1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

5

ἀγαπητέ, διδάσκων ὡς ἡ μὲν οὐσία Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος μία, τρεῖς δὲ αἱ ὑποστάσεις· οὔτε γὰρ ὁ Πατὴρ υἱὸς ἂν δύναιτο λέγεσθαι, οὔτε ὁ Υἱὸς πατήρ, οὔτε τὸ Πνεῦμα τὸ ἅγιον ἕτερόν τι παρὰ τοῦτο, ἀλλ' ἕκαστος ἐν τῇ ἰδίᾳ μένων ὑποστάσει τὴν ἴσην δύναμιν κέκτηται. 1.23 ∆εῖ γὰρ καὶ τοῦτο πεπηγέναι ἐν τῇ διανοίᾳ τῇ ὑμετέρᾳ ὅτι καὶ τὸ Πνεῦμα τὸ ἅγιον τῆς αὐτῆς ἀξίας ἐστί, καθὼς καὶ ὁ Χριστὸς τοῖς μαθηταῖς ἔλεγε· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.» 1.24 Εἶδες ὁμολογίαν ἀπηρτισμένην; Εἶδες διδασκαλίαν μηδεμίαν ἀμφιβολίαν ἔχουσαν; Μὴ σέ τις λοιπὸν ταραττέτω, τὰς ἐκ τῶν οἰκείων λογισμῶν ζητήσεις ἐπεισφέρων τοῖς τῆς ἐκκλησίας δόγμασι καὶ τὰ ὀρθὰ καὶ ὑγιῆ δόγματα ἐπιθολοῦν βουλόμενος. Ἀλλὰ φεῦγε τῶν τοιούτων τὰς συνουσίας ὡς τῶν φαρμάκων τὰ δηλητήρια. Καὶ γὰρ ἐκείνων οὗτοι χαλεπώτεροι· ἐκεῖνα μὲν γὰρ μέχρι τοῦ σώματος ἵστησι τὴν βλάβην, οὗτοι δὲ αὐτῇ τῇ σωτηρίᾳ τῆς ψυχῆς λυμαίνονται. ∆ιὸ προσήκει ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων φεύγειν αὐτῶν τὰς τοιαύτας διαλέξεις καὶ μάλιστα μέχρις ἂν δυνηθῆτε τοῦ χρόνου προϊόντος, καλῶς φραξάμενοι καθάπερ ὅπλοις τισὶ πνευματικοῖς ταῖς παρὰ τῆς θείας γραφῆς μαρτυρίαις, ἐπιστομίζειν αὐτῶν τὴν ἀναίσχυντον γλῶτταν. 1.25 Καὶ περὶ μὲν τὰ δόγματα τῆς ἐκκλησίας τοσαύτην ὑμᾶς βουλόμεθα τὴν ἀκρίβειαν ἐπιδείκνυσθαι καὶ ταῦτα ἐμπεπηγότα ἔχειν τῇ διανοίᾳ τῇ ὑμετέρᾳ. Ἐπειδὴ δὲ προσήκει τοὺς τοιαύτην ἐπιδεικνυμένους πίστιν καὶ διὰ τῆς τῶν ἔργων πολιτείας διαλάμπειν, ἀναγκαῖον καὶ περὶ τούτου διδάξαι τοὺς μέλλοντας τῆς βασιλικῆς ἀξιοῦσθαι δωρεᾶς ἵνα εἰδέναι ἔχητε ὡς οὐδέν ἐστιν οὕτως ἁμάρτημα ὃ νικῆσαι δύναται τὴν φιλοτιμίαν τοῦ δεσπότου. Ἀλλὰ κἄν τε πόρνος ᾖ τις, κἄν τε μοιχός, κἄν τε μαλακός, κἄν τε ἀρσενοκοίτης, κἄν τε ἡταιρηκώς, κἄν τε ἅρπαξ, κἄν τε πλεονέκτης, κἄν τε μέθυσος, κἄν τε εἰδωλολάτρης, τοσαύτη τῆς δωρεᾶς ἡ δύναμις καὶ τοῦ δεσπότου ἡ φιλανθρωπία ὡς ἁπάντων τούτων ἀφανισμὸν ἐργάσασθαι καὶ αὐτῶν τῶν ἡλιακῶν ἀκτίνων φαιδρότερον ἀποδεικνύειν τὸν γνώμην μόνον εὐγνώμονα ἐπιδειξάμενον. 