1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

8

φωνὴν ἐκδέδωκεν ἡ ἱστορία. Γνῶναι τοίνυν ὁ Θεὸς συνεχώρησε τὸν διάβολον καὶ δίχα φωνῆς, ὅτι οὐκ ἔλαθεν αὐτὸν ἡ πονηρὰ βουλή τε καὶ πρᾶξις, καὶ οἱονεὶ φθέγγεται πρὸς αὐτὸν, Πόθεν παραγέγονας; οὐ μαθεῖν βουλόμενος τὴν τοῦ πονηροῦ διατριβὴν (πῶς γὰρ, ὁ παρεστῶσαν ἔχων πάντων τὴν γνῶσιν;), ἀλλ' εἴωθεν ὡς τὰ πολλὰ ἐν ἐρωτήσεως σχήματι ἠθοποιεῖν τὰ λεγόμενα, καθάπερ καὶ ἐν Εὐαγγελίοις τοῖς περὶ τὸν Κλεόπαν προσάγει τὰς πεύσεις ὁ Κύριος, Τίνες οἱ λόγοι οὗτοι, οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους; Καὶ τίς ἂν θαῤῥήσῃ εἰπεῖν, Τὸν πλάσαντα καταμόνας τὰς καρδίας ἡμῶν, δεῖσθαι τῆς ἐρωτήσεως; Τοιοῦτον καὶ τὸ, Πόσους ἄρτους ἔχετε; καὶ ἑτέρωθι πιστούμενος αὐτοῦ τὴν ἀνάστασιν, ἔλεγεν, Ἔχετέ τι βρώσιμον ἐνθάδε; καὶ περὶ Λαζάρου διεπυνθάνετο, Ποῦ τεθείκατε αὐτόν; ὁ τὴν ἀκοὴν προφθάσας, καὶ τὴν αὐτοῦ τελευτὴν προειπών. Τὸν αὐτὸν οὖν τρόπον κἀνταῦθα, τῷ διαβόλῳ λέγων, Πόθεν παραγέγονας; καὶ, Προσέσχες τῷ θεράποντί μου; οὐκ ἀγνοίας προΐσχεται ῥήματα, οὐδὲ διδαχθῆναι βούλεται τοῦ δυσμενοῦς τὴν δίαιταν, ἀλλὰ αὐτὸν ἐκεῖνον τῆς οἰκείας ὠμότητος δεικνύει κατήγορον. Αὐτὴ γὰρ ἑαυτὴν ἡ κακία πέφυκε τιτρώσκειν. «Ἄνθρωπος ἄμεμπτος, ἀληθινὸς, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος.» Τί βλάβης ἀνθρώπων καταφρονούντων καὶ τῆς οἰκουμένης ἁπάσης, ὅταν ὁ τῶν ἀγγέλων δεσπότης ἐπαινεῖ καὶ ἀνακηρύττει; Ὥσπερ οὖν μὴ εὐλογοῦντος αὐτοῦ, κἂν ἅπαντες ἐπαινῶσιν οἱ γῆν καὶ θάλασσαν οἰκοῦντες, οὐδὲν ὄφελος. Τοῦτο τοίνυν πανταχοῦ σκοπῶμεν, ὅπως ἂν αὐτὸς ἡμᾶς ἀνακηρύξῃ· κἂν τοῦτο ᾖ, πάντων ἐσμὲν ὑψηλότεροι, κἂν ἐν πενίᾳ, καὶ ἐν νόσῳ, κἂν ἐν τοῖς αἰσθητοῖς ὦμεν 64.528 κακοῖς. Ἐπεὶ καὶ ὁ μακάριος Ἰὼβ ἐν κοπρίᾳ καθήμενος, καὶ τῷ ἰχῶρι τῶν τραυμάτων κεκυκλωμένος, καὶ μυρίας βρύων πηγὰς σκωλήκων, καὶ τὰ ἀνήκεστα πάσχων ἐκεῖνα, παρὰ οἰκετῶν ἐμπτυόμενος, παρὰ φίλων, παρὰ ἐχθρῶν, παρὰ γυναικὸς