1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

27

ὀφθαλμῶν τὰς κόρας, τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ μεθύων, ἐπειδὰν ἡ τοῦ οἴνου ἀμετρία ἐπεισελθοῦσα διαφθείρῃ τὸ κριτήριον τῶν λογισμῶν, ὁμοίως ἐκείνῳ οὐ μόνον ἀφρὸν ἐκ τοῦ στόματος προΐεται οὐδὲ τῶν νεκρῶν χεῖρον ἐρριμμένος κεῖται, ἀλλὰ καὶ χυμὸν πολλάκις σεσηπότα ἐκ τοῦ στόματος προΐησι. Καὶ ἐντεῦθεν λοιπὸν γίνεται καὶ φίλοις ἀηδὴς καὶ γυναικὶ ἐπαχθὴς καὶ παισὶ καταγέλαστος καὶ οἰκέταις εὐκαταφρόνητος καὶ πᾶσιν ἁπλῶς τοῖς ὁρῶσιν ἀσχημοσύνης ὑπόθεσις πρόκειται καὶ γέλωτος. 5.11 Εἶδες πῶς καὶ τῶν δαιμονώντων ἀθλιώτερον οἱ τοιοῦτοι διάκεινται; Βούλει μαθεῖν μετὰ τούτων ἁπάντων καὶ τὸ κεφάλαιον τῶν κακῶν; Τοσαῦτα γὰρ εἰρηκὼς οὐδέπω τὸν κολοφῶνα ἐπήγαγον· ὁ μεθύων καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἀλλότριος γίνεται. Καὶ ἄκουε τοῦ μακαρίου Παύλου λέγοντος· «Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοί, οὔτε ἀρρενοκοῖται, οὔτε μέθυσοι βασιλείαν Θεοῦ κληρονομήσουσιν.» Ἀλλ' ἴσως εἴποι τις ἄν· Τί οὖν; Καὶ ὁ εἰδωλολάτρης καὶ ὁ μοιχὸς καὶ ὁ μέθυσος ὁμοίως τῆς βασιλείας ἐκτὸς γίνονται; -Μὴ παρ' ἐμοῦ ταῦτα θέλε μανθάνειν, ἀγαπητέ. Ἐγὼ γὰρ θεῖον ἀνέγνων νόμον οὕτως ἔχοντα· μὴ τοίνυν ταῦτα περιεργάζου εἰ τὴν αὐτὴν τιμωρίαν ἐκείνοις δίδωσιν ὁ μεθύων ἀλλ' ἐκεῖνο σκόπει ὅτι ὁμοίως τῆς βασιλείας τὴν στέρησιν ὑπομένει· ὁ δὲ ταύτης ἐκτὸς γεγονώς, ποίαν ἕξει λοιπὸν παραμυθίαν; 5.12 Καὶ ταῦτα νῦν λέγω, οὐ τῶν παρόντων καταγινώσκων, μὴ γένοιτο· πέπεισμαι γὰρ ὅτι καθαροὶ τοῦ πάθους ὑμεῖς τυγχάνετε διὰ τὴν τοῦ Θεοῦ χάριν καὶ τούτου μέγιστον ποιοῦμαι δεῖγμα τὴν ἐνταῦθα μετὰ προθυμίας ὑμῶν συνέλευσιν, τὴν σπουδὴν τὴν περὶ τὴν ἀκρόασιν τῆς πνευματικῆς ταύτης διδασκαλίας. Οὐδὲ γὰρ ἔνι τὸν μὴ νήφοντα καὶ ἐγρηγορότα θείων λογίων ἐπιθυμεῖν. Ἀλλὰ ταῦτα λέγω βουλόμενος δι' ὑμῶν καὶ τοὺς ἄλλους ἅπαντας παιδεύεσθαι καὶ ὑμᾶς ἀσφαλεστέρους γενέσθαι ὥστε μηδέποτε ἁλῶναι τούτῳ τῷ πάθει. 