1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

44

καὶ ταχεῖα ἡ μετάπτωσις καὶ οὐδὲν βέβαιον οὐδὲ ἀκίνητον ἔχουσα, ἀλλὰ πάντα εὐπερίτρεπτα καὶ πολλὴν ἔχοντα τὴν πρὸς τὸ ἐναντίον ῥοπήν. Τί οὖν ἂν εἴη τούτων καταγελαστότερον τῶν πρὸς τὰ παρόντα κεχηνότων μὲν καὶ προσηλωμένων, τῶν δὲ διηνεκῶς ὄντων καὶ ἀεὶ μενόντων ταῦτα προτιμότερα ἡγουμένων; 8.14 ∆ιὰ τοῦτο καὶ ὁ προφήτης σφοδρὰν τὴν κατηγορίαν ποιούμενος τῶν περὶ ταῦτα ἐπτοημένων φησίν· «Ὡς ἑστῶτα ἐλογίσαντο καὶ οὐχ ὡς φεύγοντα.» Ὅρα πῶς ἑνὶ ῥήματι παραστῆσαι αὐτῶν ἐβουλήθη τὴν οὐδένειαν, οὐκ εἶπεν ὡς παρεχόμενα, οὐκ εἶπεν ὡς μεταβαλλόμενα, οὐκ εἶπεν ὡς παρατρέχοντα, ἀλλὰ τί; ὡς φεύγοντα, τὸ τάχος αὐτῶν ἐνδείξασθαι βουλόμενος καὶ τὴν πολλὴν καὶ ἀθρόαν μεταβολὴν καὶ παιδεῦσαι ἡμᾶς μηδέποτε προστετηκέναι τοῖς ὁρωμένοις ἀλλ' ἐκείνοις μόνοις πεποιθέναι καὶ θαρρεῖν οἷς ἂν ὁ Θεὸς ἐπαγγέλληται. 8.15 Κἂν γὰρ μυρία κωλύματα ἐν τῷ μέσῳ γένηται, οὐχ οἷόν τέ ποτε διαπεσεῖν τὰ παρὰ τοῦ Θεοῦ ἐπαγγελθέντα. Ὥσπερ γὰρ αὐτὸς ἄτρεπτος τυγχάνει καὶ ἀναλλοίωτος καὶ ἀεὶ μένων καὶ διηνεκῶς, οὕτω καὶ αἱ ἐπαγγελίαι αὐτοῦ ἀδιάπτωτοι καὶ ἀκίνητοι τυγχάνουσι, πλὴν εἰ μήπου παρὰ ἔργον κωλυθῶσιν ἐλθεῖν. Ἐπὶ δὲ τῶν ἀνθρωπίνων πραγμάτων τὸ ἐναντίον συμβαίνει. Καθάπερ γὰρ φθαρτὴ καὶ ἐπικηρός ἐστιν ἡ τῶν ἀνθρώπων φύσις, οὕτω καὶ αἱ παρὰ τῶν ἀνθρώπων εἰσὶ δωρεαὶ φθαρταὶ καὶ μαραινόμεναι. Καὶ εἰκότως· ἐπεὶ γὰρ φθαρτοὶ καὶ ἡμεῖς πάντες ἄνθρωποι καὶ τῶν ἀνθρωπίνων δωρεῶν ἡ φύσις τὴν ἡμετέραν φύσιν μιμεῖται. Ἐπὶ δὲ τῶν τοῦ Θεοῦ ἐπαγγελιῶν οὐδὲν ἔστι τοιοῦτον ὑποπτεῦσαί ποτε, ἀλλὰ τὰ ἐπαγγελθέντα ἐκεῖνα μόνα τὸ βέβαιον ἔχει καὶ ἀκίνητον καὶ πάγιον καὶ στερεόν. 8.16 ∆ιό, παρακαλῶ, ἐκεῖνα ζητῶμεν τὰ ἀεὶ μένοντα καὶ μεταβολὴν οὐκ ἐπιδεχόμενα. ∆ιὰ γὰρ τοῦτο ἐπίτηδες καὶ τὸν λόγον τοῦτον εἰς μέσον παρήγαγον ἵνα κοινὴν πρὸς ἅπαντας ποιήσωμαι τὴν παραίνεσιν καὶ πρὸς τοὺς πάλαι μεμυημένους καὶ πρὸς τοὺς πρόσφατον τῆς τοῦ βαπτίσματος δωρεᾶς ἀξιωθέντας. Ἐπειδὴ τοίνυν ἐν ταῖς παρελθούσαις ἡμέραις παρὰ τοὺς τάφους τῶν ἁγίων μαρτύρων συνεχῶς παραγινόμενοι πολλὴν ἐκεῖθεν τὴν εὐλογίαν ἐκαρπωσάμεθα καὶ δαψιλοῦς ἀπελαύσαμεν τῆς διδασκαλίας, μέλλει δὲ λοιπὸν ἡ τῶν συνάξεων συνέχεια διακόπτεσθαι, ἀναγκαίως ὑπομιμνῄσκω τὴν ὑμετέραν ἀγάπην ὥστε ἔναυλον ἔχειν τῆς τοσαύτης διδασκαλίας τὴν μνήμην καὶ τῶν βιωτικῶν ἁπάντων προτιμότερα ποιεῖσθαι τὰ πνευματικά. 8.17 Καὶ μετὰ πολλῆς τῆς σπουδῆς καὶ τὰς ὑπὸ τὸν ὄρθρον εὐχὰς καὶ ἐξομολογήσεις ἐνταῦθα παραγινομένους ἀποδιδόναι τῷ τῶν ὅλων Θεῷ καὶ εὐχαριστεῖν ὑπὲρ τῶν ἤδη παρασχεθέντων καὶ παρακαλεῖν πολλῆς ἀξιωθῆναι τῆς συμμαχίας πρὸς τὴν εἰς τὸ ἑξῆς φυλακήν· καὶ οὕτω μετὰ τὴν ἐντεῦθεν ἔξοδον μετὰ πάσης εὐλαβείας τῶν προσηκόντων ἕκαστον ἅπτεσθαι πραγμάτων. Καὶ ὁ μὲν πρὸς τὴν ἀπὸ τῶν χειρῶν ἐργασίαν ἐπειγέσθω, ὁ δὲ εἰς τὸν τῆς στρατείας κατάλογον σπευδέτω, ἕτερος περὶ τὰ πολιτικὰ πράγματα· ἕκαστος μέντοι μετὰ φόβου καὶ ἀγωνίας τοῖς πράγμασι προσίτω καὶ τὸν τῆς ἡμέρας καιρὸν οὕτω διανυέτω ὡς ὀφείλων περὶ τὸν τῆς ἑσπέρας καιρὸν πάλιν ἐνταῦθα παραγενέσθαι καὶ τῆς ἡμέρας ἁπάσης τὸν λόγον ἀποδοῦναι τῷ δεσπότῃ καὶ συγγνώμην αἰτῆσαι περὶ τῶν ἐπταισμένων. Οὐδὲ γὰρ οἷόν τε κἂν μυριάκις ἀσφαλισώμεθα μὴ πολλοῖς καὶ διαφόροις σφάλμασιν ὑπευθύνους ἡμᾶς καταστῆσαι· ἢ γὰρ ἀκαίρως τι ἐφθεγξάμεθα, ἢ ματαίαν ἀκοὴν παρεδεξάμεθα, ἢ λογισμὸν ἀπρεπῆ κατὰ τὴν διάνοιαν ἐκινήσαμεν, ἢ προπετῶς εἴδομεν, ἢ μάτην καὶ εἰκῇ τὸν καιρὸν ἀναλώσαμεν καὶ εἰς οὐδὲν δέον. 8.18 Καὶ διὰ τοῦτο προσήκει ἡμᾶς καθ' ἑκάστην ἑσπέραν ὑπὲρ τούτων ἁπάντων τὴν συγγνώμην αἰτεῖν παρὰ τοῦ δεσπότου καὶ ἐπὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν καταφεύγειν καὶ παρακαλεῖν. Καὶ τῆς νυκτὸς τὸν καιρὸν μετὰ νήψεως ἡμᾶς διαγαγόντας, οὕτω πάλιν ἐπὶ τὴν ὑπὸ τὸν ὄρθρον ἐξομολόγησιν ἀπαντᾶν ἵν' οὕτως ἕκαστος ἡμῶν τὸν ἑαυτοῦ βίον οἰκονομῶν, καὶ τοῦ παρόντος βίου τὸ πέλαγος ἀκινδύνως διαδραμεῖν δυνηθῇ καὶ τῆς παρὰ τοῦ δεσπότου φιλανθρωπίας ἀξιωθῆναι.