1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

5

ἐκβάλλεις οὐσίας, εἰς ἐσχάτην εὐτέλειαν κατάγων, καὶ τὸ κοινὸν ἰδιοποιούμενος; Ἀλλ' οὐχ ὁ μακάριος Ἰὼβ τοιοῦτος, διὸ καὶ ἔλεγεν· Οὐκ 64.517 ἐφαύλισα κρῖμα θεράποντος ἢ θεραπαίνης· διὰ τοῦτο καὶ ὁ συγγραφεὺς δίκαιον αὐτὸν λέγων, παρίστησιν, οὐ τὴν μερικὴν δικαιοσύνην, τὴν ἐν συναλλάγμασι καὶ δίκαις, ἀλλὰ τὴν καθόλου ἀρετὴν ἔχοντα, κατ' ἐκεῖνον περὶ οὗ γέγραπται, Τῷ δικαίῳ νόμος οὐ κεῖται. Ἐπάγει δὲ ὅτι καὶ θεοσεβὴς, ἵνα δείξῃ ὅτι καὶ τὰ πρὸς ἀνθρώπους, καὶ τὰ πρὸς Θεὸν τέλειος ἦν· ἡ μὲν γὰρ δικαιοσύνη πρὸς ἀνθρώπους, ἡ δὲ θεοσέβεια πρὸς Θεόν. Ὅρα δὲ, ἀντακολουθοῦσιν ἀλλήλαις αἱ ἀρεταὶ, καὶ συγκροτοῦσιν ἀλλήλας· βίος γὰρ καλὸς τὸν Θεὸν ἐπιγνῶναι ποιεῖ, καὶ ἡ τοῦ Θεοῦ γνῶσις, τοῦ βίου γίνεται φυλακή. Ὅθεν καὶ ὁ Ἰὼβ, ἐπειδὴ δίκαιος, διὰ τοῦτο καὶ θεοσεβής· καὶ ἐπειδὴ πρὸ ὀφθαλμῶν ἀεὶ τὸν Θεὸν εἶχε, διὰ τοῦτο καὶ τὸ δίκαιον δικαίως ἐδίωκε, δι' αὐτὸ τὸ καλὸν, καὶ οὐ δι' ἕτερόν τι· οὐκ ἔστι δὲ δίκαιον γενέσθαι μὴ πρότερον γενόμενον ἄμεμπτον. ∆ιὰ ταῦτα προηγεῖται μὲν ὁ ἀληθινὸς ἄνθρωπος, ὁ μὴ πλάσμα καὶ σκηνὴν τῆς εὐλαβείας περικείμενος, ἀλλ' ἀληθείᾳ καὶ πράγματι τὴν ἀρετὴν μετερχόμενος, καὶ κατ' αὐτὴν μορφαζόμενος· ἕπεται δὲ τούτῳ, ὁ ἄμεμπτος· ὁ γὰρ γνήσιος ἐργάτης τῆς ἀρετῆς, καὶ ἀπὸ τῶν μικρῶν δοκούντων φυλάττεται· ἐκείνῳ δὲ πάλιν ἀκολουθεῖ ὁ παρωνύμως ἀπὸ τῆς τελείας δικαιοσύνης ὀνομαζόμενος δίκαιος, ὁ κατὰ πᾶν εἶδος ἀρετῆς ἀπηρτισμένος· εἶτα ὁ θεοσεβὴς μετὰ τούτους λαμπρότερος ἐπεισέρχεται, ἔργοις ὁμοῦ ἀγαθοῖς καὶ δόγμασιν ὀρθοῖς διαπρέπων· τούτοις ἐπάγεται τὸ, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος, ὃ καὶ αὐτὸ οὐδεμίαν ὑπερβολὴν καταλείπει· οὐ γὰρ εἴρηται, ὅτι τοῦδε μὲν τοῦ φαύλου ἀπείχετο, τοῦ δὲ οὒ, ἢ πολλῶν μὲν ἐκράτει, ὑπὸ ὀλίγων δὲ ἐκρατεῖτο, ἀλλ' οὐδεμιᾶς πονηρίας θιγγάνειν ἤθελε. Οὐκ ἀρκεῖ μέντοι μόνον ἡ ἀποχὴ τῶν κακῶν, ἀλλὰ δεῖ προσεῖναι