1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

34

καὶ βοᾷ Παῦλος λέγων ἐπὶ τῶν τὰ σκάνδαλα παρεχόντων καὶ καταβλαπτόντων τῶν ὁρώντων τὴν συνείδησιν ὅτι ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει δι' ὃν ὁ Χριστὸς ἀπέθανεν, εἰ τοίνυν ὁ δεσπότης σου δι' αὐτὸν τὸ αἷμα ἐξέχεε, πῶς οὐ δίκαιον ἕκαστον ἡμῶν κἂν γοῦν τὴν διὰ τῶν λόγων παραίνεσιν εἰσφέρειν καὶ χεῖρα ὀρέγειν τοῖς ἀπὸ ῥᾳθυμίας εἰς τὰς τοῦ διαβόλου παγίδας ἐμπεπτωκόσιν. Ἀλλ' ὅτι μὲν τοῦτο ποιήσητε φιλόστοργοί τινες ὄντες περὶ τὰ μέλη τὰ ὑμέτερα καὶ μετὰ πάσης σπουδῆς ἐπανάξετε τοὺς ἀδελφοὺς τοὺς ὑμετέρους πρὸς τὴν κοινὴν μητέρα, πάνυ πέπεισμαι εἰδὼς ὅτι διὰ τὴν τοῦ Θεοῦ χάριν συνετοὶ ὄντες δύνασθε καὶ ἄλλους νουθετεῖν. 6.21 Βούλομαι δὲ λοιπὸν πρὸς τοὺς νεοφωτίστους τρέψαι τὸν λόγον· νεοφωτίστους δὲ λέγω οὐ τοὺς πρόσφατον ἀξιωθέντας τῆς δωρεᾶς τῆς πνευματικῆς ἀλλὰ τοὺς πρὸ ἐνιαυτοῦ καὶ πρὸ πλείονος χρόνου. Εἰ γὰρ βούλοιντο, δυνήσονται καὶ οὗτοι διηνεκῶς ταύτης ἀπολαύειν τῆς προσηγορίας. Ἡ γὰρ νεότης αὕτη γῆρας οὐκ ἐπίσταται, νόσῳ οὐχ ὑπόκειται, ἀθυμίᾳ οὐχ ἁλίσκεται, χρόνῳ οὐκ ἀμαυροῦται, οὐδενὶ εἴκει, οὐχ ὑπ' οὐδενὸς ἡττᾶται, εἰ μὴ ὑπὸ ἁμαρτίας μόνης. Τὸ γὰρ βαρὺ ταύτης γῆρας ἡ ἁμαρτία. 6.22 Καὶ ἵνα μάθῃς ὅτι πάντων αὕτη βαρυτέρα, ἄκουε τοῦ προφήτου λέγοντος· «Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ.» Οὐ μόνον δὲ βαρεῖα τυγχάνει, ἀλλὰ καὶ δυσώδης. Ἐπήγαγε γάρ· «Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου.» Εἶδες οὐ μόνον βαρεῖαν ἀλλὰ καὶ δυσώδη τὴν ἁμαρτίαν; Μάνθανε καὶ πόθεν αὕτη τίκτεται διὰ τῶν ἐπαγομένων· «Ἀπὸ προσώπου γάρ, φησί, τῆς ἀφροσύνης μου.» Ἄρα ἀφροσύνη πάντων αἰτία ἡμῖν τῶν κακῶν. Ἔστιν οὖν καὶ γέροντα ὄντα κατὰ τὴν τοῦ σώματος ἡλικίαν νέον εἶναι καὶ νεοφώτιστον κατὰ τὴν τῆς χάριτος ἀκμήν, καὶ νέον ὄντα κατὰ τὸ σῶμα γεγηρακέναι κατὰ τὸ τῶν ἁμαρτημάτων πλῆθος. Ἔνθα γὰρ ἂν αὕτη εἴσοδον λάβῃ, πολὺν τὸν σπῖλον, πολλὴν τὴν ῥυτίδα ἐργάζεται. 