1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

5

δ' ἐντὸς ἔπιπτε. Τινάσσετο δ' ἄρμενα πάντα, Ὀξέα συρίζοντος ἐπὶ προτόνοισιν ἀήτου. Αἰθὴρ δ' ἐν νεφέεσσι μελαίνετο, καὶ στεροπῇσι Λάμπετο, καὶ κρατεραῖς περιάγνυτο πάντοσε φωναῖς. Τῆμος ἐμαυτὸν ἔδωκα Θεῷ, καὶ πόντον ἄλυξα Ἄγριον εὐαγέεσσιν ὑποσχεσίῃσι πεσόντα. Οὐδ' ὅτε παλλομένης γε θεμείλια σείετο πάντα Ἑλλάδος εὐρυχόροιο, κακοῦ δ' οὐ φαίνετ' ἀρωγή· Αὐτὰρ ἐγὼ τρομέεσκον, ἐπεὶ ψυχὴν ἀτέλεστον Εἶχον ἔτ' οὐρανίοιο χαρίσματος, εὖτε λοετρῷ Ἕλκεται ἀνθρώποισι χάρις καὶ Πνεύματος αἴγλη. Οὐδ' ὅτε νοῦσος ἔπλησεν ἐμὸν στόμα ῥεύματι λάβρῳ, 995 Καὶ πνοιῆς στείνωσε πόρους, ζωῆς τε κελεύθους. Οὐδ' ὁπότ' ἀφραίνοντι νόῳ λυγὸν ἀμφὶς ἑλίξας, Οὔτι ἑκὼν βλεφάρου περιηγέα κανθὸν ἄμυξα, Αἱματόεντα δ' ἔθηκα. Φάος δ' ἐμὸν, οἷα φονῆος, Ὤλετο, ἀμπλακίην δὲ πικρὴν μέγα πένθος ἔτετμεν. Οὐδὲ Θεῷ παλάμῃσιν ἐμαῖς ἀνέπεμψα θυηλὴν Πνεύματος, οὔτι πάρος γε, πρὶν ἔκλυσα δάκρυσι πῆμα. Ψαύειν μὴ καθαρῷ γὰρ ἁγνοῦ κακὸν, ὡς πυρόεντος Ἀδρανὲς ὄμμα φέρειν κατεναντίον ἠελίοιο. Ἄλλα τε πόλλ' ἐμόγησα· τίς ἂν τάδε μυθήσαιτο, Οἷς με Θεὸς τείρων τε καὶ εὐμενέων ἐκάλεσσεν; Ἀλλ' οὔπω τοιοῖσδε κακοῖς πάρος ἀντεβόλησα, Οἵοισι πυμάτοισιν ἐμὴ ἐνέκυρσε τάλαινα Ψυχή· καὶ ποθέει ποτ' ἐλεύθερον ἦμαρ ἰδέσθαι Πάντ' ἀποδυσαμένη, γυμνὴ φλόγας ὥς κε φύγῃσι, 996 Καὶ κόσμου κρατεροῖο λαβὰς, καὶ χάσμα πέλωρον 996 Ἀμφιχανεῖν μεμαῶτος ἑαῖς γενύεσσι δράκοντος, Ὅν κε λάβῃ. Βελίῃ γὰρ ἐμὸς νόος ἐστὶν ἐδητύς. Τίς δώσει κεφαλῇ πηγῆς ῥόον ἢ βλεφάροισιν, Ὡς δακρύων ὀχετοῖσι μολύσματα πάντα καθήρω, Κλαύσας ὡς ἐπέοικεν ἁμαρτάδας (ἦ γὰρ ἄριστον ∆άκρυόν ἐστι βροτοῖσιν ἄκος, ψυχαῖς τε μελαίναις, Καὶ κόνις αἰθαλόεσσα, καὶ ἐν χθονὶ σάκκος ἐρυμνός.); Ὥς τις ἔμ' εἰσορόων τρομέῃ, καὶ φέρτερος εἴη, Φεύγων Αἰγύπτοιο μέλαν πέδον, ἔργα τε πικρὰ, Καὶ Φαραὼ βασιλῆα, πάτρην δ' ἐπὶ θείαν ὁδεύῃ, Μηδὲ μένῃ Βαβυλῶνος ἐπὶ κραναῆς πεδίοισι ∆ουριαλὴς, ὄχθῃσι παρεζόμενος ποταμοῖο, Ὠδῆς