1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

9

αὐτῷ· τῇ χειρί σου, τῇ μιαρᾷ, τῇ ἀκορέστῳ· τί φής; τίς χρεία μετὰ τὴν σὴν μαρτυρίαν, ἑτέρας βασάνου; Ἵν' ἐπιστομισθῇ, φησὶν, ὁ διάβολος, ἵνα λαμπρότερος φανῇ ὁ δίκαιος, ἵνα τοῖς μετὰ ταῦτα, καὶ ὑπομονῆς, καὶ θλίψεως φάρμακα καταλίπωμεν. «Καὶ ἦν ὡς ἡ ἡμέρα αὕτη.» Ἵνα τοίνυν ὁ συγγραφεὺς δείξῃ τὸ ὀξὺ τῆς ἐπι 64.529 βουλῆς τοῦτό φησιν· οὔπω γὰρ μεσούσης ἡμέρας ἤρξατο τοῦ πολέμου. «Καὶ ἰδοὺ ἄγγελος ἦλθε πρὸς Ἰὼβ, καὶ εἶπεν αὐτῷ.» Φόνος τῇ ἀπωλείᾳ ἀναμέμικται, ὅπερ φορτικοὺς ποιεῖ τοὺς πολεμίους φαίνεσθαι· πολλὴ ἡ ὠμότης, καὶ ἡ ἀπανθρωπία, διπλῆ ἡ συμφορὰ, φόνος, καὶ αἰχμαλωσία· καὶ ἡ σωτηρία τοῦ περιλειφθέντος, προσθήκη τῶν κακῶν. Εἶδες πόση ταχύτης τῆς πληγῆς, καινὴ καὶ ξένη ἡ συμφορά· ὁ ἐν τοσαύτῃ ἀφθονίᾳ, καὶ μηδέποτε πεῖραν λαβὼν τοιούτου τινὸς, ἐξαίφνης γέγονεν ἐν ἀφαιρέσει τῶν ὄντων πάντων· οὐ γὰρ, τὰ μὲν ἀφηρέθη, τὰ δὲ ὑπελείφθη, πρὸς παραμυθίαν τινὰ τῶν ἀπολλυμένων, ἀλλ' αὐτοὺς ὑπολείπεται μόνος, ὁ τὴν τραγῳδίαν ἀπαγγέλλων. «Ἔτι τούτου λαλοῦντος, ἦλθεν ἕτερος ἄγγελος, καὶ εἶπε πρὸς Ἰὼβ, Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ, καὶ κατέκαυσε τὰ πρόβατα, καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοίως, καὶ σωθεὶς ἐγὼ μόνος, ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.» Μετεμελήθη ὁ πονηρὸς, ὅτι κακῶς τὰ πρῶτα ἀπήγγειλε. Κακῶς, φησὶν, ἐτόξευσα, οὐ κατὰ σκοποῦ ἔβαλον, περιεπλανήθη ἡ ἄτροπος. Εἶπον, ὅτι οἱ ἄνθρωποι τὰ ζεύγη καὶ τὰς ὄνους ᾐχμαλώτευσαν, δύναται λογίσασθαι ὁ Ἰὼβ, Ἄνθρωποί με ἠδίκησαν, τί τοῦτο πρὸς τὸν Θεόν; τὴν τῶν ἀνθρώπων ἀδικίαν Θεῷ ἐπιγράψω; ἄλλοι οἱ ἀδικήσαντες, καὶ ἕτερος ἔσται ὁ βλασφημούμενος; Ἵνα οὖν μεταγάγῃ αὐτοῦ τὴν διάνοιαν ἀπὸ τῶν ἀνθρώπων εἰς Θεὸν, φησί· Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ. Ἀκύλας δὲ καὶ Θεοδοτίων, πῦρ, εἶπον, Θεοῦ. Μὴ δύνῃ εἰπεῖν, ὅτι Ἐχθροὶ ἔῤῥιψαν ἄνωθεν, ὕβρισον τὸν ἀδικήσαντα, βλασφήμησον τὸν πολεμήσαντα· διὰ τί λατρεύεις αὐτῷ; διὰ τί προσκυνεῖς