6.23 ∆ιὸ παρακαλῶ καὶ τοὺς πρόσφατον τοῦ βαπτίσματος ἀξιωθέντας καὶ τοὺς πρὸ τούτου τῆς δωρεᾶς ἐπιτυχόντας, τοὺς μὲν ἀποσμήχειν δι' ἐξομολογήσεως καὶ δακρύων καὶ μετανοίας ἀκριβεστάτης τὸν προλαβόντα ῥύπον, τοὺς δὲ τὴν φαιδρότητα διατηρεῖν ἀνθοῦσαν καὶ τῆς ψυχῆς τὸ κάλλος περισκοπεῖν ὥστε μηδεμίαν ῥανίδα δέξασθαι ῥύπον ἐμποιῆσαι δυναμένην. Οὐχ ὁρᾶτε τοὺς τὴν λαμπρὰν ἐσθῆτα περιβαλλομένους ὅσην σπουδὴν ποιοῦνται βαδίζοντες ἐπὶ τῆς ἀγορᾶς μήπου ῥανὶς βορβόρου ἐξακοντισθεῖσα λυμήνηται τοῦ ἱματίου τὸ κάλλος, καίτοι οὐδεμία ἐντεῦθεν ἂν γένοιτο βλάβη τῇ ψυχῇ· ἱμάτιον γάρ ἐστι καὶ ὑπὸ σητὸς ἀναλισκόμενον καὶ ὑπὸ χρόνου δαπανώμενον, ἄλλως δὲ καὶ ῥυπωθὲν εὐκόλως ὕδατι ἀποκαθαιρόμενον. Ἐπὶ δὲ τῆς ψυχῆς εἰ γένοιτό ποτε, ὃ μὴ γένοιτο, καὶ δέξεταί τινα κηλῖδα ἢ διὰ γλώττης ἢ διὰ λογισμῶν τῶν ἐν τῇ διανοίᾳ τικτομένων, πολλὴ εὐθέως ἡ λύμη ἐπεισέρχεται, πολὺ τοῦ φορτίου τὸ βάρος, πολλὴ ἡ δυσωδία. 6.24 ∆ιὰ τοῦτο δεδοικὼς κἀγὼ τοῦ ἐχθροῦ τὰς μηχανὰς συνεχῆ ποιοῦμαι τὴν παραίνεσιν ἵνα τὴν νυμφικὴν στολὴν ἀκραιφνῆ διατηρήσητε καὶ μετὰ ταύτης ἀεὶ εἰς τὸν γάμον εἰσίητε τοῦτον τὸν πνευματικόν. Ὅτι γὰρ γάμος πνευματικός ἐστι τὰ ἐνταῦθα τελούμενα, ὅρα πῶς καθάπερ ἐπὶ τῶν γάμων τούτων τῶν ἀνθρωπίνων μέχρις ἑπτὰ ἡμερῶν αἱ παστάδες εἰσὶ τεταμέναι, οὕτω καὶ ἡμεῖς ἐν τοσαύταις ἡμέραις τὴν παστάδα ταύτην τὴν πνευματικὴν ὑμῖν τείνομεν, τὴν τράπεζαν ὑμῖν παρατιθέντες τὴν μυστικήν, τὴν μυρίων γέμουσαν ἀγαθῶν. Καὶ τί λέγω ἑπτὰ ἡμέρας; Ἐὰν βούλησθε νήφειν καὶ ἐγρηγορέναι, διὰ παντὸς τοῦ χρόνου αὖται ὑμῖν αἱ παστάδες εἰσὶ τεταμέναι, μόνον ἐὰν τὸ ἔνδυμα ὑμῶν τὸ νυμφικὸν ἀκέραιον καὶ φαιδρὸν διατηρήσητε. 6.25 Οὕτω γὰρ καὶ τὸν νυμφίον εἰς ἔρωτα πλείονα ἐπισπάσεσθε καὶ αὐτοὶ τοῦ χρόνου προϊόντος λαμπρότεροι καὶ φαιδρότεροι φανήσεσθε, τῆς χάριτος ἐπὶ πλεῖον αὐξανομένης διὰ τῆς τῶν ἀγαθῶν πράξεων ἐργασίας. Γένοιτο δὲ πάντας ἡμᾶς καὶ τῆς ἤδη παρασχεθείσης δωρεᾶς ἀξίαν τὴν φυλακὴν ἐπιδείξασθαι καὶ τῆς ἄνωθεν φιλανθρωπίας ἀξιωθῆναι· χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ κυρίου