1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

8

ἄξια σκηπτῶν; Εἰς τὸν λιμένα παραγίνῃ καὶ ναυάγιον σαυτῇ κατασκευάζῃ· πρὸς τὸν ἰατρὸν ἔρχῃ τὰ ἕλκη θεραπεῦσαι καὶ μείζονα αὐτὰ ἐργαζομένη ἀπέρχῃ. Καὶ τίς σοι λοιπὸν ἔσται συγγνώμη; Ἀλλ' εἰ καὶ πρότερόν τινες ἦσαν οὕτω ῥᾳθύμως περὶ τὴν ἑαυτῶν σωτηρίαν διακείμεναι, νῦν γοῦν πεισθήτωσαν ἀπαλλαγῆναι τῆς λύμης ταύτης· εἰ γὰρ ἱματίοις πολυτελέσι κεχρῆσθαι ἀπηγόρευσε, πολλῷ μᾶλλον τοῖς ἐπιτρίμμασι καὶ ταῖς ὑπογραφαῖς. 1.39 Μετὰ δὲ τούτων παρακαλῶ καὶ ἄνδρας καὶ γυναῖκας τοὺς κληδονισμοὺς καὶ τὰς παρατηρήσεις πάντη φεύγειν· ταῦτα γὰρ Ἑλλήνων ἐστὶ καὶ τῶν ἔτι τῇ πλάνῃ προκατειλημμένων ληρήματα, τὸ τοῦ κόρακος τὴν φωνὴν περιεργάζεσθαι καὶ τοῦ μυὸς τὸν ψόφον καὶ τῆς δοκοῦ τὸν τρισμόν, τὸ τὰς ὑπαντήσεις τῶν μὲν αἰσχρῶς βεβιωκότων μεθ' ἡδονῆς δέχεσθαι τὰς δὲ τῶν ἐν εὐλαβείᾳ καὶ σεμνότητι ὡς αἰτίας μυρίων κακῶν φεύγειν. Ὅρα πόσαι τοῦ διαβόλου αἱ μηχαναί· οὐ μόνον γὰρ ἐρήμους ἡμᾶς εἶναι βούλεται τῆς ἀρετῆς καὶ πρὸς τὴν κακίαν νενευκέναι, ἀλλὰ καὶ μῖσος ἡμῖν ἐνθεῖναι κατασκευάζει ὡς καὶ ἀποστρέφεσθαι τοὺς τὴν ἀρετὴν μετιόντας. Καὶ πάλιν οὐ μόνον μετιέναι ἡμᾶς τὰ πονηρὰ βούλεται ἀλλὰ καὶ οἰκειῶσαι ἡμᾶς πρὸς αὐτὰ σπεύδει καὶ ἐπείγεται, παρασκευάζων μεθ' ἡδονῆς αὐτὰ προσίεσθαι. 1.40 Ταῦτα μὴ μικρὰ εἶναι νομίσητε μηδὲ τὰ τυχόντα ἀλλ' ἱκανὰ καταβαπτίσαι ψυχὴν καὶ εἰς αὐτὸν τὸν πυθμένα τῆς κακίας ἀγαγεῖν. Αὕτη γάρ, αὕτη τοῦ πονηροῦ δαίμονος ἡ ἐπιβουλὴ ὥστε καὶ διὰ τῶν μικρῶν ὑποσκελίζειν. Ἀλλ' ὑμεῖς οἱ νέοι τοῦ Χριστοῦ στρατιῶται καὶ ἄνδρες καὶ γυναῖκες, τοῦτο γὰρ τὸ τοῦ Χριστοῦ στρατόπεδον οὐκ οἶδε φύσεως διαφοράν, ἐντεῦθεν ἤδη πᾶσαν τοιαύτην συνήθειαν ἐκκόψαντες ὡς μέλλοντες τὸν ἁπάντων βασιλέα ὑποδέχεσθαι, οὕτως ἐκκαθάρατε ὑμῶν τὴν διάνοιαν ὥστε μηδένα ῥύπον ἐπισκοτεῖν τοῖς ὑμετέροις λογισμοῖς. 