1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

26

καὶ ἔκπτωσις συνέσεως. 5.5 Τί τοίνυν, εἰπέ μοι, ἔλαττον διάκεινται τῶν ἀπὸ οἴνου μεθυόντων οἱ ὀργιζόμενοι καὶ τῷ θυμῷ μεθύοντες καὶ τοσαύτην ἐπιδεικνύμενοι τὴν ἀμετρίαν ὡς κατὰ πάντων ὁμοίως χωρεῖν καὶ μήτε ῥημάτων φείδεσθαι μήτε προσώπων εἰδέναι διαφοράν. Καθάπερ γὰρ οἱ μαινόμενοι καὶ ἐξεστηκότες κατὰ κρημνῶν ἑαυτοὺς ῥιπτοῦντες οὐκ αἰσθάνονται, τὸν αὐτὸν δὴ τρόπον καὶ οἱ ὀργιζόμενοι καὶ ὑπὸ τοῦ θυμοῦ πολιορκούμενοι. ∆ιὸ καὶ σοφός τις παραστῆσαι βουλόμενος τῆς τοιαύτης μέθης τὸν ὄλεθρόν φησιν· «Ἡ γὰρ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ.» Εἶδες πῶς ἐν βραχεῖ ῥήματι τὴν ὑπερβολὴν τοῦ ὀλεθρίου τούτου πάθους ἡμῖν ᾐνίξατο; 5.6 Καὶ ἡ κενοδοξία δὲ πάλιν καὶ ἡ ἀπόνοια ἑτέρα μέθη, μᾶλλον δὲ μέθης χαλεπωτέρα. Ὁ γὰρ τούτοις ἁλοῦς τοῖς πάθεσι καὶ αὐτῶν τῶν αἰσθητηρίων ὡς εἰπεῖν τὸ κριτήριον ἀπόλλυσι καὶ οὐδὲν ἔλαττον πάλιν τῶν μαινομένων διάκειται. Καὶ γὰρ καθ' ἑκάστην ἡμέραν ὑπὸ τῶν παθῶν τούτων σπαραττόμενος οὐκ αἰσθάνεται μέχρις ἂν εἰς αὐτὸν τὸν βυθὸν τῆς κακίας κατενεχθείς, ἀνιάτοις ἑαυτὸν περιβάλῃ κακοῖς. Φύγωμεν τοίνυν, παρακαλῶ, καὶ τὴν ἀπὸ τοῦ οἴνου μέθην καὶ τὴν ἀπὸ τῶν παθῶν τῶν ἀτόπων ἐγγινομένην ἡμῖν σκότωσιν τῶν λογισμῶν καὶ ἀκούωμεν τοῦ κοινοῦ διδασκάλου τῆς οἰκουμένης λέγοντος· «Μὴ μεθύσκεσθε οἴνῳ ἐν ᾧ ἐστιν ἀσωτία.» 5.7 Εἶδες πῶς δῆλον ἡμῖν ἐποίησε διὰ τοῦ ῥήματος τούτου ὅτι ἔστι καὶ ἑτέρως μεθύειν; Εἰ γὰρ μὴ ἦν καὶ ἑτέρα μέθη, τίνος ἕνεκεν εἰπών· μὴ μεθύσκεσθε, προσέθηκεν· οἴνῳ; Καὶ ὅρα αὐτοῦ τῆς σοφίας τὴν ὑπερβολὴν καὶ τῆς διδασκαλίας τὴν ἀκρίβειαν διὰ τῆς ἐπαγωγῆς· εἰπὼν γάρ· μὴ μεθύσκεσθε οἴνῳ, ἐπήγαγεν· ἐν ᾧ ἐστιν ἀσωτία, μονονουχὶ δεικνὺς ἡμῖν ὅτι ἡ τούτου ἀμετρία πάντων ἡμῖν αἰτία γίνεται τῶν κακῶν. «Ἐν ᾧ ἐστί, φησίν, ἀσωτία» τουτέστι δι' οὗ τὸν πλοῦτον τῆς ἀρετῆς ἀπόλλυμεν. 