1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

3

Στρωφᾶσθαι, ῥήτραις τε φέρειν κλόνον ἀντιπάλοισιν, Ἠδὲ νόμων στρεπτῇσιν ἐν ἄρκυσιν ἄλγεα πάσχειν, Ἔνθα μόθος τε πόνος τε, κακοὶ δέ τε πλεῖον ἔχουσιν Ἐσθλῶν, οἱ δὲ νόμων ἐπιτάῤῥοθοι, ἀμφοτέροισιν 982 Ὤνιοι· ἢν δὲ κακός τις ἔχοι πλέον, οὗτος ἄριστος. Τίς κεν ψεύδεα πολλὰ, δολοπλοκίας τ' ἀλέοιτο Νόσφι Θεοῦ, τοιοῖσδε μετ' ἀνδράσιν· Ἡ γὰρ ἀνάγκη Προτροπάδην φεύγοντα κακοῖς ἀπὸ πάντα τινάξαι, Ἠὲ καὶ ἀμπλακίῃσι μελαίνεσθαι φίλον ἦτορ· Ὥς τε πυρὸς μαλεροῖο κακῇ πελάοντας ἀϋτμῇ, Ἢ πυρὸς, ἠὲ καπνοῦ σημήια λυγρὰ φέροντας. Ἀλλὰ τὰ μέν κ' ἐπιεικτά. Τὸ δ' ἄλγιον ἕλκος ἔμοι γε, Ὅσσα κασιγνήτοιο βίον ἀπὸ τόνδε λιπόντος Ἔτλην, καὶ παθέειν ἔτι γ' ἔλπομαι. Οἱ γὰρ ἀέλπτοις Πήμασιν ἐμπελάσαντες, ἀρείονα οὐ δοκέουσι. 983 Τοῦ μὲν ἐγὼ ζώοντος, ἔχον κλέος οἷον ἀπ' ἄλλων. Οὐ γὰρ ἐμάς ποτε πλοῦτος ἕλε φρένας, οὐδέ τις ἀλκή. Ἄλγεα δὲ, στοναχάς τε, ἐπεὶ θάνε, μοῦνος ἐδέγμην. Χρήματα δ' ὅσσ' ἐπέπαστο, τὰ μὲν λάβε γαῖα χανοῦσα, Νικαίη βρασμοῖσιν ὅτ' ἤριπεν· ἄλλα δ' ἀλιτρῶν Ἁρπάγδην παλάμῃσιν, ἑλώρια θήκατο δαίμων. Αὐτὸς δὲ κρυφθεὶς μόρον ἔκφυγεν, οὐρανίοιο Χεῖρα Θεοῦ τανύσαντος ὑπὲρ τέγος, ἔνθαπερ ἦεν. Ὤ μοι Καισαρίοιο! Πάρος γε μὲν ἐν βασιλείοις Ἀστὴρ ὥς τις ἔλαμπες ἑωσφόρος, οὔνομα σεμνὸν, Ἄκρα φέρων σοφίης τε καὶ ἤθεος ἱμερόεντος, Καὶ πολλοῖς σθεναροῖς τε φίλοις κομόων ἑτάροισι. 984 Πολλοῖς μὲν μογερῶν ἄκος εὕραο σώμασι νούσων· Πολλοῖς δ' αὖ πενίης λύσιν ὤπασας, αἴσιμα ῥέζων. Νῦν δὲ θανὼν, πολλοὺς κόρεσας κύνας, οἵ μ' ὑλάουσι Πάντοθεν ἑσταμένοι· πηῶν δέ μοι οὔτις ἀρήγει. Παῦροι δ' αὖ φιλέουσιν ὁμοίϊα δυσμενέεσσι. Πρίν τι λαβεῖν τίουσιν, ἀτὰρ στυγέουσι λαβόντες. Ὡς δρυὸς ὑψικόμοιο, βίαις ἀνέμων ἐριπούσης, Κλῶνας ἀφαρπάζουσι περισταδὸν ἄλλοθεν ἄλλος, Ἢ μεγάλην, φραγμοῖο διαῤῥαισθέντος, ἀλωὴν Νηλειῶς τρυγόωσι παρατροχάοντες ὁδῖται, Καὶ δρυμόθεν μονόφορβος ἑῷ δηλήσατ' ὀδόντι· Αὐτὰρ ἐμοὶ πόνος ἐστὶν ἀγάστονος. Οὔτε