1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

31

οὐκ ἄν ποτε δύναιτο μετὰ τῆς αὐτῆς προθυμίας τὴν πνευματικὴν διδασκαλίαν προΐεσθαι, καίτοι γε ἐνταῦθα οὐδὲ τῆς ἀμοιβῆς τῶν πόνων αὐτῷ ἐλαττουμένης ἀπὸ τῆς ῥᾳθυμίας τῶν ἀκροατῶν. 6.3 Οὐδὲ γὰρ ὅπερ ἔστιν ἐπὶ τῆς γῆς ἰδεῖν, τοῦτο καὶ ἐπὶ τῆς πνευματικῆς διδασκαλίας συμβαίνει. Ἐκεῖ μὲν γὰρ ὅταν ἡ γῆ διαψεύσηται, κεναῖς οἴκαδε χερσὶν ὁ γηπόνος ἀναχωρεῖ, οὐδεμίαν τῶν πόνων παραμυθίαν εὑρεῖν δυνηθείς· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ κἂν ἐπὶ τῆς αὐτῆς ῥᾳθυμίας μένωσιν οἱ μαθητευόμενοι κἂν μηδεὶς ὠφελῆται ἐκ τῶν λεγομένων, ὅταν ὁ διδάσκαλος μηδὲν τῶν προσηκόντων εἰς αὐτὸν παραλίπῃ, καὶ οὕτω τὰς ἀμοιβὰς τῶν πόνων μετὰ δαψιλείας κομίζεται, τοῦ φιλανθρώπου Θεοῦ οὐ διὰ τὴν ἐκείνων ῥᾳθυμίαν ὑποτεμνομένου τῶν πόνων τοὺς μισθούς, ἀλλὰ κἄν τε ἀκούωσι κἄν τε μὴ ἀκούωσι, δαψιλεῖς παρέχοντος τὰς ἀντιδόσεις. 6.4 Ἀλλ' ἐπειδὴ οὐ τοῦτο σκοποῦμεν μόνον εἰ τὰ τῶν μισθῶν ἀκέραια ἡμῖν μένει καὶ τὰ τῶν ἀντιδόσεων, ἀλλὰ καὶ τὸ ὑμέτερον κέρδος καὶ τὴν ὠφέλειαν τὴν ὑμετέραν περὶ πολλοῦ ποιούμεθα, οἰκείαν ζημίαν κρίνοντες τὴν ὑμετέραν ῥᾳθυμίαν, διὰ τοῦτο καὶ ἀκρωτηριάζεσθαι ἡμῖν λογιζόμεθα τὰ τῆς ἡδονῆς καὶ μάλιστα ὅταν ἐννοήσωμεν ὅτι τοῦτο αὐτὸ πλείονος κατακρίσεως αἴτιον γίνεται τοῖς μετὰ τοσαύτην παραίνεσιν ἐπὶ τῆς αὐτῆς ῥᾳθυμίας μένουσι καὶ μηδὲν κερδαίνειν βουλομένοις ἀπὸ τῆς συνεχοῦς διδασκαλίας. 6.5 Ὅπερ δὲ καὶ ὁ Χριστὸς ἔλεγε περὶ τῶν Ἰουδαίων· «Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν», τοῦτο καὶ ἡμῖν ἁρμόσει νῦν λέγειν περὶ τῶν προτιμησάντων τῆς ἐνταῦθα συνελεύσεως τὴν ἔξω διατριβὴν καὶ τὰς ἐπιβλαβεῖς συνουσίας καὶ τὰς ἱπποδρομίας καὶ τὰ τοῦ διαβόλου θέατρα. Εἰ μὴ προλαβόντες τοσαύτην ἐποιησάμεθα τὴν παραίνεσιν, διὰ παντὸς τοῦ χρόνου ἐνηχοῦντες, παρακαλοῦντες καθάπερ τὰ παιδία τὰ μικρά, οὕτω καθ' ἑκάστην ἡμέραν διὰ τῆς συνεχοῦς διδασκαλίας προτρεπόμενοι ἐπὶ τὴν τῆς ἀρετῆς ὁδόν, δεικνύντες τῆς κακίας τὴν λύμην, διεγείροντες πρὸς τὴν τῶν ἤδη ἐπταισμένων διόρθωσιν, εἰ μὴ τοίνυν προλαβόντες ταῦτα ἅπαντα πεποιήκαμεν, τάχα ἄν τις αὐτοὺς καὶ συγγνώμης ἠξίωσε. 