καὶ τὴν ἐργασίαν τῶν ἀγαθῶν· καὶ γὰρ ἡ ἀργία τῆς ἀρετῆς, κόλασιν οἶδε προξενεῖν, οὐχ ἡ ἐργασία τῆς πονηρίας μόνον. Ἐπεὶ κἀκεῖνοι, οἱ πεινῶντα μὴ θρέψαντες, ἐπειδὴ ἐλεημοσύνην οὐκ εἰργάσαντο, διὰ τοῦτο τῇ ἀθανάτῳ παραδίδονται κολάσει. Ὅθεν μανθάνομεν ὅτι οὐ τὸ ἀπέχεσθαι κακῶν, ἀρχὴ σωτηρίας ἡμῖν, ἐὰν μὴ προσῇ καὶ τῶν ἀγαθῶν ἡ κτῆσις, καὶ τῆς ἀρετῆς ἡ ἐργασία. Σὺ δέ μοι θέα πῶς ἐν ὀλίγῳ τὸν ἔπαινον τοῦ ἀνδρὸς, ὁ τοῦ θείου Πνεύματος συνήγαγε νόμος, ἀληθινὸν μὲν εἰπὼν τὸν Ἰὼβ κατὰ τὴν δημιουργίαν, ὥσπερ πατρίδα ταύτην καὶ προγόνους ἀπογραφόμενος, ἄμεμπτον δὲ κατὰ τὴν πρᾶξιν, δίκαιον κατὰ τὴν εὐνομίαν, καὶ τὴν τῶν ὄντων αὐτῷ κοινωνίαν, καὶ ἔτι κατὰ τὸ ὀρθὰς τὰς ψήφους ἐπὶ τοῖς κρινομένοις ἐκφέρειν, καὶ τὸ κῦρος πάντων, θεοσεβῆ κατὰ τὴν πίστιν, καὶ τὸ πρὸς τὰ εἴδωλα μῖσος, ἀπεχόμενον ἀπὸ παντὸς πονηροῦ πράγματος κατὰ τὴν τῶν πονηρῶν θερμοτάτην ἀπέχθειαν. Καὶ ἵνα συνελὼν εἴπω, οὐδὲν, φησὶ, 64.520 πώποτε μέμψεως ἄξιον διεπράξατο, ἀλλὰ καὶ τὰ πρὸς ἀνθρώπους ἐφύλαττε δίκαια, καὶ τὰ περὶ τὴν θρησκείαν μετῄει καθαρῶς, πάντα κατὰ Θεὸν πράττων, καὶ γνησίως εὐσεβῶν τὸ Θεῖον. «Ἐγένοντο δὲ αὐτῷ υἱοὶ ἑπτὰ, καὶ θυγατέρες τρεῖς.» Πρῶτον εἶπε τὴν ἀρετὴν, καὶ τότε τὰ παρὰ Θεοῦ δεδομένα. Ἐξ ἀρετῆς γὰρ πάλαι ταῦτα ἐγένετο, εὐπαιδία, λέγω, καὶ πολυπαιδία· Οὐκ ἔσται γὰρ ἐν σοὶ, φησὶν, ἄγονος, οὐδὲ στεῖρα ἐπὶ τῆς γῆς σου. Ὁ δὲ Ἀβραὰμ διὰ τοῦτο ἄγονος ἦν, ἵνα μάθῃς ὅτι οὐ ταῦτα ὄντως ἀρετῆς ἔπαθλα, ἀλλ' ἕτερα· διὰ δὲ τοῦτο ταῦτα ὑπέσχετο συγκαταβαίνων. Συνάγομεν δὲ, ὅτι οὐδὲν ὁ γάμος ἐμπόδιον πρὸς ἀρετήν· ἦ γὰρ ἂν καὶ τῷ Ἰὼβ ἐγένετο κώλυμα. Ἀλλὰ μὴν ὁ δεσμὸς οὗτος, τὸν δίκαιον τρέχειν ὀρθῶς οὐκ ἐκώλυσεν, ὥστε καὶ τοῦτο μάτην τινὲς προφασίζονται. «Καὶ ἦν τὰ κτήνη αὐτοῦ πρόβατα ἑπτακισχίλια, κάμηλοι τρισχίλιαι, ζεύγη βοῶν πεντακόσια, ὄνοι θήλειαι νομάδες πεντακόσιαι, καὶ ὑπηρεσία πολλὴ σφόδρα, καὶ ἔργα μεγάλα ἦν αὐτῷ ἐπὶ τῆς γῆς.» Ὅρα λοιπὸν πλοῦτον