τὸν ἀναλίσκοντά σου τὰ κτήματα; Μὴ νόμιζε ἀνθρωπίνας εἶναι τὰς πληγὰς, ἀκούσας αἰχμαλωτεύοντας· ἄνωθέν σοι πολεμεῖ, ἐκ τοῦ οὐρανοῦ, ὁ Θεός. Καὶ δῆλον, ὥστε καὶ πῦρ κατελθὸν ἐκ τοῦ οὐρανοῦ, κατέφαγε τὰ πρόβατα. Ὅρα πόση τοῦ διαβόλου ἡ δύναμις, πῶς ἔθνη τοσαῦτα ἐκίνησεν, εἴτε δαίμονας σχηματίσας εἰς πολεμίους, σύ μοι τὴν εὐκολίαν νόησον· μὴ νομίζων πῦρ εἶναι κατ' ἀλήθειαν (οὐ γὰρ δύναται δημιουργεῖν), ἀλλ' οὕτως ἔδειξε καταφλέξαι ἅπαντα· ἢ εἴπερ ἦν κατ' ἀλήθειαν πῦρ, ἐκ τοῦ ὄντος καὶ τοῦτο κεκίνηκε, Θεοῦ ἀφέντος. «Ἔτι τούτου λαλοῦντος, ἄλλος ἄγγελος ἔρχεται, λέγων τῷ Ἰώβ· Τῶν υἱῶν σου, καὶ τῶν θυγατέρων σου, ἐσθιόντων καὶ πινόντων παρὰ τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ, ἐξαίφνης πνεῦμα μέγα ἐπῆλθεν ἐκ τῆς ἐρήμου, καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας, καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου, καὶ ἐτελεύτησαν· ἐσώθην δὲ ἐγὼ μόνος, καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.» 64.532 Καὶ ταύτην αὐτοῖς ἐπικατέσειεν, ὥστε μηδὲ πρὸς ταφὴν εὐδιάκριτον εἶναι λοιπὸν ἑκάστου τὸ σῶμα· τὸ δὲ, ἐσθιόντων καὶ πινόντων, προσέθηκεν, ἵνα εἴπῃ, ἐν αὐτῷ τῷ τῆς εὐφροσύνης καιρῷ. Ὡς γὰρ πᾶσαν πεῖραν προσαγαγὼν, καὶ τῶν κτημάτων γυμνώσας, τῆς ἀρετῆς οὐκ ἐγύμνωσε, χωρεῖ λοιπὸν ἐπὶ τὴν φύσιν, ἀποσπᾷ τοὺς κλάδους ἀπὸ τῆς ῥίζης, περιαιρεῖ τὸν καρπὸν, ἵνα λυπήσῃ τὸν γεννήσαντα· καὶ βλέπε τὴν ἀγγελίαν, πῶς μεστή ἐστιν εἰρωνείας, καὶ εἰς γοητείας ῥέπουσα, καὶ κατακλᾶσαι τοῦ γενναίου τὴν ψυχὴν δυναμένη. Ἐπῆλθε, φησὶ, πνεῦμα μέγα ἐκ τῆς ἐρήμου. Καὶ πάλιν, τὸν κριτὴν διαβάλλει· πνεῦμα γὰρ οὐκ ἀνθρώποις ὑπακούει, ἀλλὰ τῷ Θεῷ. Καὶ οὐκ εἶπεν, Ἔπεσεν ἡ οἰκία ἐπὶ τοὺς ἔνδον, ἀλλ' ὅπερ ἠδύνατο πένθος ἐγεῖραι, ἐπὶ τὰ παιδία σου, ἵνα τῶν παίδων ἀκούσας, εἰς οἶκτον ἔλθῃ, καὶ καμφθῇ πρὸς συμπάθειαν, καὶ οἰμώζων ἐρεῖ· Οἴμοι! ἐξαίφνης ἄπαις ὁ πολύπαις γέγονα· βέλτιον ἦν μὴ λαβεῖν, ἢ οὕτω λαβεῖν ἵνα μάθω τίνος ἀπεστερήθην. Ἡ γὰρ παρελθοῦσα εἰρήνη, καὶ γαλήνη, καὶ εὐημερία, τὴν