1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

11

δόξαιεν οἱ κακοὶ κρατεῖν Τὰ πάντα, μηδ' ᾖ λεῖος αὐτοῖς ὁ δρόμος, 1167 Ἀντιστατοῦντος οὐδενὸς, τὸ μὲν πέρας Τούτων παρήσω τῷ τελευταίῳ πυρὶ, Ὃ πάντ' ἐλέγχει καὶ καθαίρει σὺν δίκῃ, Κἂν λανθάνωμεν ἐνθάδε πλοκαῖς τισιν. Αὐτὸς δὲ μικρῷ τοὺς ἐμοὺς λόγῳ πλήξω Φονεῖς· φονεῖς γὰρ οἱ κρίνοντες ἔκτοπα, Ψυχῶν ἀθώων ἐκχέοντες αἵματα, Πάντων, ὅσους ἔπλαττον, οὓς ᾠκονόμουν. Ἐρῶ δ' ἃ λέξω, μηδὲν εὐλαβούμενος Τὸ λοιδορεῖσθαι, πρᾶγμ ἀπηγορευμένον Πᾶσιν μὲν, ἐμοὶ δὲ καὶ πλέον μισούμενον. Οὐ γὰρ ὀνομαστὶ τοὺς λόγους ποιήσομαι, 1168 Τῷ μὴ δοκεῖν ἐλέγχειν, ἃ κρύπτειν χρεών. Ἀλλ' οὐδὲ πάντων ἐξ ἴσης μεμνήσομαι, Μή μοι τοσοῦτον ἐκδρομήσειε στόμα. Πολλοὺς γὰρ οἶδα καὶ λόγου τοῦ κρείσσονος. Ἀλλ' ὅστις ἐν κακοῖς τε, καὶ κακῶν πέρα, Αὐτὸς κρατείσθω, καὶ δαμαζέσθω τὰ νῦν. Τεμεῖ τὸ χεῖρον ἡ μάχαιρα τοῦ λόγου. Τί τοῦτο; δείξεις· ἂν μάχῃ πρὸς τὸν λόγον, Αὑτοῦ προδήλως ἐκφανὴς κατήγορος. Τὸ δ' οὖν ἐμὸν τοιοῦτο· βαλλέτω με πᾶς· Πόῤῥωθέν εἰμι τοῖς λίθοις ἡρμοσμένος. Θάῤῥει λέοντι. Πάρδαλις τῶν ἡμέρων. 1169 Ἀσπὶς τάχ' ἄν σε καὶ φύγοι δεδοικότα. Ἓν ἐκτρέπου μοι, τοὺς κακοὺς ἐπισκόπους, Μηδὲν φοβηθεὶς τοῦ θρόνου τὴν ἀξίαν. Πάντων τὸ ὕψος, οὐχὶ πάντων δ' ἡ χάρις. Τὸ κώδιον πάρελθε, τὸν λύκον βλέπε. Μὴ τοῖς λόγοις με πεῖθε, τοῖς δὲ πράγμασι. Μισῶ διδάγμαθ', οἷς ἐναντίος βίος. Τὰ χρώματ' αἰνῶν τοῦ τάφου, βδελύττομαι Τὴν ἔνδον ὀδμὴν τῶν σεσηπότων μελῶν. Πῶς ταῦτα; καὶ τί ταῦτα; πῶς λόγους ἀεὶ Κινῶν ἀμείνους, οὐχὶ καὶ νῦν εὐστομεῖς; Ἀλγοῦντός ἐστιν, ἐξερεύγεσθαι πάθος Θεῷ, φίλοις, γονεῦσι, γείτοσι, ξένοις, Εἰ δ' οὖν, χρόνῳ τε καὶ βίῳ τοῖς ὕστερον. 1170 Μικρὸν δ' ἀνοίσω τὸν λόγον ποῤῥωτέρω. Μηδείς ποτ' εἴπῃ τοῖς πονοῦσί τι πλέον Ἐντεῦθεν εἶναι. Παίζεθ', ὃς φρονεῖ τάδε. Ἅπαντ' ἐν νυκτὶ καὶ ζόφῳ πορεύεται. Τοὺς μὲν πυροῖ γὰρ, τοὺς δ' ἐπιζοφοῖ Θεὸς, Ἕως τὸ πῦρ ἅπαντα φωτίζοι τάδε. Ἄλλος μὲν ἐξήντλησε μοχθηρὸν βίον, Στένων, ἀϋπνῶν, δάκρυσιν