5.13 Οἱ γὰρ τοιοῦτοι καὶ αὐτῶν τῶν ἀλόγων ἂν εἶεν ἀλογώτεροι. Καὶ πῶς; Ἐγὼ λέγω· τὰ ἄλογα ἐπειδὰν διψῇ μέχρι τῆς χρείας τὴν ἐπιθυμίαν ἵστησι καὶ οὐκ ἄν ποτε ἀνάσχοιτο ὑπερβῆναι τὴν χρείαν· ἄνθρωποι δὲ οἱ λογικοὶ οὐ τοῦτο σκοποῦσιν ὅπως τὸ δίψος παραμυθήσωνται, ἀλλ' ὅπως ὑποβρύχιοι γενόμενοι χαλεπώτερον ἑαυτοῖς ἐργάσωνται τὸ ναυάγιον. Καθάπερ γὰρ πλοῖον ὑπέραντλον γεγονὸς ταχέως καταβαπτίζεται, οὕτω καὶ ἄνθρωπος ὑπερβὰς τῆς χρείας τοὺς ὅρους καὶ μεῖζον ἐπιθεὶς τὸ φορτίον τῇ γαστρὶ κατέδυσεν αὐτοῦ τὴν διάνοιαν καὶ τῆς ψυχῆς τὴν εὐγένειαν ἐλυμήνατο. 5.14 ∆ιὸ πολλὴν ὑμᾶς προσήκει ποιεῖσθαι τὴν φροντίδα, ἀγαπητοί, ὥστε τοὺς πλησίον διορθοῦν καὶ ἐξαρπάζειν τοῦ κλυδωνίου τούτου, ἵνα μὴ μόνον ὑπὲρ τῶν καθ' ἑαυτοὺς ἀλλὰ καὶ τῆς ἑτέρων σωτηρίας πολὺν κομίσησθε τὸν μισθόν. Οὕτω καὶ Παῦλος ἔλεγε· «Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω ἀλλὰ τὸ τοῦ πλησίον συμφέρον.» Καὶ πάλιν· «Οἰκοδομεῖτε εἷς τὸν ἕνα.» Μὴ τοίνυν τοῦτο ἴδῃς ὅτι αὐτὸς ὑγιαίνεις καὶ ἀπήλλαξαι τῆς νόσου, ἀλλὰ πολλὴν ποιοῦ τὴν φροντίδα καὶ τὴν μέριμναν ὥστε καὶ τὸ μέλος τὸ σὸν ἐλευθερωθῆναι τῆς ἐντεῦθεν βλάβης καὶ τὴν νόσον διαφυγεῖν. «Μέλη γάρ ἐσμεν ἀλλήλων καὶ εἴτε πάσχει ἓν μέλος συμπάσχειν χρὴ πάντα τὰ μέλη καὶ εἴτε δοξάζεται ἓν μέλος συγχαίρειν δεῖ πάντα τὰ μέλη.» 5.15 Οὐ τοσαύτης ὑμῖν παραινέσεως καὶ συμβουλῆς ἦν χρεία κατὰ τὸν τῆς ἁγίας τεσσαρακοστῆς καιρὸν ὅση νῦν. Τότε μὲν γὰρ ἡ τῆς νηστείας ὑπόθεσις καὶ ἄκοντας ὑμᾶς ἐσωφρόνιζε· νυνὶ δὲ δέδοικα καὶ φοβοῦμαι τὴν ἄδειαν καὶ τὴν ἐκ ταύτης τικτομένην ῥᾳθυμίαν. Πρὸς οὐδὲν γὰρ οὕτως ἄχρηστον ἡ ἀνθρωπίνη φύσις ὡς πρὸς ἄνεσιν· διὸ καὶ ὁ φιλάνθρωπος δεσπότης ἄνωθεν καὶ ἐκ προοιμίων ὥσπερ χαλινόν τινα ἐπιθεὶς τῷ τῶν ἀνθρώπων γένει πόνῳ καὶ ταλαιπωρίᾳ τὸν ἄνθρωπον κατεδίκασε, πολλὴν τῆς σωτηρίας ἡμῶν τὴν πρόνοιαν ποιούμενος. 5.16 ∆ιηνεκῶς γὰρ δεόμεθα χαλινοῦ ὥστε εὔτακτα βαδίζειν, ἐπεὶ καὶ Ἰουδαῖοι ἐντεῦθεν τὴν ἄνωθεν ὀργὴν ἐπεσπάσαντο. Ὅτε γὰρ πολλῆς ἀπέλαυσαν τῆς ἀνέσεως καὶ ἐν ἀδείᾳ γεγόνασι, τῆς σκληρᾶς δουλείας ἀπαλλαγέντες τῆς ἐν Αἰγύπτῳ, δέον πλείονα τὴν εὐχαριστίαν