1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

29

Κυρίου, Μὴ νομίσῃς, φησὶ, δαιμόνων εἶναι πονηρῶν, μηδὲ ἀνθρώπων ἐπιβούλων, τὰ συμβεβηκότα. Θεός ἐστιν ὁ κολάζων, οὔκουν ἀναμφισβήτητον δικαίαν εἶναι τὴν κόλασιν; «Εἰ δέ τι ῥῆμα ἀληθινὸν ἐγεγόνει ἐν λόγοις σου.» Τὸ δὲ, Εἴ τι ῥῆμα ἀληθινὸν ἐγεγόνει ἐν τοῖς λόγοις σου, αἰνίττεται, ὅτι πολλάκις σεμνά τινα εἶπεν ὁ Ἰὼβ, ἤτοι εἰς ζῆλόν τινας ἄγων, ἢ καὶ ἑτέρας ἕνεκεν οἰκονομίας. «Εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει, κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησεν.» 64.588 Καλῶς δὲ εἶπε τὸ, ἐπενόησε· τὴν γὰρ σοφίαν αὐτοῦ διὰ τούτου δείκνυσιν, ἵνα μὴ τὸ τῆς φύσεως αὐτοὺς μεγαλεῖον ἐπάρῃ, ἀλλὰ διαπαντὸς ὦσιν ὑποτεταγμένοι τῷ Θεῷ. Εἴ γε καὶ Κατ' αὐτῶν σκολιόν τι ἐπενόησε, τουτέστιν, Ἐκόλασεν αὐτοὺς ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον. «Ἔπαισεν αὐτοὺς σητὸς τρόπον, καὶ ἀπὸ πρωΐθεν μέχρι ἑσπέρας οὐκ ἔτι εἰσί.» Τὸ οὖν, Ἔπαισεν αὐτοὺς σητὸς τρόπον, ἀντὶ τοῦ, εὐκόλως καὶ τὰ ἐνδότατα διέφθειρε. Τὸ δὲ, ἐνεφύσησε, τουτέστιν, οὐκ ἐδεήθη καμάτου, ἀλλ' ἠβουλήθη μόνον, καὶ τέλος ἔσχε τὰ κατ' αὐτούς. Τοῦτο δὲ ἐκ μεταφορᾶς εἴρηται τῶν ὀργιζομένων, οἳ ἔθος ἔχουσιν, ἀντὶ ἐπιτιμήσεως τῷ ἐμφυσήματι κεχρῆσθαι. Τὸ δὲ, Ἀπὸ πρωΐθεν ἕως ἑσπέρας οὐκ ἔτι εἰσὶν, εἶπεν, ἢ διὰ τὸ τὸν Ἰὼβ αὐθημερὸν ἅπαντα ὑποστῆναι· ἢ ὥστε δεῖξαι, ὅτι οὐ δεῖται χρόνου Θεὸς, τοὺς ἀσεβεῖς τιμωρούμενος.