κορέσσαι Πάντας ἔτι σθένος ἐστὶν ἐμῆς χερὸς, οὔτ' ἀπερύκειν. Ἐξ οὗ γὰρ πρώτιστον ἀποτμήξας βιότοιο 985 ψυχὴν οὐρανίοισι νοήμασι μίξα φαεινοῖς, Καί με φέρων νόος αἰπὺς ἀπόπροθι σαρκὸς ἔθηκεν, Ἔνθεν ἀναστήσας, σκηνῆς δέ με κρύψε μυχοῖσιν Οὐρανίης, Τριάδος δὲ φάος περίλαμψεν ὀπωπὰς Ἡμετέρας, τῆς οὔ τι φαάντερον εἰσενόησα, Ὑψιθρόνου, ξυνόν τε σέλας καὶ ἄφραστον ἱείσης, Ἥ τ' ἀρχὴ πάντεσσιν, ὅσα χρόνος ὑψόθεν εἴργει· Ἐκ τοῦ δὴ κόσμῳ τ' ἔθανον, καὶ κόσμος ἐμοί γε· Καὶ νέκυς ἔμπνοός εἰμι, τὸ δὲ σθένος οἷον ὀνείρων· Ζωὴ δ' ἄλλοθί μοι, στενάχω δ' ὑπὸ σαρκὶ παχείῃ, Τήν ῥα σοφοὶ καλέουσι νόου ζόφον. Ἰσχανόω δὲ, Τῆσδε λυθεὶς βιοτῆς τε καὶ ὄψιος ἀχλυοέσσης, Καὶ χαμαὶ ἐρχομένων, πλαζόντων πλαζομένων τε, Ἑσταότ' εἰσοράαν καθαρώτερον, οὐκέτ' ἀμυδροῖς 986 Μίγδην εἰδώλοισι πεφυρμένα, ὡς τοπάροιθεν, Οἷς τε καὶ ὀξυτάτοιο νόου πλάζονται ὀπωπαὶ, Αὐτὴν δ' ἀτρεκίην καθαροῦ νοὸς ὄμματι λεύσσων. Ἀλλὰ τὰ μὲν μετόπισθε· τὰ δ' ἐνθάδε καπνὸς ἄτιμος, Ἢ κόνις, οἳ βιότοιο μέγαν βίον ἠλλάξαντο, Ὑψηλὸν χθονίοιο, καὶ ἔμπεδον ὀλλυμένοιο. Τοὔνεκά μοι καὶ πάντες ἐπέχραον, οὐδ' ἐθέλουσι Χάζεσθαι, σπεύδοντες ἑτοιμοτάτην ἐπὶ θήρην. Αἶ αἶ Καισάριος δὲ λυπρὴ κόνις, ὅστις ἐμεῖο Ὄχλου ἅπαντ' ἀπέεργε, διδοὺς ἅπαν ἄχθος ἀλεύσκειν; Τίων ὡς οὔπω τις ἀδελφεὸν ἄλλος ἔτισεν, Αἰδόμενός θ' ὡς εἴ τις ἑὸν πατέρ' ἀμφαγαπάζων. Αὐτὰρ ἐγὼν οὐ τόσσον ὀδύρομαι, οὐ βιότοιο 987 Σκιδναμένου, τὸν ξυνὸν ἔχειν ἐπόθησα πενιχροῖς, Οἷά τε καὐτὸς ἐὼν ἐπιδήμιος ἐνθάδ' ἀλήτης, Ἐς χέρα δ' Ὑψίστου ὁρόων δώτειραν ἐάων· Οὐ πᾶσι θνητοῖσιν ἀπεχθέος εἵνεκα λώβης, Ἥτε καὶ ἤπιον ἄνδρα χόλου πίμπλησι τάχιστα· Οὔτε κασιγνήτων, οὕς μοι τάφος ἀμφικαλύπτει, Ὠκυμόρους, πάντεσσιν ἐπιχθονίοισιν ἀγητοὺς, Ὅσσον ἐμὴν ψυχὴν ὀλοφύρομαι, ὥς τις ἄνασσαν Καλήν τε μεγάλην τε καὶ εὐγενέων βασιλήων, Εἰσορόων στιβαρῇσιν ἀλυκτοπέδαις μογέουσαν, Ἣν δορὶ δυσμενέοντες ἕλον, χαλεπῇ δ' ἐνέδησαν ∆ουλοσύνῃ, καὶ στυγνὰ κατὰ χθονὸς ὄμματ' ἐρείδει. Τοῖα πάθον·