7
ἐκκαθάρωμεν ἡ μῶν τὴν διάνοιαν κατεπᾴδοντες τὰ εὐσεβῆ διδάγματα, δυνησόμεθα ἐντεῦθεν ἤδη ἑαυτοὺς προευτρεπίσαντες καὶ πρὸς τὴν ὑποδοχὴν τοῦ μεγέθους τῆς δωρεᾶς ἀξίους καταστῆσαι καὶ πρὸς τὴν φυλακὴν τῶν διδομένων ἀγαθῶν. 1.34 Μή μοι λοιπὸν περὶ τῶν ἔξω καλλωπισμῶν ἡ φροντὶς γινέσθω μηδὲ περὶ τὴν τῶν ἱματίων πολυτέλειαν ἀλλὰ πᾶσα ἡ σπουδὴ μεταγέσθω ἐπὶ τὴν τῆς ψυχῆς εὐμορφίαν ὥστε τὸ ταύτης κάλλος φαιδρότερον γίνεσθαι. Μή μοι τὰ σηρικὰ ἱμάτια καὶ τὰ τῶν σκωλήκων νήματα μηδὲ τὰ χρυσὰ περιδέρραια. Καὶ γὰρ ὁ τῆς οἰκουμένης διδάσκαλος εἰδὼς μάλιστα τῆς γυναικείας φύσεως τὴν βλακείαν καὶ τῆς γνώμης τὸ εὐόλισθον οὐκ ὤκνησε καὶ περὶ τούτων διατάξασθαι. Τί λέγω ὅτι περὶ τούτων οὐ παρῃτήσατο διδάξαι; Περὶ ἐμπλεγμάτων παραινῶν βοᾷ καὶ λέγει· «Μὴ ἐμπλέγμασιν ἢ χρυσῷ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ» μονονουχὶ διδάσκων κοσμεῖσθαι βούλει, γύναι, καὶ παρὰ τῶν ὁρώντων ἐπαινεῖσθαι; Ἐγώ σοι τοὺς ὁμογενεῖς ἀνθρώπους ἀλλὰ καὶ τὸν τῶν ὅλων δεσπότην εἰς ἔπαινον καὶ εὐφημίαν ἐκκαλέσομαι. 1.35 Ἐπεὶ δὲ ἐκεῖνον τὸν κόσμον ἐξέβαλε τὸν ἀπὸ τῶν ἐμπλεγμάτων, τὸν ἀπὸ τῶν χρυσίων καὶ μαργαριτῶν καὶ τῶν ἱματίων τῶν πολυτελῶν, ἴδωμεν λοιπὸν ποῖον αὐτῇ περιτίθησι κόσμον. Οὗτος γὰρ ὁ κόσμος ὁ ἐκ τῶν χρυσίων καὶ τῶν ἱματίων, κἂν πρὸς ὀλίγον τέρψῃ τὴν περικειμένην, τῷ χρόνῳ δαπανᾶται· τί λέγω δαπανᾶται; Καὶ πρὸ τῆς δαπάνης τοῦ χρόνου τοὺς τῶν βασκάνων ὀφθαλμοὺς διεγείρει καὶ τοὺς κακούργους πρὸς τὴν ὑφαίρεσιν προτρέπεται. Ὁ δὲ κόσμος ὃν περιτίθησιν αὐτὸς ἀνάλωτος, ἀδαπάνητος, διηνεκής, καὶ ἐνταῦθα συμπαραμένων κἀκεῖ συναποδημῶν καὶ πολλὴν ἡμῖν τὴν παρρησίαν κατασκευάζων. 1.36 Ἀλλ' αὐτῶν ἀναγκαῖον ἀκοῦσαι τῶν ἀποστολικῶν ῥημάτων· τί οὖν φησιν; «Ἀλλ' ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσεβεῖν, δι' ἔργων ἀγαθῶν.» Ἄξια, φησί, τῷ ἐπαγγέλματι διαπράττου, διὰ τῶν ἔργων σαυτὴν κόσμει τῶν ἀγαθῶν. Μιμείσθω ἡ τῶν ἀγαθῶν πρᾶξις τὸ ἐπάγγελμα· ἐπαγγέλλῃ σέβειν τὸν