τήκων μέλη, Χαμευνίᾳ τε καὶ τροφῇ στενούμενος, Καὶ νοῦ μερίμναις, ἐν θεοπνεύστοις Γραφαῖς, Μάστιξί θ' αὑτὸν ταῖς ἔσω ξαίνων ἀεί. Τί μοι παρεῖται; μὴ δέον τί τ' ἔδρασα; Ἄλλος τὰ τερπνὰ τῶν νέων ἐδρέψατο, Ἔπαιξεν, ᾖδε, γαστρὸς ἔπλησεν νόσον, 1171 Πάσαις ἐφῆκεν ἡδοναῖς, αἰσθήσεσι Κλεῖθρ' οὐκ ἔθηκε, πῶλος ἡνίας ἄτερ. Κἄπειτα τὸν μὲν συμφοραὶ κατέδραμον· Οὐ συμφοραὶ μέν· οὐ γὰρ ἅπτεται σοφῶν Τῶνδ' ἐνθάδ' οὐδὲν, ὡς δοκεῖ τοῖς πλείοσιν Ὑφ' ὧν ὀλεῖται καὶ τὸ φαίνεσθαι σοφόν. Ὁ δ' εὐδρομῶν ἅπαντα, καὶ τόδ' εὐδρομεῖ, Κράτιστος εἶναι τὴν ἀρετὴν νομίζεται. Λόγου δὲ μάρτυς αὐτὸς, ὃς λέγει τάδε. Ἄνω καθήμενόν με τῶν ὁρωμένων, Καὶ νοῦν μόνοις μιγνύντα τοῖς νοουμένοις, Ῥίψαντα δόξαν, κτῆσιν, ἐλπίδας, λόγους, Τὸ μὴ τρυφᾶν τρυφῶντα, καὶ μάζῃ στενῇ Βίον γλυκαίνονθ', ὕβρεως ἐλεύθερον, (Ἢ πάντα δεῖ σε προσδοκᾷν, κἂν ᾖς σοφὸς), 1172 Παρ' ἐλπίδας τις τῶν καλῶν ἀποσπάσας Ἔκδημον ἤγαγε· ὅστις, οὐκ ἔχω λέγειν. Εἶτ' οὖν τὸ θεῖον Πνεῦμα, εἶθ' ἁμαρτάδες, Ὡς ἂν δίκας τίσαιμι τῆς ἐπάρσεως; Τὸ δ' οὖν πρόδηλον, σύλλογοί τε ποιμένων Καὶ λαὸς ὀρθόδοξος, ἀλλ' οὔπω πλατὺς, Ἄρτι πρὸς αὐγὰς ἡλίου μικρὸν βλέπων Ὡς ἄν τις ἔλθοι τῷ λόγῳ παῤῥησία, Μικρόν τ' ἀναπνεύσωσι τῶν κύκλῳ κακῶν, Λάλων τε γλωσσῶν, καὶ πολυσχιδοῦς πλάνης, Ὑφ' ὧν ἔκαμνον οὐκ ἔχοντές τι σκέπης, Οἷόν τι τερπνὸν ἐν μέσῳ βάτων ῥόδον, Ἤ τις μέλαινα ῥὰξ ἐν ἀώρῳ βότρυϊ, Οὕτω μὲν οὖν ἐπῆλθον εὐσεβὴς ξένος, Ὅρκοις τε καμφθεὶς, καὶ λιταῖς πολυτρόποις, 1173 Αἷς ἀντιβῆναι τῶν λίαν καταφρόνων. Ἐπεὶ δ' ἐπῆλθον, Καππάδοσσαν γῆν λιπὼν, Ἣ πίστεως ἔρεισμα τοῖς πᾶσιν δοκεῖ, Οὐ λαὸν, οὐδὲν τῶν ἀναγκαίων ἐμοὶ (Ταῦτ' ἐστὶν ἐχθρῶν πλάσματα, ψευδεῖς λόγοι, Φθόνου καλύμματ' ἀστόχως εὑρημένα), Ὑμᾶς ἔρεσθαι τἀπίλοιπα βούλομαι· Ὑμεῖς γάρ ἐστε μάρτυρες μόχθων ἐμῶν. Τί σκαιὸν, ἢ πρόσαντες, ἢ βλάβην φέρον, Ἢ εἶπον, ἢ ἔπραξα τοῦτ' ἔτος τρίτον; Πλὴν ἕν γε τοῦτο, τῶν κακῶν ἐφεισάμην, Ὑφ' ὧν λιθασθεὶς εἰσόδου προοίμιον Ἐκαρτέρησα. Καὶ γὰρ