1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

4

καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, ἵνα παραστήσῃ ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων.»

1.17 Εἶδες ἕδνων μέγεθος; Εἶδες ἀγάπης ὑπερβολὴν ἄφατον; «Καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς.» Τοῦτο οὐκ ἄν τίς ποτε ποιῆσαι κατεδέξατο, τὸ αἷμα ἐκχεῖν ὑπὲρ τῆς μελλούσης αὐτῷ συνάπτεσθαι. Ἀλλ' ὁ φιλάνθρωπος δεσπότης τὴν οἰκείαν μιμούμενος ἀγαθότητα, τοῦτο τὸ μέγα καὶ παράδοξον διὰ τὴν περὶ αὐτὴν κηδεμονίαν κατεδέξατο, ἵνα διὰ τοῦ αἵματος τοῦ ἰδίου ταύτην ἁγιάσῃ, ἵνα καθαρίσας τῷ λουτρῷ τοῦ βαπτίσματος παραστήσῃ ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν. ∆ιὰ τοῦτο τὸ αἷμα ἐξέχεε καὶ σταυρὸν ὑπέμεινεν ἵνα καὶ ἡμῖν διὰ τούτου τὸν ἁγιασμὸν χαρίσηται καὶ καθαρίσῃ ἡμᾶς διὰ τῆς τοῦ λουτροῦ ἀναγεννήσεως καὶ τοὺς πρότερον ἠτιμωμένους καὶ μηδεμίαν παρρησίαν δυναμένους ἔχειν παραστήσῃ ἑαυτῷ ἐνδόξους μὴ ἔχοντας σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων. 1.18 Ὁρᾷς πῶς διὰ τοῦ εἰπεῖν· «Καθαρίσει καὶ παραστήσῃ ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα», ἐδίδαξεν ἡμᾶς τὴν ἀκαθαρσίαν ἐν ᾗ πρότερον ἐτύγχανεν οὖσα; Ταῦτα δὴ πάντα ἐννοοῦντες, οἱ νέοι τοῦ Χριστοῦ στρατιῶται, μὴ πρὸς τὸ μέγεθος τῶν οἰκείων ἐφορᾶτε κακῶν μηδὲ τὴν ὑπερβολὴν τῶν ἡμαρτημένων ὑμῖν λογίσησθε· μᾶλλον δὲ, ταῦτα μετ' ἀκριβείας ἀναλογισάμενοι, μηδὲ οὕτως ἐνδοιάσητε ἀλλ' εἰδότες τοῦ δεσπότου τὸ φιλότιμον, τῆς χάριτος τὴν ὑπερβολήν, τῆς δωρεᾶς τὸ μέγεθος, ὅσοι κατηξιώθητε ἐνταῦθα πολιτογραφηθῆναι, μετὰ πολλῆς τῆς εὐγνωμοσύνης προσέλθετε καὶ πάντων τῶν ἤδη προπεπραγμένων ὑμῖν ἀποστάντες ὁλοκλήρῳ τῇ διανοίᾳ τὴν μετάστασιν ἐπιδείξασθε. 1.19 Καὶ ἐπειδὴ ἔγνωτε καλῶς οἵους ὑμᾶς ὄντας καὶ ὅπως διακειμένους ὁ δεσπότης προσίεται, οὐ δίκας ἀπαιτῶν τῶν πλημμεληθέντων οὐδὲ τῶν ἡμαρτημένων τὴν ἐξέτασιν ποιούμενος, καὶ αὐτοὶ τὰ παρ' ἑαυτῶν εἰσενέγκατε οὐ τῇ γλώττῃ μόνον ἀλλὰ καὶ τῇ διανοίᾳ τὰς πρὸς αὐτὸν ὁμολογίας βεβαιοῦντες. «Καρδίᾳ γάρ, φησί, πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.» ∆εῖ γὰρ καὶ τὴν διάνοιαν ἐστηρίχθαι βεβαίως ἐν τῇ εὐσεβεῖ πίστει καὶ τὴν γλῶτταν διὰ τῆς ὁμολογίας κηρύττειν τὸ πεπηγὸς τῆς διανοίας. 1.20 Ἐπεὶ οὖν ὁ θεμέλιος τῆς εὐσεβείας ἡ πίστις ἐστί, φέρε μικρὰ περὶ ταύτης ὑμῖν διαλεχθῶμεν ἵνα τὸν θεμέλιον ἀρραγῆ καταβαλόμενοι, οὕτω λοιπὸν μετὰ ἀσφαλείας τὴν πᾶσαν οἰκοδομὴν ποιησώμεθα. Προσήκει τοίνυν τοὺς εἰς τὸ ἴδιον τοῦτο τὸ πνευματικὸν ἀπογραψαμένους πιστεύειν εἰς τὸν τῶν ὅλων Θεὸν τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸν πάντων αἴτιον, τὸν ἄφραστον, τὸν ἀπερινόητον, τὸν οὔτε λόγῳ οὔτε διανοίᾳ ἑρμηνευθῆναι δυνάμενον, τὸν φιλανθρωπίᾳ καὶ ἀγαθότητι τὰ πάντα συστησάμενον. 1.21 Καὶ εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν Υἱὸν 1.21 αὐτοῦ τὸν μονογενῆ, τὸν κατὰ πάντα ὅμοιον καὶ ἴσον τῷ Πατρὶ καὶ ἀπαράλλακτον ἔχοντα τὴν πρὸς αὐτὸν ὁμοιότητα, τὸν ὁμοούσιον καὶ ἐν ἰδίᾳ ὑποστάσει γνωριζόμενον, τὸν ἀρρήτως ἐξ αὐτοῦ προελθόντα, τὸν χρόνων ἀνώτερον καὶ τῶν αἰώνων ἁπάντων δημιουργόν, ἐν ὑστέροις δὲ καιροῖς διὰ τὴν ἡμετέραν σωτηρίαν μορφὴν δούλου ἀναλαβόντα καὶ ἄνθρωπον γενόμενον καὶ συναναστραφέντα τῇ ἀνθρωπίνῃ φύσει, καὶ σταυρωθέντα καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστάντα. 1.22 ∆εῖ γὰρ ὑμᾶς ταῦτα ἀκριβῶς ἔχειν ἐμπεπηγότα ὑμῶν τῇ διανοίᾳ ἵνα μὴ εὐχείρωτοι γένησθε ταῖς ἀπάταις ταῖς διαβολικαῖς, ἀλλ' ἄν τε Ἀρείου παῖδες ὑποσκελίζειν βούλωνται, εἰδείητε ἀκριβῶς ὅτι ἀποφράττειν δεῖ τὰς ἀκοὰς πρὸς τὰ παρ' αὐτῶν λεγόμενα, μετὰ παρρησίας πρὸς αὐτοὺς ἀποκρινομένους καὶ δεικνύντας ὅμοιον κατὰ τὴν οὐσίαν ὄντα τῷ Πατρὶ τὸν Υἱόν. Αὐτὸς γάρ ἐστιν ὁ εἰρηκώς· «Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ» καὶ διὰ πάντων δείκνυσιν ὅτι τὴν ἴσην ἔχει τῷ Πατρὶ δύναμιν. Ἄν τε Σαβέλλιος ἑτέρωθεν διαφθείρειν βούληται τὰ ὑγιῆ δόγματα συναλείφων τὰς ὑποστάσεις, κἀκείνῳ τὰς ἀκοὰς ἀποτείχισον,