ἐπιβουλευόμενος, εἰς πενίαν, εἰς λιμὸν, εἰς ἀῤῥωστίαν τὴν ἀνήκεστον ἐκείνην κατενεχθεὶς, πάντων μακαριώτερος ἦν. Πῶς; Ἐπειδὴ αὐτὸν ὁ Θεὸς εὐλόγει, λέγων, Ἄνθρωπος δίκαιος, ἄμεμπτος, ἀληθινὸς, θεοσεβής. Πῶς γὰρ οὐχ ὑπερβάλλων ἅπαντας τοὺς ἐπὶ γῆς ἐτύγχανε, τοῦ Θεοῦ τῶν ὅλων αὐτῷ μαρτυροῦντος, ἐν τῷ λέγειν, ἄμεμπτος, ἄνθρωπος ἀληθινὸς, ἀσύγκριτόν τινα τὴν ἀρετὴν ἔχων, τά τε πρὸς ἀνθρώπους δίκαια φυλάττων ἀμέμπτως, τήν τε πρὸς τὸν Θεὸν εὐσέβειαν ἀκριβῶς μετιών; Καὶ ὅτι τὰ κατ' αὐτὸν σκοπῶν ὁ διάβολος, οὐ μικρὸν τὸ περὶ αὐτοῦ ἐκέκτητο θαῦμα. Τί δὲ δήποτε τῶν ἐγκωμίων ἐνταῦθα τὴν τάξιν ἀμείβει; Ἴσως μὲν ἀδιαφόρως τοῦτο ποιεῖ, τάχα δὲ, καὶ κατὰ τὴν φύσιν τῶν πραγμάτων καὶ τὴν ἁρμονίαν, τὸν ἔπαινον διατίθησι. Πρῶτον μὲν γὰρ, ἀληθινὸς πᾶς ἄνθρωπος, κατὰ τὸν τῆς δημιουργίας λόγον· εἶθ' οὕτως ἄμεμπτος, κατὰ τὸν τῆς πολιτείας τρόπον· ἐνταῦθα δὲ, διὰ τὴν πρὸς τὸν διάβολον μάχην, τὸ ἄμεμπτον, τοῦ ἀληθινοῦ προτάσσει. Ἀρετὴ γὰρ οἶδε πολεμεῖν τῇ κακίᾳ, καὶ τὸ δίκαιον τοῦ τρόπου, βέλος ὀξύτατον γίνεται τῷ βασκάνῳ. Εἶθ' οὕτω καὶ τὸ ἀληθινὸν ἐπισυνάπτει τῷ ἀμέμπτῳ, ἵνα καὶ τὴν φύσιν συνομολογοῦσαν δείξῃ τῷ τρόπῳ, καὶ προαίρεσιν κοσμοῦσαν τῆς φύσεως τὴν εὐγένειαν. «Καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς.» Ὁρᾷς τὸν πλοῦτον παρὰ τοῦ Θεοῦ δεδομένον, ὁρᾷς ὅτι οὐκ ἐξ ἀδικίας· Σὺ γὰρ, φησὶν, περιέφραξας, σὺ εὐλόγησας, σὺ πολλὰ τὰ αὐτοῦ ἐποίησας. Πόσα ἔδει καμεῖν τὸν Ἰὼβ, ὥστε πεῖσαι τοὺς ἀνθρώπους, ὅτι οὐκ ἐξ ἀδικίας ἦν ὁ πλοῦτος; Ἰδοὺ ὁ διάβολος αὐτῷ τοῦτο ἐμαρτύρησε, κἂν οὐκ οἶδεν. «Ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει.» Τοῦτο γάρ ἐστι, τὸ, εἰς πρόσωπον, φανερῶς, ἀναισχύντως, οὐχ ὑποστελλόμενος. «Τότε εἶπεν ὁ Κύριος τῷ διαβόλῳ· Ἰδοὺ πάντα ὅσα ἔχει δίδωμι ἐν τῇ χειρί σου, ἀλλ' αὐτοῦ μὴ ἅψῃ.» Οὕτω γὰρ, φησὶ, θαῤῥῶ τῷ ἐμῷ ἀθλητῇ, ὅτι σὺ εἶπας, Ἀπόστειλον τὴν χεῖρά σου· ἐγὼ δὲ λέγω, ὅτι Ἐν τῇ χειρί σου δίδωμι πάντα ὅσα ἐστὶν