ΚΕΦ. Εʹ

«Οὐ γὰρ μὴ ἐξέλθῃ ἐκ τῆς γῆς κόπος.» [Ὁ δὲ Σύμμαχος, Οὐ γὰρ ἐξελεύσεται ἀπὸ κόνεως ὀδύνη.] «Οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει πόνος· ἀλλὰ ἄνθρωπος γεννᾶται κόπῳ· νεοσσοὶ δὲ γυπὸς τὰ ὑψηλὰ πέτονται.» Τί οὖν; πλείονος ἀπολαύουσι προνοίας; ἄπαγε· ἐπεὶ μηδὲ ἡ γῆ, μηδὲ τὰ ὄρη, ἐπείπερ ἀναίσθητα τυγχάνουσι· φυσικὸν γὰρ, φησὶ, τὸ πρᾶγμά ἐστιν ἀδύνατον διαφυγεῖν δυσπραγίαν. Ἵνα γὰρ μὴ λέγῃ τις πάλιν, ὅτι δίκαιός ἐστι· φησὶν, ὅτι ἡ φύσις ἡ ἀνθρωπίνη τοιαύτη ἐστὶν, οὐκ ἀναμάρτητος. Ἀπὸ οὖν τῆς φύσεως ὁ Ἐλιφὰζ διισχυρίζεται, καί φησιν, Ἀνθρώπου ἴδιον, τὸ ἐν συμφοραῖς ἐξετάζεσθαι. Εὐθὺς γοῦν γεννηθεὶς, τὸ κοπιᾷν προσκεκλήρωται, καὶ πᾶσα ἡ ζωὴ αὐτοῦ, μόχθου καὶ ταλαιπωρίας γέμει. Καὶ κατὰ τοῦτο, τῶν ἐκ γῆς καὶ ὀρέων φυομένων, ἡ ἡμετέρα φύσις ἐλαττοῦται, ἔχουσα τὸ ὀδυνηρὸν ἐν τῇ γενέσει καὶ αὐξήσει. Καὶ τοῖς ὀρνέοις δὲ δέδοται, τὸ ἀλύπως ἵπτασθαι, καὶ δίχα πόνων τὴν τροφὴν ἐκλέγειν· οὐ μήν τι τούτων ὑπάρχει ἀνθρώπῳ ἐκτὸς ταλαιπωρίας. «Τὸν διδόντα ὑετὸν ἐπὶ τὴν γῆν, ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπ' οὐρανόν.» Ὃ πρῶτον τῆς εὐεργεσίας αὐτοῦ, καὶ τῆς ζωῆς ἡμῶν συνεκτικὸν, καὶ μεταβολῆς καιροῦ δηλωτικόν. «Ἀδύνατος δὲ ἐξέλθοι ἐκ χειρὸς δυνάστου· εἴη δὲ ἀδυνάτῳ ἐλπὶς, ἀδίκου δὲ στόμα ἐμφραχθείη.» Ταῦτα δὲ, φησὶ, ποιεῖ ὁ Θεὸς, ἵνα καὶ ὁ ἀδύνατος ἐλπίζῃ τὰ χρηστὰ, καὶ ὁ ἄδικος μὴ ἐπαίρηται ἀλλ' ἡ μεγαλοῤῥήμων γλῶσσα ἐμφράσσηται, καὶ ἡ ὑψηλὴ ὀφρὺς καταστέλληται. 64.589 «Μακάριος δὲ ἄνθρωπος, ὃν ἤλεγξεν ὁ Κύριος, νουθέτημα δὲ παντοκράτορος μὴ ἀπαναίνου.» Εἰ γὰρ αὐτός ἐστιν ὁ λύων τὰ δεινὰ, καὶ πρὸς τὰ ἐναντία μετάγων, καὶ ποιῶν ἀπολαῦσαι βαθείας εἰρήνης, οὐδὲ ταῦτα ἀπὸ γνώμης ἑτέρας ποιεῖ, ἀλλὰ καὶ ἀπὸ τῆς αὐτῆς. «Ἑξάκις ἐξ ἀναγκῶν σε ἐξελεῖται, ἐν δὲ τῷ ἑβδόμῳ οὐ μὴ ἅψηταί σου κακόν.» Τουτέστιν, οὐκ ἀεὶ ταῦτα ποιεῖ· ἀλλ' ἐν μὲν τοῖς πρώτοις ἀφίησι πεῖραν λαβεῖν· μετὰ δὲ ταῦτα, οὐδὲ πεῖραν, ὥστε μηδὲ τοῦ ῥυσθῆναί σε χρείαν εἶναι λοιπόν. «Ἀπὸ μάστιγος γλώσσης σε κρύψει.» Οὐ μικρὸν δὲ καὶ τοῦτο, ἀλλὰ καὶ πάνυ μέγα, τὸ ῥυσθῆναι ἀπὸ ἀνδρὸς λαλοῦντος μηδὲν ἀγαθόν. Οὐδὲν γὰρ γλώσσης χεῖρον· πάσης ἐπιβουλῆς, παντὸς ξίφους τοῦτο χαλεπώτερον καὶ ἀφορητότερον. «Ἀδίκων καὶ ἀνόμων