1.26 Ἐννοοῦντες τοίνυν τοῦ φιλανθρώπου Θεοῦ τὴν ὑπερβάλλουσαν δωρεάν, ἤδη ἑαυτοὺς προευτρεπίζετε καὶ τῇ ἀποχῇ τῶν κακῶν καὶ τῇ ἐργασίᾳ τῶν ἀγαθῶν πράξεων· τοῦτο γὰρ καὶ ὁ προφήτης παραινεῖ λέγων· «Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν.» Καὶ αὐτὸς δὲ ὁ Χριστὸς πάσῃ τῇ ἀνθρωπίνῃ φύσει διαλεγόμενος ἔλεγε· «∆εῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι κἀγὼ ἀναπαύσω ὑμᾶς· ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς καὶ μάθετε ἀπ' ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» 1.27 Εἴδετε ἀγαθότητος περιουσίαν; Εἴδετε κλήσεως φιλοτιμίαν; «∆εῦτε, φησίν, πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι.» Φιλάνθρωπος ἡ κλῆσις, ἀπόρρητος ἡ ἀγαθότης «∆εῦτε πρός με πάντες», οὐκ ἄρχοντες μόνον ἀλλὰ καὶ ἀρχόμενοι, οὐ πλούσιοι ἀλλὰ καὶ πένητες, οὐκ ἐλεύθεροι ἀλλὰ καὶ δοῦλοι, οὐκ ἄνδρες ἀλλὰ καὶ γυναῖκες, οὐ νέοι ἀλλὰ καὶ γέροντες, οὐχ ὑγιεῖς τὸ σῶμα ἀλλὰ καὶ οἱ ἀνάπηροι καὶ οἱ λελωβημένοι τὰ μέλη, πάντες φησὶν δεῦτε. Τοιαῦτα γὰρ τὰ τοῦ δεσπότου δῶρα· οὐκ οἶδε διαφορὰν δούλου καὶ ἐλευθέρου οὐδὲ πλουσίου καὶ πένητος ἀλλὰ πᾶσα αὕτη ἡ ἀνωμαλία ἐκβέβληται. «∆εῦτε πάντες, φησίν, οἱ κοπιῶντες καὶ πεφορτισμένοι.» 1.28 Ὅρα τίνας καλεῖ, τοὺς ἐν ταῖς παρανομίαις καταδαπανηθέντας, τοὺς ἐν τοῖς ἁμαρτήμασι πεφορτισμένους, τοὺς οὐδὲ ἀνανεῦσαι λοιπὸν δυναμένους, τοὺς αἰσχύνης πεπληρωμένους, τοὺς ἀπαρρησιάστους. Καὶ τίνος ἕνεκεν καλεῖ; Οὐχ ἵνα εὐθύνας ἀπαιτήσῃ καὶ δικαστήριον καθίσῃ. Ἀλλὰ τί; Ἵνα ἐκ τοῦ κόπου διαναπαύσῃ, ἵνα τὸ βαρὺ φορτίον περιέλῃ· τί γὰρ ἁμαρτίας βαρύτερον ἂν γένοιτό ποτε; Αὕτη γὰρ κἂν μυριάκις ὦμεν ἀναίσθητοι καὶ λανθάνειν τοὺς πολλοὺς βουλώμεθα, τὸ συνειδὸς διεγείρει καθ' ἡμῶν τὸν δικαστὴν τὸν ἀδέκαστον κἀκεῖνος διηνεκῶς κατεξανιστάμενος ἀδιάλειπτον ἡμῶν τὴν ὀδύνην