1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

7

σθένος εἰσορόωντες. Κεῖνος δ' ἐστὶν ἄριστος ὃς ἰθείην ὁδὸν ἕλκει, 1006 Οὐδὲ μεταστρέφεται Σοδόμων ἐπὶ τέφραν ἐρήμην, Ἣν διὰ μαργοσύνην ξείνῳ πυρὶ δηϊωθέντων. Φεύγει δ' ἐσσυμένως ἐς ὅρος, πάτρης δὲ λέλησται, Μὴ μῦθος καὶ λᾶας ἀλὸς μετόπισθε λίπηται. Μάρτυς ἐγὼ παθέεσσιν ἐμοῖς βροτέης κακότητος. Παῖς μὲν ἐὼν, ὅτε τυτθὸν ἐνὶ στήθεσσι νόημα, Οἵῳ δὴ σκιόεντι λόγῳ, καὶ ἤθεσι κεδνοῖς Ἐσπόμενος, προσέβαινον ἄνω λάμποντι θοώκῳ, Ἴχνεσιν ἀπλανέεσσιν ἰὼν βασιλήϊον οἶμον. Νῦν δ' ὅτε μῦθον ἄγειρα, βίου δ' ἐπὶ τέρμαθ' ἱκάνω, Οἷα μεθυπλανέεσσι τάλας ποσὶ δόχμια βαίνω. Καί με ταλαντεύει σκολιοῦ μόθος ἑρπηστῆρος, Λάθρα καὶ ἀμφαδίην κλέπτων φρένας ἐσθλὰ νοεύσας. Ἄλλοτε μέν τε Θεῷ τείνω νόον, ἄλλοτε δ' αὖτε 1007 Ἕλκομαι ἐς κόσμοιο κακὴν χύσιν, οὐκ ὀλίγην δὲ Μοῖραν ἐμῆς ψυχῆς λωβήσατο κόσμος ἀπείρων. Αὐτὰρ ἐγὼν, εἰ καί με κάκη ἐκάλυψε μέλαινα, Καὶ δνοφερὸν προπάροιθεν ἰὸν χέεν ἐχθρὸς ἐμεῖο, Σηπίη ὡς ἐμόωσα καθ' ὕδατος, ἀλλὰ καὶ ἔμπης Τόσσον ἔτ' εἰσορόω καὶ δέρκομαι, ὅσσον ἄριστα Ἴδμεναι, ὅστις ἐὼν, καὶ οἷ ποθέων ἀνοροῦσαι, Οἷ κεῖμαι δύστηνος, ὅσον τ' ἐπὶ γαῖαν ὄλισθον Ἢ καὶ γῆς ὑπένερθεν ἐς εὐρυόεντα βέρεθρα. Οὔτε παραιφασίῃσιν ἰαίνομαι, οὔτε λόγοισι Κλέπτομαι, οἳ παθέεσσιν ἀρηγόνες, οὔτε μέτροισιν Ἀλλοτρίης κακίης ἐπιτέρπομαι, ὥς τις ἄριστος. Τίς γὰρ τεμνομένοισι χάρις μογέουσι σιδήρῳ Ἄλλων τεμνομένων ὁράαν χαλεπώτερον ἄλγος; Ἢ τί κακοῖσιν ὄνειαρ ἀτασθαλίῃσι χερείων; 1008 Ἐσθλοῦ μὲν γάρ κέν τις ἀρείονος ἐσθλὸς ἐπαύροι· Ὣς δὲ κακός. Καὶ γάρ τις ὁρῶν τυφλοῖσιν ὄνειαρ. Τέρπεσθαι δὲ κακοῖσι, τελειοτέρης κακότητος. Εἰ δέ τις ὄντα κάκιστον ὀΐεται ἔμμεν ἄριστον, Ἄχθος ἐμοὶ, καὶ κρυπτὸς ἐνὶ στήθεσσιν ὀδυρμός. Κρεῖσσον ἄριστον ἐόντα δοκεῖν κακὸν, ἠὲ κάκιστον Κῦδος ἔχοντ' ἀγαθοῖο, τάφον ψεύστην μερόπεσσιν Ἔμμεναι, ὃς μυδόωσι νεκροῖς ἔντοσθεν ὀδωδὼς, Ἔκτοθεν ἀστράπτει κονίῃ καὶ χρώμασι τερπνοῖς. Ὄμμα μέγα τρομέωμεν, ὃ καὶ γαίης ὑπένερθε Λεύσσει, καὶ πόντοιο μέγαν βυθὸν, ὅσσα τε κεύθει Νοῦς μερόπων. Τέμνει δ' οὐδὲν χρόνος, ἀλλὰ πάρεστι Πάντα Θεῷ. Πῶς κέν τις ἑὸν κακὸν ἀμφικαλύπτοι; 1009 Ἤματι δ' ὑστατίῳ ποῦ κεύσομεν ἡμέας αὐτούς; Ἤ τίς ἀλεξήσει; πῶς λήσομεν ὄμμα Θεοῖο, Ἡνίκα πῦρ κρίνῃσι καθάρσιον ἔργματα πάντων, Βοσκόμενον κακίης κούφην φύσιν αὐαλέην τε. Τὴν μὲν ἐγὼ τρομέω καὶ δείδια νύκτα καὶ ἦμαρ, Εἰσορόων ψυχὴν θεόθεν πίπτουσαν ἔραζε, Καὶ χοὸς ἆσσον ἰοῦσαν, ὃν ἐκφυγέειν μενέαινον. Ὡς δ' ὅτε χειμερίοιο παρ' ὄχθῃσιν ποταμοῖο, Ἢ πίτυν ἢ πλατάνιστον ἐπηετανὸν κομόωσαν, Ῥηγνύμενος ῥίζῃσι ῥόος δηλήσατο γείτων· Τῆς δή τοι πρῶτον μὲν ὑπέχματα πάντα τίναξε, Καὶ κρημνῷ μιν ἔθηκεν ἐπήορον, αὐτὰρ ἔπειτα Βαιῇσι ῥίζῃσιν ἐρυκομένην προθέλυμνον, Κρημνοῦ ἀποῤῥήξας μεσάταις ἐνὶ κάββαλε δίναις, 1010 Καί μιν ἄγων μεγάλῳ πατάγῳ πέτρῃσιν ἔδωκεν· Ἔνθα δέ μιν ὄμβρος καὶ ἀφυσγετὸς αἰὲν ἐρείδων Σῆψαν, ἀτιμότατον δὲ τρύφος παρὰ χείλεσι κεῖται. Ὣς καὶ ἐμὴν ψυχὴν Χριστῷ θαλέθουσαν ἄνακτι, Λάβρος ἐπαΐσσων χαμάδις βάλεν ἐχθρὸς ἀτειρὴς, Ἧς πλεῖστον μὲν ὄλεσσε, μικρὸν δέ τι λείψανον αὔτως Πλάζεται ἔνθα καὶ ἔνθα. Θεοῦ γέ μιν αὖθις ἐγεῖραι, Ὅς ῥα καὶ οὐδὲν ἐόντας ἐπήξατο, καὶ μετέπειτα Λυομένους πήξει τε καὶ ἐς βίον ἄλλον ἐρύσσει, Ἢ πυρὸς, ἠὲ Θεοῖο φαεσφόρου ἀντιάσοντας. Εἰ δὲ Θεοῦ, καὶ ἅπαντας ἐσύστερον; ἄλλοθι κείσθω. Χριστὲ ἄναξ, εἰ καί με νεκρὸν καὶ ἀνάλκιδα φῶτες 1011 ∆υσμενέες καλέουσι, λάθρη δ' ἐπιμυχθίζουσι, Κινυμέναις κεφαλῇσιν ἐμὴν γελόωντες ὀϊζὺν, Μή με λίπῃς χείρεσσιν ὑπ' ἀντιβίῃσι δαμῆναι· Πρῶτα μὲν οὐρανίῃσιν ἐν ἐλπίσιν αὖθις ἐρίδοις, Καί μοι σβεννυμένῳ τυτθὴν στάξειας ἐλαίου Ἰκμάδα, διψαλέῳ λύχνῳ φωστῆρος ἀρωγὸν, Ὥς κεν ἐγειρομένοιο πυρὸς, παλινάγρετον ἔλθῃ Φῶς ἀναθηλῆσαν, ζωῆς δὲ τύχοιμι φαεινῆς. ∆εύτερον ἄχθεα πάντα δίδοις ἀνέμοιο θυέλλαις, Ῥίψας ἐξ ἐμέθεν (πνοὴν δ' ὀπάσειας ἐλαφρὴν), Οἷσιν ἄδην ἐδάμασσας ἐμὸν κέαρ· εἴτε με πικρῆς Τινύμενος κακίης, εἴτ' ἄλγεσιν, οἷά τε