1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

4

πλεονασμὸν οὐ λήψεται· εὐσυνάλλακτόν τε καὶ εἰρηνικὸν ἀποφαίνει, ὡς καὶ διαιτᾷν ἄριστα τοῖς ἀμφισβητοῦσι δύνασθαι· Καὶ ἐξ ἀδικίας γὰρ, φησὶν, ἀποστρέψει τὴν χεῖρα αὐτοῦ καὶ κρῖμα δίκαιον ποιήσει ἀναμέσον ἀνδρὸς καὶ ἀναμέσον τοῦ πλησίον αὐτοῦ. Τοῦτο γὰρ τὸ ἐξαίρετον καὶ διαπρεπέστατον, τοῖς ἄλλοις ἅπασι συγκείμενον τοῖς τῆς δικαιοσύνης κατορθώμασιν, ἡ πολιτικὴ καὶ δικαστικὴ ἕξις, ἑκάστῳ πρόσφορον ἐπιφέρουσα, διὸ καὶ τῆς δίκης ἐστὶν ἐπώνυμος. ∆ιεξελθὼν δὲ, πάντα τά τε πρακτέα, καὶ τὰ μὴ, τὸν κοινὸν κανόνα καὶ τύπον πᾶσιν ἐφήρμοσεν, εἰς ὃν ἀφορῶν τις, ἐν οὐδενὶ διαμαρτήσεται. Ἐν τοῖς προστάγμασί μου, φησὶν, πεπόρευται, τὰ δικαιώματά μου πεφύλακται τοῦ ποιῆσαι αὐτά. Καὶ ταῦτα πάντα συνδεθέντα καὶ ἀνακραθέντα, καὶ ὥσπερ σῶμα ἓν πολυμερὲς καὶ παναρμόνιον κρατηθὲν, ὁ δίκαιος γίνεται. Καὶ διὰ τῶν τοσούτων ἀπαρτίσας αὐτὸν, καὶ ὥσπερ ὅρον αὐτῷ καὶ περιγραφὴν μίαν ἐκ τῶν τοσούτων συνθεὶς, εἰς ἓν πάντα κατέκλεισεν ὄνομα, καὶ λέγει· ∆ίκαιος οὗτος ζωῇ ζήσεται. Ἐπεὶ οὖν ἠκούσαμεν τίνα ἐστὶ τὰ τὸν δίκαιον χαρακτηρίζοντα, φέρε παρὰ ταῦτα καὶ τὰ κατὰ τὸν Ἰὼβ θεωρήσωμεν. Εὐσεβής ἐστιν ὁ δίκαιος, τί δὲ ὁ Ἰώβ; οὐχὶ ταῖς θυσίαις τὸν Θεὸν ἐφ' ἑκάστης ἱλάσκετο; σώφρων, καὶ οὗτος, ∆ιαθήκην, φησὶν, 64.516 ἐθέμην τοῖς ὀφθαλμοῖς μου, τοῦ μὴ κατανοῆσαι εἰς παρθένον· πρᾶος καὶ ἐπιεικὴς, καὶ τί τούτου πραότερον; οὗ καὶ οἱ οἰκέται διὰ τὴν ἄγαν χρηστότητα οὕτως ἐξεκρέμαντο, ὡς μικρῷ καὶ καταπιεῖν αὐτὸν ἐπιθυμεῖν· ἔλεγον γάρ· Τίς ἂν δῷ ἡμῖν τῶν σαρκῶν αὐτοῦ ἐμπλησθῆναι; Ἐλεήμων καὶ κοινωνικὸς, καὶ τίς ἐνταῦθα τῷ Ἰὼβ ἐφάμιλλος; Οὐχ ἡ θύρα παντὶ ἐλθόντι ἀνέῳκται, καὶ οὐδεὶς ἐξῆλθε κόλπῳ κενῷ· διαιτήσει δικαίως τοῖς ἀμφισβητοῦσιν ὁ δίκαιος ἔξεστι κἀνταῦθα τῷ Ἰὼβ καυχήσασθαι, καὶ εἰπεῖν· ∆ίκην ἣν οὐκ ᾔδειν ἐξιχνίασα, καὶ συνέτριψα μύλας ὀδόντων· οὐκ ἀδικήσει οὐδένα ὁ δίκαιος, ὁ δὲ Ἰὼβ καὶ ἐπαρᾶται ἑαυτῷ, Εἰ ἐπῆρα ὀρφανῷ χεῖρα, ἀποσταίη ἄρα ὁ ὦμός μου ἀπὸ τῆς κλειδός. Ἐπειδὴ τοίνυν ὁ Ἰὼβ ἅπαν μόριον ἀρετῆς μεθ' ὑπερβολῆς ἠκριβώσατο, διὰ τοῦτο ἄμεμπτός τε καὶ δίκαιος ὀνομάζεται. Οὕτω καὶ ὁ Ἰὼβ δίκαιος ἦν, οὐ μέρος ἀρετῆς ἐν αὑτῷ ἔχων, ἀλλὰ πᾶσαν ἀρετὴν ἀνθρωπίνην ὁλόκληρον καὶ καθολικὴν, οὐκ ἀπὸ τούτου μὲν ἀπεχόμενος τοῦ πονηροῦ, ἑτέρου δὲ ἀντεχόμενος· οὕτω καὶ ἡμεῖς δίκαιον στάθμιον τοῦτο λέγομεν, τὸ πανταχοῦ ἴσον, οὐκ ἐὰν χρυσὸν μὲν ἐξ ἴσης ἱστᾷν δύνηται, μόλυβδον δὲ ἐναντίως· ἀλλὰ τὸ ἐν πάσαις ὕλαις τὴν ἰσότητα παρεχόμενον, καὶ μέτρον πάλιν πανταχοῦ ἴσον. Οὕτω καὶ ὁ Ἰὼβ δίκαιος πανταχοῦ ἴσος ὤν· οὐδὲ γὰρ ἐπὶ χρήμασι τὴν ἰσότητα ταύτην ἐφύλαττε μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν, οὐδαμοῦ τὸ μέτρον ὑπερβαίνων· οὐδὲ γὰρ ἔχοι τις ἂν εἰπεῖν ὅτι ἐν χρήμασι μὲν τὴν ἰσονομίαν ἔστεργεν, ἐν δὲ τῇ πρὸς τοὺς πλησίον ὁμιλίᾳ τὸ μέτρον ὑπερέβαινεν, ἀλλὰ ζῶν τις καὶ ὑπεροπτικὸς ὢν, ἀλλὰ καὶ τοῦτο ἐκ πολλῆς τῆς περιουσίας ἔφυγε λέγων· Εἰ δὲ καὶ ἐφαύλισα κρῖμα θεράποντος ἢ θεραπαίνης, κρινομένων αὐτῶν πρός με, ἢ οὐχ ὡς ἐγὼ ἐγενόμην, καὶ αὐτοὶ ἐγένοντο; Ἄρα καὶ τοῦτο ἀδικία μεγίστη τὸν ἀλαζόνα εἶναι καὶ ὑπερήφανον· ὥσπερ γὰρ πλεονέκτην, τὰ τῶν ἄλλων βουλόμενον λαβεῖν καλοῦμεν, καὶ τοῖς οἰκείοις οὐκ ἀρκούμενον, οὕτω καὶ ἀλαζονικὸν λέγομεν, ὅταν πλέον ἀπαιτεῖ τῶν ὀφειλομένων ἀνθρώπῳ, παρὰ τοῦ πλησίον, ὅταν τις ἑαυτὸν μὲν ἐν πάσῃ καθιστᾷ τιμῇ, ἕτερον δὲ ἀτιμάσαι θέλῃ, τοῦτο δὲ οὐδαμόθεν ἄλλοθεν γίνεται ἢ ἐξ ἀδικίας· ὅτι γὰρ ἀδικία τοῦτο, μίαν οὐσίαν ἁπάντων ὁ Θεὸς ἐποίησεν, πάντα κοινὰ καὶ ἴσα δέδωκε πρὸς τὸν πλησίον· πῶς οὖν αὐτὸν ἐκβάλλεις καὶ ἀποστερεῖς τῆς τιμῆς, ἧς ἔδωκεν ὁ Θεός· οὐκ ἀφεὶς εἶναι κοινωνὸν, ἀλλὰ τὸ πᾶν σὸν ποιῶν, οὐκ ἐν χρήμασιν, ἀλλ' ἐν δόξῃ ποιῶν αὐτὸν πένητα; Μίαν οὐσίαν ἀμφοτέροις ὁ Θεὸς ἐχαρίσατο καὶ τὴν τῆς οὐσίας προεδρίαν· τὸ γὰρ, Ποιήσωμεν ἄνθρωπον, κοινὸν τοῦ γένους παντός· πῶς οὖν αὐτὸν τῆς πατρῴας