1.41 Ἀλλὰ κἂν ἐχθρὸν ἔχῃ τις καταλλαττέσθω, ἐννοῶν οἵων αὐτὸς μέλλει τυγχάνειν παρὰ τοῦ δεσπότου τοσούτοις ἁμαρτήμασι βεβαπτισμένος καὶ ἀφιέτω τῷ πλησίον τὰ εἰς αὑτὸν ἐπταισμένα. «Κακίαν γάρ, φησίν, ἕκαστος τῷ πλησίον αὐτοῦ μὴ λογιζέσθω ἐν ταῖς καρδίαις ὑμῶν.» Κἂν γραμματεῖα τοίνυν τις ἔχῃ καὶ τόκων συναγωγήν, ταῦτα διασπάτω. «Συγγραφὴν γὰρ ἄδικον, φησί, διάσπα.» Καὶ ἁπλῶς εἰπεῖν προλαμβάνων τὰ παρ' ἑαυτοῦ ἐπιδεικνύσθω ἵνα μετὰ πολλῆς τῆς δαψιλείας τὰ παρὰ τοῦ δεσπότου δέξηται. 1.42 Καὶ πρὸ πάντων τὴν γλῶτταν παιδεύετε τῶν ὅρκων καθαρεύειν· οὐ λέγω τῶν ἐπιόρκων ἀλλὰ καὶ τῶν ὅρκων τῶν εἰκῇ καὶ μάτην γινομένων καὶ ἐπὶ κακῷ τῶν ὀμνύντων. «Ἐρρέθη γάρ φησιν· οὐκ ἐπιορκήσεις. Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως.» Ἤκουσας μὴ ὀμόσαι ὅλως, μηκέτι λοιπὸν ἀνέχου περιεργάζεσθαι τὰ παρὰ τοῦ δεσπότου νομοθετηθέντα ἀλλὰ πείθου τῷ προστάξαντι καὶ διὰ πάντων ἐκκάθαιρέ σου τὴν διάνοιαν. 1.43 Μηκέτι ἱπποδρομίας ἔστω σοι λόγος καὶ τῆς θέας τῶν παρανόμων θεάτρων, ἀσελγείας γάρ ἐστι κἀκεῖνα ὑπεκκαύματα, μηδὲ τῆς ὠμῆς τῶν θηρίων τέρψεως. Ποία γὰρ εἰπέ μοι τέρψις ἰδεῖν τὸν ὁμογενῆ καὶ τῆς αὐτῆς σοι φύσεως κοινωνοῦντα ὑπὸ τῶν ἀνημέρων θηρίων σπαραττόμενον; Καὶ οὐ δέδοικας οὐδὲ φρίττεις μὴ σκηπτὸς ἄνωθεν κατενεχθεὶς ἐμπρήσῃ σου τὴν κεφαλήν; Σὺ γὰρ ἀκονᾷς ὡς εἰπεῖν τοῦ θηρίου τοὺς ὀδόντας· τό γε σὸν μέρος διὰ τῆς οἰκείας φωνῆς καὶ αὐτὸς ἐργάζῃ τὸν φόνον, εἰ καὶ μὴ τῇ χειρὶ ἀλλὰ τῇ γλώττῃ. 1.44 Μή, παρακαλῶ, μὴ οὕτω ῥᾳθύμως περὶ τῆς ἑαυτῶν βουλεύεσθε σωτηρίας. Ἐννόει σου τὴν ἀξίαν καὶ αἰδέσθητι· εἰ γὰρ ἐπὶ ἀνθρωπίνῳ τις ἀξιώματι μέγα φρονεῖ καὶ πολλάκις παραιτεῖταί τι διαπράξασθαι ἵνα μὴ ὕβριν τῷ ἀξιώματι προστρίψηται, σὺ τοσοῦτον ἀξίωμα μέλλων κτᾶσθαι οὐκ ὀφείλεις ἤδη σαυτὸν αἰδέσιμον καταστῆσαι; Τὸ γὰρ ἀξίωμά σου τοιοῦτόν ἐστιν ὡς καὶ τῷ παρόντι αἰῶνι συνπαρεκτείνεσθαι καὶ εἰς τὴν μέλλουσάν σοι συναποδημεῖν ζωήν. Τί δὲ τοῦτό ἐστι; Χριστιανὸς ἀκούεις λοιπὸν διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν καὶ πιστός. Ἰδοὺ οὐχ ἓν ἀξίωμα ἀλλὰ δύο· τὸν Χριστὸν μέλλεις μετ' οὐ πολὺ ἐνδύεσθαι καὶ προσήκει σε ὡς ἐκείνου σοι πανταχοῦ συμπαρόντος οὕτω καὶ πράττειν