5.8 Καὶ ἵνα μάθῃς ὅτι τοῦτο αἰνίττεται, ἐξ αὐτῆς τῆς λέξεως πειράσομαι ὑμῖν τοῦτο ποιῆσαι φανερόν. Ἀσώτους γὰρ ἐκείνους καλεῖν εἰώθαμεν τῶν νέων οὓς ἐὰν ἴδωμεν τὴν πατρῴαν οὐσίαν ἁπλῶς καὶ εἰκῇ καταδαπανῶντας καὶ εἰς οὐδὲν δέον, καὶ οὔτε καιρὸν εἰδότας ἐξόδου οὔτε δαπάνης μέτρον, ἀλλ' ἐν βραχεῖ χρόνῳ πάντα τὸν πατρικὸν πλοῦτον καταναλίσκοντας καὶ εἰς ἐσχάτην πενίαν καταφερομένους. Τοιοῦτοί εἰσι καὶ οἱ ὑπὸ τῆς μέθης τοῦ οἴνου ἁλισκόμενοι· οὐδὲ γὰρ ἴσασι λοιπὸν δεόντως διανέμειν τῆς διανοίας τὸν πλοῦτον, ἀλλὰ καθάπερ οἱ ἄσωτοι τῶν νέων οὕτω καὶ οὗτοι ὑπὸ τῆς μέθης καταβαπτιζόμενοι κἂν ῥήματα προέσθαι δέῃ, κἂν ἀπρεπῆ τινα φθέγξασθαι καὶ ὄλεθρον πολὺν φέροντα, πάντα ἀδεῶς καὶ λέγουσι καὶ πράττουσι καὶ χεῖρον τῶν ἀσώτων ἐκείνων τὴν τῶν χρημάτων οὐσίαν καταναλισκόντων εἰς τὴν ἐσχάτην πενίαν τῆς ἀρετῆς ἑαυτοὺς ἐμβάλλουσι, καὶ τὰ ἀπόρρητα τῆς διανοίας πολλάκις ἐκφέροντες οὐκ αἰσθάνονται, καὶ πᾶσαν αὐτῶν τῆς διανοίας τὴν ὕπαρξιν καταναλώσαντες ἔρημοι καὶ γυμνοὶ πάσης εὐλαβείας καὶ συνέσεως ἀθρόον γίνονται. 5.9 Ὁ γὰρ μεθύων οὐκ οἶδεν οἰκονομῆσαι τοὺς λόγους αὐτοῦ ἐν κρίσει, ἀλλ' ὥσπερ οἰκία πάντοθεν ἀνεῳγμένη καὶ πᾶσιν εὐεπίβατος τοῖς ἐπιβουλεύουσι τυγχάνουσα, οὕτως ἐστὶν ἡ τοῦ τοιούτου διάνοια ἀναπεπταμένη καὶ ὑπὸ τῶν ὀλεθρίων παθῶν σπαραττομένη. Μέθη γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ προδοσία λογισμῶν καὶ συμφορὰ καταγελωμένη καὶ νόσημα χλευαζόμενον. Μέθη αὐθαίρετός ἐστι δαίμων, μέθη σκότωσις λογισμῶν, μέθη συνέσεως ἐρημία, μέθη τῶν ἐκ σαρκὸς παθῶν ὑπέκκαυμα. Τὸν γὰρ ὑπὸ δαίμονος ἐνοχλούμενον πολλάκις καὶ ἐλεοῦμεν· τούτῳ δὲ καὶ ἀγανακτοῦμεν καὶ ὀργιζόμεθα. Τίνος ἕνεκεν; Ὅτι ἐκεῖνο μὲν ἐπήρεια τοῦ δαίμονός ἐστι, τοῦτο δὲ ῥᾳθυμίας καὶ πολλῆς ἀκρασίας δεῖγμα, καὶ ἐκεῖνο μὲν ἐπιβουλὴ τοῦ διαβόλου, τοῦτο δὲ ἐπιβουλὴ τῶν οἰκείων λογισμῶν. 5.10 Καὶ ἵνα μάθῃς ὅτι οὕτως ἔχει, ὅρα μοι αὐτὸν τὰ αὐτὰ ὑπομένοντα τῷ δαιμονῶντι ἢ καὶ χαλεπώτερα. Ὥσπερ γὰρ ὁ δαιμονῶν ἀφρὸν ἐκ τοῦ στόματος ἀφίησι καὶ καταπίπτει καὶ ἀκίνητος μένει πολλάκις ἐπὶ τοῦ ἐδάφους, οὐδὲ τοὺς παρόντας ἐπιγινώσκων ἀλλὰ διαστρέφων τῶν