6.6 Νυνὶ δὲ ποίαν ἕξουσιν ἀπολογίαν; Τίς αὐτοῖς συγγνώμης μεταδώσει, ὅταν μὴ μόνον αὐτοὶ πολλὴν ἐκ τῆς τοσαύτης ῥᾳθυμίας τὴν βλάβην δέχωνται ἀλλὰ καὶ ἑτέροις σκανδάλου ὑπόθεσις γίνωνται, καὶ μήτε ὁ γέρων εἰς ἔννοιαν λαμβάνῃ τῆς ἡλικίας τὸν χρόνον, τῆς τελευτῆς τὴν ἔξοδον, τοῦ φορτίου τῶν ἤδη ἡμαρτημένων τὸ μέγεθος, ἀλλὰ καθ' ἑκάστην ἡμέραν αὔξῃ τὰ πλημμελήματα καὶ τοῖς νέοις τὴν ἡλικίαν. διδάσκαλος ῥᾳθυμίας γίνηται; Πότε γάρ, εἰπέ μοι, ὁ τοιοῦτος δυνήσεται τοῦ παιδὸς τὴν ῥᾳθυμίαν διορθῶσαι καὶ τὸν νέον ἀκοσμοῦντα σωφρονίσαι, αὐτὸς οὐδὲ ὑπὸ τοῦ χρόνου τῆς ἡλικίας σωφρονιζόμενος καὶ μέλλων εὐθύνας ὑπέχειν οὐ μόνον ὑπὲρ τῶν καθ' ἑαυτὸν ἀλλὰ καὶ ὑπὲρ ὧν ἑτέροις ῥᾳθυμίας διδάσκαλος γίνεται, μηδὲ οὕτως ἀπέχεται τῆς πονηρᾶς ταύτης συνηθείας. 6.7 Ὥσπερ γὰρ ὁ τὴν ἀρετὴν μετιὼν οὐ μόνον ὑπὲρ τῶν οἰκείων πόνων ἀναμένει τὰς ἀμοιβὰς ἀλλὰ καὶ τῆς ἑτέρων ὠφελείας καρποῦται τὸν μισθόν, πολλοὺς εἰς ζῆλον καὶ μίμησιν ἄγων τῆς οἰκείας ἀρετῆς, τὸν αὐτὸν δὴ τρόπον καὶ οἱ τὴν κακίαν μετιόντες μείζους ὑπέχουσι τὰς εὐθύνας τῷ καὶ ἑτέροις ῥᾳθυμίας ὑπόθεσις γίνεσθαι. Τί οὖν λοιπὸν τοῖς νέοις ἐγκαλέσομεν, τῶν γεγηρακότων εἰς τοσαύτην ῥᾳθυμίαν ἀποκλινάντων καὶ μηδὲ τῆς παραινέσεως τῆς ἀποστολικῆς ἀκουόντων τῆς λεγούσης· «Ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ.» 6.8 Εἶδες σπλάγχνα ἀποστολικὰ οἵαν συμβουλὴν εἰσήγαγε, δεδοικὼς σφόδρα καὶ τρέμων διὰ τοὺς ἐκ τῆς ἡμετέρας ῥᾳθυμίας βλαπτομένους καὶ εἰδὼς ὡς οὐ μικρὸς κείσεται κίνδυνος τοῖς τὴν ἑτέρων ῥᾳθυμίαν ἐπιτείνουσι; ∆ιὸ καὶ ἑτέροις παραινῶν διὰ πάντων τῆς ἀρετῆς ποιεῖσθαι πρόνοιαν ἔλεγεν· «Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.» Σκόπει μοι παραίνεσιν ἀκριβεστάτην. Πάντα, φησίν, ἅπερ μεταχειρίζῃ καὶ διαπράττῃ, ῥίζαν καὶ ὑπόθεσιν