Θεόν, τὰ ἐκείνῳ ἀρέσκοντα ἐργάζου, τὰ ἔργα τὰ ἀγαθά. Τί δέ ἐστι δι' ἔργων ἀγαθῶν; Πᾶσα ἡ συναγωγὴ τῆς ἀρετῆς φησιν, ἡ τῶν παρόντων ὑπεροψία, ἡ τῶν μελλόντων ἐπιθυμία, ἡ καταφρόνησις τῶν χρημάτων, ἡ περὶ τοὺς πένητας δαψίλεια, ἡ ἐπιείκεια, ἡ πραότης, ἡ φιλοσοφία, τὸ ἐν εἰρήνῃ καὶ γαλήνῃ τὴν ψυχὴν διακεῖσθαι, τὸ μὴ ἐπτοῆσθαι πρὸς τὴν δόξαν τοῦ παρόντος βίου ἀλλὰ ἄνω τεταμένον ἔχειν τὸ ὄμμα καὶ τὰ ἐκεῖ μεριμνᾶν διηνεκῶς καὶ τῆς ἐκεῖ ἐφίεσθαι δόξης. 1.37 Ἀλλ' ἐπειδὴ πρὸς τὰς γυναῖκάς μοι νῦν ὁ λόγος μάλιστα, βούλομαι καὶ ἕτερά τινα ταύταις παρεγγυῆσαι ὥστε μετὰ τῶν ἄλλων καὶ τῆς ἐπιβλαβοῦς συνηθείας ἀπέχεσθαι τοῦ μὴ κονιᾶν τὸ πρόσωπον μηδὲ ὡς ἐλλιπῶς ἐχούσης τῆς δημιουργίας προστιθέναι καὶ τὴν ὕβριν εἰς τὸν δημιουργὸν ἐκτείνειν. Τί γὰρ ποιεῖς, ὦ γύναι; Μὴ γὰρ ἀπὸ τῶν ἐπιτριμμάτων καὶ τῶν ὑπογραφῶν προσθήκην ἐργάσασθαι ἔχεις τῷ φυσικῷ κάλλει ἢ τὴν φυσικὴν ἀμορφίαν μεταβαλεῖν; Οὔτε ἐκείνῳ προσθήκην ἐργάσῃ διὰ τούτων καὶ τῆς ψυχῆς τὸ κάλλος διαφθερεῖς. Ἡ γὰρ περιεργία αὕτη τεκμήριον γίνεται τῆς ἔνδοθεν βλακείας. Ἄλλως τε καὶ πολὺν ἐπισορεύεις διὰ τούτου σαυτῇ τὸ πῦρ, τὰς τῶν νέων ὄψεις ἀναπτεροῦσα καὶ τοὺς τῶν ἀκολάστων ὀφθαλμοὺς ἐπισπωμένη καὶ μοιχοὺς ἀπηρτισμένους ἐργαζομένη καὶ τὸν ἐκείνων ὄλισθον εἰς τὴν σὴν ἕλκεις κεφαλήν. 1.38 Τὸ μὲν οὖν πρέπον καὶ ἐπωφελὲς πάντη τούτου ἀπέχεσθαι· εἰ δὲ μὴ βούλοιντο αἱ τῇ κακῇ ταύτῃ συνηθείᾳ προκατειλημμέναι, κἂν γοῦν ἐπὶ τὸν εὐκτήριον οἶκον ἀφικνούμεναι μὴ ποιείτωσαν τοῦτο. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, εἰς ἐκκλησίαν παραγενομένη οὕτω σαυτὴν διατίθης; Μὴ γὰρ τοῦτο ἐπιζητεῖ τὸ κάλλος ὃν ἔρχῃ προσκυνήσουσα καὶ τὰς ὑπὲρ τῶν ἁμαρτημάτων ἐξομολογήσεις ποιησομένη; Τὸ ἔνδοθεν κάλλος ἐπιζητεῖ, τὴν διὰ τῶν ἔργων τῶν ἀγαθῶν πρᾶξιν, τὴν ἐλεημοσύνην, τὴν σωφροσύνην, τὴν κατάνυξιν, τὴν πίστιν τὴν ἀκριβῆ. Σὺ δὲ ταῦτα καταλιποῦσα πολλοὺς τῶν ῥᾳθύμων καὶ ἐν τῇ ἐκκλησίᾳ ὑποσκελίζειν ἐπιχειρεῖς. Καὶ πόσων ταῦτα