1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

33

ἀσφαλείας δεῖ εἰ βουλόμεθά τινα ποιεῖσθαι φροντίδα τῆς σωτηρίας τῆς ἡμετέρας καὶ ὅσης εἰσὶ καταγνώσεως ἄξιοι οἱ τῆς ἐνταῦθα συνελεύσεως καὶ τῆς πνευματικῆς ταύτης διδασκαλίας προτιμῶντες τὰς ἔξω διατριβὰς καὶ τὰς ἀνονήτους καὶ ἐπιβλαβεῖς συνουσίας καὶ τὰς ἱπποδρομίας καὶ τὰ σατανικὰ καὶ ὀλέθρια θέατρα καὶ οὐδὲ τοῦ μακαρίου Παύλου ἀκούοντες λέγοντος· «Ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ.» 6.15 Ποία γὰρ τοῖς τοιούτοις λείπεται συγγνώμη, τίς δὲ ἀπολογία ὅταν ὁ χριστιανὸς καὶ τῆς ἐντεῦθεν μετέχων διδασκαλίας καὶ τῶν φρικτῶν καὶ ἀπορρήτων μυστηρίων ἀπολαύων μεταξὺ τοῦ Ἰουδαίου καὶ τοῦ Ἕλληνος ἀναστρέφηται κἀκείνοις χαίρῃ οἷς καὶ ἐκεῖνοι ἥδονται; Πότε δυνησόμεθα λοιπόν, εἰπέ μοι, τὸν πλανώμενον εἰς τὴν ἀλήθειαν χειραγωγῆσαι καὶ εἰς τὴν εὐσέβειαν ἐπισπάσασθαι τοσαύτῃ ῥαθυμίᾳ κεχρημένον; Πῶς δὲ οὐχ ἁρμόσει καὶ ἡμῖν εἰπεῖν πρὸς τοὺς τοιούτους ὅπερ ὁ μακάριος Παῦλος ἔλεγε πρὸς τοὺς ἐν Κορίνθῳ εἰς τοὺς ναοὺς τοὺς εἰδωλικοὺς εἰσιόντας μετὰ τὸ δέξασθαι τὸν τῆς εὐσεβείας λόγον; «Ἐάν τις ἴδῃ σέ, φησί, τὸν ἔχοντα γνῶσιν ἐν εἰδωλίῳ κατακείμενον.» 6.16 Ἡμεῖς δὲ μικρὸν ὑπαλλάξαντες ἐροῦμεν· «Ἐάν τις ἴδῃ σὲ τὸν ἔχοντα γνῶσιν εὐσεβείας ἐν ταῖς ἀνονήτοις ἐκείναις καὶ ἐπιβλαβέσι συνουσίαις διημερεύοντα, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ σπουδαιότερον τὰ τοιαῦτα μεταδιώκειν;» Ὅπερ γὰρ ὁ μακάριος ἐκεῖνος ἔλεγεν, ἀναστέλλων τοὺς ἀπαραφυλάκτως μετὰ τὴν τῆς εὐσεβείας γνῶσιν τοῖς εἰδωλίοις παραβάλλοντας καὶ σκανδάλου τοῖς λοιποῖς αἰτίους γινομένους, τοῦτο καὶ ἡμεῖς νῦν εὐκαίρως ἐροῦμεν πρὸς τοὺς εἰς τὰ παράνομα ἐκεῖνα συνέδρια τρέχοντας καὶ τὰς ἔξω διατριβὰς προτιμῶντας τῆς ἐνταῦθα συνελεύσεως. 