1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

9

ἅπαντα καὶ βουλεύεσθαι. 1.45 Ἢ οὐχ ὁρᾷς τοὺς τὰ πολιτικὰ διοικοῦντας πράγματα πῶς ἐπειδὰν ὦσιν ἐσθῆτα περικείμενοι τὰς μορφὰς ἔχουσαν τὰς βασιλικὰς μέγα φρονοῦσι καὶ διὰ τοῦτο βούλονται πλείονος ἀξιοῦσθαι τῆς τιμῆς καὶ δορυφορίας ἀπολαύουσιν. Εἰ τοίνυν ἐκεῖνοι οἱ ἐπὶ ἱματίου τὴν μορφὴν ἔχοντες ἐπικειμένην ἐντεῦθεν εἶναι αἰδέσιμοι βούλονται, πολλῷ μᾶλλον σὺ ὁ αὐτὸν μέλλων ἐνδύεσθαι τὸν Χριστόν. «Ἐνοικήσω γὰρ ἐν ὑμῖν, φησί, καὶ ἐμπεριπατήσω καὶ ἔσομαι ὑμῶν Θεός.» 1.46 Φεύγετε τοίνυν πάντα ταῦτα τὰ πονηρὰ δελεάσματα τοῦ διαβόλου καὶ τῆς εἰς τὴν ἐκκλησίαν εἰσόδου μηδὲν ὑμῖν ἔστω προτιμότερον. Καὶ μετὰ τῆς ἀποχῆς τῶν βρωμάτων καὶ τῆς τῶν κακῶν ἀποχῆς, πολλὴ ἡμῖν γινέσθω τῆς ἀρετῆς ἡ σπουδή· καὶ τὸν καιρὸν ἅπαντα τῆς ἡμέρας διανείμωμεν, τὸν μὲν ἐν εὐχαῖς καὶ ἐξομολογήσεσι, τὸν δὲ ἐν ἀναγνώσει καὶ κατανύξει ψυχῆς καὶ ἡ σπουδὴ ἡμῶν πᾶσα γινέσθω ὥστε περὶ τῶν πνευματικῶν ἡμῖν εἶναι τὰς διαλέξεις. Πολλῆς ἡμῖν δεῖ τῆς ἀκριβείας πρὸς τὸ μὴ ἁλῶναι ταῖς τοῦ πονηροῦ παγίσιν. Εἰ γὰρ ὑπὲρ ἀργοῦ λόγου δίκας ἀπαιτούμεθα, πολλῷ μᾶλλον ὑπὲρ τῶν φλυαριῶν τῶν ἀκαίρων, ὑπὲρ τῶν βιωτικῶν διαλέξεων. 1.47 Ἂν τοίνυν οὕτω φροντίζητε καὶ ἐπιμελήσησθε τῆς κατὰ ψυχὴν ὑμῶν ὑγείας, καὶ τὸν Θεὸν εἰς πλείονα εὔνοιαν ἐπισπάσεσθε καὶ αὐτοὶ πλείονος ἀπολαύσετε τῆς παρρησίας καὶ ἡμεῖς μετὰ πολλῆς τῆς προθυμίας καὶ τὴν εἰς τὸ ἑξῆς διδασκαλίαν ποιησόμεθα, εἰδότες ὅτι εἰς εὐγνώμονας ἀκοὰς καὶ εἰς λιπαρὰν καὶ βαθύγειον ἄρουραν τὰ πνευματικὰ ταῦτα καταβάλλομεν σπέρματα. Γένοιτο δὲ καὶ ὑμᾶς δαψιλοῦς ἀξιωθῆναι τῆς παρὰ Θεοῦ δωρεᾶς καὶ ἡμᾶς τῆς παρ' αὐτοῦ τυχεῖν φιλανθρωπίας, χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

2.t ΛΟΓΟΣ Βʹ Τοῦ αὐτοῦ ἀκολουθία πρὸς τοὺς μέλλοντας

φωτίζεσθαι καὶ σαφὴς ἀπόδειξις τῶν συμβολικῶς τε καὶ τυπικῶς ἐν τῷ θείῳ βαπτίσματι τελουμένων.

2.1 Φέρε δὴ πάλιν τοῖς εἰς τὸ ἴδιον τοῦ Χριστοῦ ἀπογραψαμένοις μικρά τινα

διαλεχθῶμεν, δεικνύντες αὐτοῖς καὶ τῶν ὅπλων ὧν μέλλουσιν ὑποδέχεσθαι τὴν δύναμιν καὶ τοῦ φιλανθρώπου Θεοῦ τὴν ἄφατον ἀγαθότητα ἣν περὶ τὸ τῶν ἀνθρώπων ἐπιδείκνυται γένος, ἵνα μετὰ πολλῆς τῆς πίστεως καὶ τῆς πληροφορίας προσελθόντες δαψιλεστέρας ἀπολαύσωσι τῆς φιλοτιμίας. Ἐννόησον γάρ μοι, ἀγαπητέ, ἐξ αὐτῶν τῶν προοιμίων τῆς ἀγαθότητος τὴν ὑπερβολήν. Εἰ γὰρ μηδέπω καμόντας μηδὲ ἐπιδειξαμένους τι γενναῖον τοσαύτης ἀξιοῖ τῆς δωρεᾶς καὶ τὰ ἐν παντὶ χρόνῳ πεπλημμελημένα ἀφίησιν, εἰ μετὰ τὴν τοσαύτην φιλοτιμίαν εὐγνώμονες γενόμενοι τὰ παρ' ἑαυτῶν εἰσενεγκεῖν βουληθείητε, πόσης ὑμᾶς εἰκὸς ἀξιωθῆναι παρὰ τοῦ φιλανθρώπου Θεοῦ τῆς ἀμοιβῆς; 2.2 Ἐπὶ μὲν οὖν τῶν ἀνθρωπίνων πραγμάτων οὐδέν ἐστι τοιοῦτον ἰδεῖν γινόμενόν ποτε, ἀλλὰ πολλοὶ πολλάκις μετὰ τοὺς πολλοὺς πόνους καὶ τὰς ταλαιπωρίας ἃς ὑφίστανται ἐλπίδι τῶν ἀμοιβῶν κεναῖς οἴκαδε ἀναχωροῦσι χερσίν, ἢ τῶν προσδοκηθέντων ἀμείβεσθαι ἀγνωμόνων γενομένων περὶ τοὺς πολλὰ κεκμηκότας ἢ καὶ πολλάκις προαναρπασθέντων ἐκ τοῦ μέσου καὶ μὴ δυνηθέντων ἀποπληρῶσαι τὸν οἰκεῖον σκοπόν. Ἐπὶ δὲ τοῦ δεσπότου τοῦ ἡμετέρου οὐ μόνον οὐδέν ἐστι τοιοῦτον ὑποπτεῦσαί ποτε, ἀλλὰ καὶ πρὶν ἢ ἄρξασθαι ἡμᾶς τῶν πόνων καὶ ἐπιδείξασθαι τὰ παρ' ἑαυτῶν, προλαμβάνων τὴν οἰκείαν φιλοτιμίαν ἐπιδείκνυται ἵνα ταῖς εὐεργεσίαις ταῖς πολλαῖς ἐπισπάσηται ἡμᾶς πρὸς τὴν τῆς οἰκείας σωτηρίας πρόνοιαν. 2.3 Οὕτως οὖν ἄνωθεν καὶ ἐξ ἀρχῆς εὐεργετῶν διετέλεσε τὸ τῶν ἀνθρώπων γένος.