1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

9

φθάσε καὶ μερόπων ἐς βίον οὐρανόθεν· Ὤμοσα, μήτε νόῳ γε νόον μέγαν, ἐχθρὰ νοήσας, 1018 Ῥίψειν, μήτε λόγῳ τὸν Λόγον ἀλλοτρίῳ. Εἰ Τριάδος θεότητα διατμήξαιμι φαεινῆς, Ἑσπόμενος καιρῶν νεύμασιν ἀντιπάλων· Εἰ δ' ἕδρη μεγάλη ποτ' ἐμὸν νόον οἰστρήσειεν, Ἠὲ πόθῳ δοίην ἀλλοτρίῳ παλάμην· Εἰ δὲ Θεοῦ προπάροιθε βροτὸν θείμην ἐπίκουρον. Πέτρης ἠπεδανῆς πείσματ' ἀναψάμενος· Εἰ δέ ποτ' ἐσθλὰ φέροντος ἀγήνορα θυμὸν ἔχοιμι, Ἠὲ κακοῖς κύρσας, ἔμπαλιν ἀδρανέα· Εἰ δὲ δίκην δικάσαιμι παρακλίνας τι θέμιστος, Εἰ δὲ λάβοι τιμὴν ὀφρὺς ὕπερθ' ὁσίων· Εἰ δὲ κακοὺς ὁρόων τι γαληνιόωντας ὁδοῖο Σταίην δεξιτερῆς, ἢ ἀγαθῶν σκοπέλους· 1019 Εἰ φθόνος ἐκτήξειεν ἐμὴν φρένα· εἰ γελάσαιμι Πτῶμα καὶ οὐχ ὁσίων, ὡς πόδα πηγὸν ἔχων· Εἰ δὲ χόλῳ πλήθοντι πέσοι νόος, εἰ δ' ἀχάλινος Γλῶσσα θέοι, μάχλον τ' ὄμμα φέροι κραδίη· Εἰ δέ τιν' ἐχθαίροιμι μάτην, εἰ δ' ἐχθρὸν ἐμεῖο Τισαίμην δολίως, ἠὲ καὶ ἀμφαδίην· Εἰ κενεὴν πέμψαιμι δόμων ἄπο χεῖρα πένητος, Εἰ φρένα διψαλέην οὐρανίοιο λόγου· Ἄλλῳ Χριστὸς ἔοι πλέον ἵλαος, αὐτὰρ ἐμοῖο Τοὺς ἄχρι καὶ πολιῆς αὖρα φέροι καμάτους. Τοῖσδε νόμοισιν ἔδησα ἐμὸν βίον. Εἰ δὲ πόθοιο Ἐς τέλος ἱκοίμην, Ἄφθιτε, σεῖο χάρις. 1020

Γʹ. Ἐνόδια Κωνσταντινουπόλεως. Ἐν σοὶ μὲν ἠρεμοῦμεν, ὦ Θεοῦ Λόγε,

Μένοντες οἴκοι· σοὶ δ' ἀνάπτομεν σχολήν. Σὴ μὲν καθέδρα, σὴ δ' ἔγερσις, καὶ στάσις, Σὴ δ' αὖ πορεία, σοῖς δὲ καὶ νῦν νεύμασιν Εὐθυποροῦμεν. Ἀλλά μοί τιν' ἀγγέλων Πέμποις ὁδηγὸν, δεξιὸν παραστάτην, Ὅς με στύλῳ πυρός τε καὶ νέφους ἄγοι, Τέμνοι δὲ πόντον, ῥεῖθρα δ' ἱστάῃ λόγῳ, Τρέφοι δ' ἄνωθεν καὶ κάτωθεν πλουσίως. Σταυρὸς δὲ χερσὶν ἐκτυπούμενος θράσος Ἐχθροῦ κατείργοι· μηδ' ἐν ἡμέρᾳ μέσῃ 1021 Καύσων φλέγοι με, μηδὲ νὺξ φόβον φέροι. Τὴν δὲ τραχεῖαν καὶ προσάντη μοι τρίβον Λείαν τιθείης, εὔπορόν τε σῷ λάτρῃ, Ὡς πολλάκις με καὶ τὸ πρὶν χειρὶ σκέπων Γῆς καὶ θαλάσσης ἐξέωσας κινδύνων, Νόσων τε δεινῶν, δυσμενῶν τε πραγμάτων. Ὡς δεξιῶς ἅπαντα, καὶ κατ' ἐλπίδας, Πράξαντες, αἴσιόν τε τῆς ὁδοῦ τέλος Εὑρόντες, αὖθις πρὸς φίλους καὶ συγγενεῖς Παλινδρομῶμεν, ἀσμένοισιν ἄσμενοι Φανέντες οἴκοι, καὶ πόνων πεπαυμένοι. Σὲ προσκυνοῦμεν, τῆς τελευταίας ὁδοῦ Χρῄζοντες εὐμενοῦς τε καὶ ῥᾴστης τυχεῖν. 1022

∆ʹ. Εἰς αὐτόν. Τριὰς λαλοῖτο, καὶ καταρτίζοι λόγον Ἄλλος τις, ὅσπερ ἄξιος.

Θρόνων δ' ἐγὼ Εἴξω. Θεῷ γὰρ προσλαλῶν οὐ παύσομαι. Εʹ. Πρὸς τὸν Ἀναστασίας λαόν. Ποθῶ, ποθῶ σε, φίλτατ', οὐκ ἀρνήσομαι·

Ποθῶ λόγων γέννημα τῶν ἐμῶν τέκων, Ἀναστασίας ὦ λαὲ τῆς ἐμοὶ φίλης, Ἣ τὴν πάλαι θανοῦσαν ἐν νεκροῖς λόγοις Πίστιν παλαιὰν ἐξανέστησεν νέοις· Ὅθεν προελθὼν οὑμὸς, ὡς σπινθὴρ, λόγος, Πάσας κατέσχε φωτὶ τὰς Ἐκκλησίας. 1023 Τίς σου τὸ κάλλος, τίς θρόνους ἐμοὺς ἔχει; Πῶς εἰμ' ἄτεκνος, ζῶσι δ' οἱ παῖδες; Πάτερ, Σοὶ δόξα, κἄν τι τοῦδε χεῖρον συμπέσοι. Ἴσως κολάζεις τὴν ἐμὴν παῤῥησίαν. Τίς ἐκβοήσει γνησίως τὸ σὸν, Τριάς;

ςʹ. Πρὸς τοὺς αὐτούς. Σιὼν ὁδοὶ πενθοῦσι, τὸν νόμου λάτρην Λαὸν ποθοῦσαι

ἡμέραις ἑορτίοις. Πενθῶ δ' ἔγωγε λαὸν οὐχ ὁρώμενον Ἐμοὺς ῥέοντα πρὸς λόγους, ὡς ἦν ποτε Κωνσταντινούπολίς τε καὶ ξένων ὅσον Ἔνδημον, οἷς ἤστραπτεν ἡ φίλη Τριάς. Καὶ νῦν ἐγὼ μὲν ὡς λέων βρυχώμενος 1024 Μακρὰ στενάζω. Τῶν δ' ἐμῶν τέκνων τυχὸν Ἄλλοι κατασκιρτῶσι, πιθανοῖς λόγοις Συναρπάσαντες. Εἰ γὰρ ἔλθοι μοι σθένος, Ὡς πρὶν, Τριὰς, σὸν, καὶ βρυχησαίμην πάλιν Ἐν σοὶ, τάχ' ἄν τι θῆρες εἴξειαν πάλιν.