6.17 Ἀλλὰ τί τὸ κέρδος τῶν τοσούτων ἐγκλημάτων ὅταν οἱ ὑπεύθυνοι μὴ ἀκούωσι μηδὲ παρῶσι τούτων λεγομένων; Μᾶλλον δὲ οὐδὲ οὕτως ἡμῖν ἀνόνητος ἔσται ἡ παραίνεσις. ∆υνατὸν γὰρ διὰ τῆς ὑμετέρας συνέσεως ἅπαντα αὐτοὺς μετὰ ἀκριβείας μαθεῖν, καὶ φυγεῖν μὲν τοῦ διαβόλου τὸ δέλεαρ, ἐπανελθεῖν δὲ ἐπὶ τὴν τροφὴν τὴν πνευματικήν. Οὕτω καὶ ἰατροὶ ποιοῦσιν· ἐπειδὰν γὰρ τοὺς ἀρρώστους ἐπισκέπτωνται, οὐκ ἐκείνοις μόνοις τὰ περὶ τῆς θεραπείας διαλέγονται, ἀλλὰ καὶ τοῖς παρεστῶσι καὶ ὑγιαίνουσι καὶ τῷ κάμνοντι προσήκουσι πάντα διατάττονται, κἀκείνοις ἐγχειρίσαντες τὴν τούτων ἐπιμέλειαν, οὕτως ἐξίασιν ὡς τὸ πᾶν κατορθώσαντες. Καὶ ἡμεῖς τοίνυν, εἰ καὶ μὴ πάρεισιν οἱ κάμνοντες, ἀλλ' ὑμῖν τοῖς ὑγιαίνουσι τὰ περὶ τῆς ἰατρείας ἐκείνων ἐγχειρίζομεν καὶ τὴν ὀδύνην τῆς ἡμετέρας ψυχῆς ἐκκαλύπτομεν ἵν' ὑμεῖς λοιπὸν φροντίσητε τῆς σωτηρίας τῶν οἰκείων μελῶν καὶ πληρώσητε διὰ τῶν ἔργων τὴν ἀποστολικὴν παραίνεσιν τὴν λέγουσαν· «Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.» 6.18 Ὅταν γὰρ ἐξελθὼν ἐντεῦθεν ἔργον ποιήσῃ τοῦ ἀδελφοῦ τὴν σωτηρίαν καὶ μὴ μόνον ἐγκαλέσῃς μηδὲ ἐπιτιμήσῃς, ἀλλὰ καὶ συμβουλεύσῃς καὶ παρακαλέσῃς καὶ δείξῃς τῆς μὲν ἔξω διατριβῆς τὴν βλάβην, τῆς δὲ ἐντεῦθεν διδασκαλίας τὸ κέρδος καὶ τὴν ὠφέλειαν, εἰς δόξαν Θεοῦ τὸ πᾶν εἰργάσω καὶ διπλοῦν σαυτῷ τὸν μισθὸν κατεσκεύασας, ὑπέρ τε ὧν αὐτὸς τῆς οἰκείας σωτηρίας τοσαύτην ποιῇ τὴν ὠφέλειαν καὶ ὑπὲρ ὧν τὸ μέλος τὸ σὸν ἰατρεῦσαι ἐσπούδασας. Τοῦτο τῆς ἐκκλησίας τὸ καύχημα, τοῦτο τοῦ σωτῆρος τὸ παράγγελμα, τὸ μὴ τὰ ἑαυτῶν μόνον σκοπεῖν ἀλλὰ καὶ τὰ τοῦ πλησίον. 6.19 Ἐννόησον γὰρ εἰς ὅσον ἀξίωμα ἑαυτὸν ἀνάγει ὁ τοῦ ἀδελφοῦ τὴν σωτηρίαν περὶ πολλοῦ ποιούμενος· κατὰ δύναμιν ἀνθρωπίνην τὸν Θεὸν ὁ τοιοῦτος μιμεῖται. Ἄκουε γὰρ διὰ τοῦ προφήτου τί λέγει· «Ὁ ἐξάγων ἄξιον ἐξ ἀναξίου ὡς στόμα μου ἔσται.» Ὁ τὸν ἠμελημένον, φησίν, ἀδελφὸν σπουδάζων διασῶσαι καὶ ἐξαρπάσαι τῆς φάρυγγος τοῦ διαβόλου, κατὰ δύναμιν ἀνθρωπίνην ἐμὲ μιμεῖται. Τί τούτου ἴσον γένοιτ' ἄν; Τοῦτο πάντων τῶν κατορθωμάτων μεῖζον, τοῦτο πάσης τῆς ἀρετῆς τὸ κεφάλαιον. 6.20 Καὶ μάλα εἰκότως· εἰ γὰρ ὁ Χριστὸς τὸ αἷμα ἐξέχεε τὸ ἑαυτοῦ διὰ τὴν ἡμετέραν σωτηρίαν