ὁ Ἰὼβ συνέκοψε τοῦ διαβόλου τὴν ὄψιν, παιόμενος, οὐ παίων· ἐκένωσεν αὐτοῦ τὴν βελοθήκην ἅπασαν, κατατοξευόμενος παρ' αὐτοῦ συνεχῶς· ἅπαν ὑπέμεινε πειρασμῶν εἶδος, καὶ ἕκαστον μεθ' ὑπερβολῆς ἁπάσης. Τὰ γὰρ δοκοῦντα κατὰ τὸν βίον εἶναι