ὄργανα πάντα παρακλίνας ἀτίνακτα ∆ακρυόεις, σπεύδῃ δ' ἱερῆς ἐπὶ τέρματα γαίης, 997 ∆ούλιον Ἀσσυρίηθε φυγὼν ζύγον, ὃς πρὶν ἔτειρε, Καὶ νηοῦ μεγάλοιο θεμείλια χερσὶ βάληται, Τὴν μὲν ἐγὼ πανάποτμος ἐπεὶ λίπον, οὔποτ' ἔληξα Ἱμείρων. Χαλεπὸν δὲ πάθος κατὰ γῆρας ἔχευε, Καὶ κύπτω ποτὶ γαῖαν, ἐνὶ φρεσὶ πένθος ἀέξων, Ἁζόμενος θνητούς τε καὶ ἀθάνατον Βασιλῆα, Εἵμασί τε κραδίῃ τε κατηφιόων, καὶ ἄναυδος, Ἕλκων οἶκτον Ἄνακτος ὀϊζύϊ, ὃς χθαμαλοῖσιν Εὐμενέων πάντεσσιν ὑπερφιάλους ἀθερίζει· Οἷον δ' ἐξ ἱερῆς Σολύμων κατιόντα πόληος Ἱεριχοῦς πτολίεθρον ἐπὶ κλυτὸν, ὡς ἐνέπουσι, Φῶρες ἐδηλήσαντο κακοὶ λοχόωντες ὁδίτην, Οἳ μὲν τὸν πληγῇσιν ἀεικελίῃσι τεμόντες, Εἵματά τ' ἐκδύσαντες ἅ μιν σκέπε, νηλέϊ θυμῷ 998 Λεῖψαν ἀποψύχοντα· θοῶς δ' ἐνέκυρσαν ὁδῖται Λευΐτης ἱερεύς τε, λίπον τέ ἑ νηλέϊ θυμῷ. Καί που Σαμαρέων τις ἐπήλυθεν, ὅς σφ' ἐλέηρε. Καί μιν ἄγων κατέδησε, καὶ ἕλκεσι φάρμακ' ἔλειπε, Καὶ μισθὸν κομέοντι· τέρας μέγα, πῶς Σαμαρείτης Τόνδ' ἐσιδὼν ἐλέηρεν, ὃν οὐκ ἐλέηραν ἄριστοι! Οὐ γὰρ ἐγὼ σάφα οἶδα τί κεύθεται εἰκόνι τῇδε, Οἷα Θεὸς σοφίῃ μυστήρια ἀμφικαλύπτει. Καὶ τὰ μὲν ἱλήκοι. Τοιοῖσδ' ἐγὼ ἀντεβόλησα Πήμασι· καί μ' ἐδάϊξεν ὁμῶς ψυχῇσι μεγαίρων Ληϊστὴς βιότου κεδνῆς καταβάντα πόληος, Καὶ Χριστοῦ μ' ἀπέδυσε χάριν, καὶ γυμνὸν ἔθηκεν, Ὥσπερ Ἀδὰμ τοπρόσθε χοὸς καὶ πτώσιος ἀρχὴν, Ὃν γεῦσις καθέηκεν ἐπὶ χθόνα, τῆς γένος ἦεν. 999 Ἀλλά μ', Ἄναξ, ἐλέαιρε, καὶ ἐκ θανάτοιο σάωσον, Ὃν λεῖψαν ἱερῆες, ἐπεὶ μογέοντ' ἐνόησαν. Ἕλκεά τ' εὖ κατάδησον, ἄγων ἐπὶ πάνδοκον οἶκον, Αὖθις δ' εἰς ἱερὴν πέμποις πόλιν ἀρτεμέοντα, Ἔμπεδον ἔνθα μένοιμι, κακοὺς δ' ἀπὸ φῶρας ἐρύκοις, Καὶ τρίβον ἀργαλέην, καὶ τραύματα, καὶ παροδίτας Νηλέα θυμὸν ἔχοντας, ἐπ' εὐσεβίῃ κομόωντας. Πυνθάνομ' ὡς δύο φῶτε, μέγα πνείων Φαρισαῖος, Ὥς γε Θεῷ πάντων προφερέστατος, ἠδὲ τελώνης Κέρδεσιν οὐχ ὁσίοισι τετρυμένος ἔνδοθεν ἦτορ, Εἰς ἱερὸν ἀναβάντες· ὁ μὲν τὰ ἕκαστ' ἀγόρευε Νηστείας δεκάτας τε νόμου, παρεμέτρεε δ'