1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

12

εὐσεβέστερον Παθόντα τὰ Χριστοῦ με οὕτω καὶ φέρειν. 1174 Ὁρᾷς, πένητες οἷα δωροῦνται Θεῷ. Καὶ τοῦτο δ' ἔγκλημ', εἰ δοκεῖ, ποιώμεθα. Σὴς μὲν, τὶς εἶπεν, ὀστέων, αἰσθητικαὶ Φρένες. Τόδ' ἔργοις τοῖς ἐμοῖς ἐγνώρισα. Τὸ χάλκεόν μοι σῶμα φροντίσιν τακὲν Ἤδη νένευκεν· ἄλλο δοῦναι δ' οὐκ ἔχω, Πλείω χρεωστῶν, κἂν τὰ πάντων εἰσφέρω. Τί ἂν πάθοι τις συζυγεὶς σαθρῷ φίλῳ; Ἀλλ' ἀνιτέον μοι πρὸς τὸν ἐξ ἀρχῆς λόγον. Κέκλημ', ἔπηξα λαὸν ἐν μέσῳ λύκων, Ποίμνην ἄνυδρον τοῖς λόγοις ἐπήγασα, Ἔσπειρα πίστιν τῷ Θεῷ ῥιζουμένην, Τριάδ' ἔλαμψα τοῖς πρὶν ἐσκοτισμένοις. Ὀπός τις ἤμην ἐν γάλακτι, φάρμακον 1175 Πειθοῦς βίᾳ· καὶ τοὺς μὲν ἤδη δεσμίους, Τοὺς δ' ἐγγὺς εἶχον, οἱ δ' ἔμελλον αὐτίκα. Πᾶσιν δὲ θυμὸς ἐκλίθη, τὸ πρὶν ζέων, Καὶ φίλτρον ἤδη τῷ λόγῳ συνεκράθη· Ἐλπὶς δὲ παντὸς, καὶ ῥοπή τις μετρία. Ῥώμης τόδ' οἶδεν ἄστυ τῆς εὐδαίμονος, Καὶ τῆς μάλιστά φημι τὸ πρῶτον γένος, Οἵ μ' ἠξίωσαν καὶ λόγου τυχόν τινος, Παρ' οἷς πλέον, καὶ μικρὸν εὐκλείας ἔχειν, Ἢ πρῶτ' ἐν ἄλλοις τιμίου παντὸς φέρειν· Καὶ γὰρ τοσοῦτόν εἰσι πάντων κρείσσονες! Οὗτοί με καὶ παρόντα εἶχον ἐν λόγῳ, Καὶ νῦν ἀπόντος αἰτιῶνται τοὺς κακούς. 1176 Πλέον γὰρ οὐδὲν εἶχον, ἢ τοῦτο, δρᾶσαι, Οὐδ' αὐτὸς ᾔτουν οὐδέν. Ὦ πόλις, πόλις, Ἵν' ἐκβοήσω καί τι καὶ τραγῳδικόν. Ἀλλ' οἱ καλοί τε κἀγαθοὶ συμποίμενες Φθόνῳ ῥαγέντες (ἴστε τοὺς Θρασωνίδας· Οὐ γὰρ φέρει παίδευσιν ἡ ἀγροικία), Καὶ τὴν ἐμὴν λαβόντες ἔκγονον πόνων Ἀῤῥωστίαν συνεργὸν, ἣν αἰδεῖσθ' ἔδει Τοὺς καί τι μικρὸν τῷ Θεῷ κεκμηκότας, Τό τε θρόνου τοσούτου μὴ στέργειν κράτος, Κόσμου ῥαγέντος ἐν μάχης μεταιχμίῳ. Ταῦτ' οὖν λαβόντες σὺν ῥοπῇ τοῦ δαίμονος Προύπεμψαν ἔνθεν ἀσμένως οἱ φίλτατοι, 1177 Ὥσπερ τιν' ὄγκον ἐκ νεὼς βαρουμένης Ῥίψαντες. Ἦν γὰρ φόρτος εὐφρονῶν κακοῖς. Ἔπειτ' ἀροῦσι χεῖρας, ὡς ἁγνοὶ, Θεῷ, Καὶ δῶρα πέμψουσ' ἐκ φρενὸς καθάρσια, Καὶ λαὸν ἁγνίσουσι μυστικοῖς λόγοις, Οἳ κἄμ' ἔπεμψαν ἔνθεν ἐκ πονηρίας, Οὐ σφόδρ' ἄκοντα. Καὶ γὰρ ἦν αἶσχος μέγα, Τούτων τιν' εἶναι τῶν καπήλων πίστεως. Ὧν οἱ μὲν ὄντες ἔκγονοι φορογράφων, Οὐδὲν φρονοῦντες τοῦ παρεγγράφειν πλέον, Οἱ δ' ἐκ τραπέζης, τῶν τ' ἐκεῖσ' ἀγαλμάτων, Οἱ δ' ἐξ ἀρότρων, ἡλίῳ κεκαυμένοι, Οἱ δ' ἐκ δικέλλης καὶ σμινύης πανημέρου· Ἄλλοι δὲ κώπην, ἢ στρατὸν λελοιπότες, 1178 Ἄντλον πνέοντες, ἢ τὸ σῶμ' ἐστιγμένοι, Λαοῦ κυβερνῆταί τε, καὶ στρατηλάται Πεφήνασ' οὐκ εἴξουσι καὶ μικρόν ποτε· Ἄλλοι δὲ τεχνῶν ἐμπύρων τὴν ἀσβόλην Οὔπω τελείως σαρκὸς ἐκνενιμμένοι Μαστιγίαι τε, καὶ μυλώνων ἄξιοι, Πρὶν καὶ τὸ τίμημ' εἰσενεγκεῖν δεσπόταις, Μικράν τιν' ἂν εὕρωσι παῦλαν τῶν πόνων, Ἔπειθ' ὑπερμαζῶσι καὶ δήμου τινὰς Κλέψαντες, ἢ πείσαντες, ἢ τυραννικῶς, Ἄνω τρέχουσι, κάνθαροι πρὸς οὐρανὸν, Πόλον στρέφοντες, οὐ τὸν ἐκ κόπρων ἔτι, Οὐδ' ἐξόπισθεν, ὡς τὸ πρὶν, νενευκότες, Αὐτῶν δ' ἔχειν δοκοῦντες τῶν ἄνω κράτος, 1179 Ἀριστερὰ λαλοῦντες, οὐδὲ τοὺς πόδας Αὐτῶν ἀριθμεῖν εἰδότες, ἢ τὰς χέρας, Ἀλλ' οὐ κάκιστα ταῦτα, οὐδ' ἐπισκοπῆς, Ὦ λῷστε; μὴ τοσοῦτον ἀρχαίως φρονεῖν, Ὡς τηλικοῦτο πρᾶγμα τιμᾶσθαι κακῶς, Μηδ' εἰ λίαν μοι τὸ χθαμαλὸν σπουδάζεται· Οὐ γὰρ κάκιστον ἡ ἐπισκοπή. Χρεὼν Πάντως τιν' εἶναι τῶν δ' ἀρίστων, ἐκλέγω Τὸν πρῶτον· εἰ δ' οὖν, ἀλλὰ μὴ τὸν ἔσχατον· Εἴπερ νομίζεσθαί τι δεῖ μου τὸν λόγον, Καὶ νῦν μάλιστα ἐν ζάλῃ γλωσσαλγίας, Καὶ τῶν μεγίστων ἀστέων, καὶ συλλόγων, Ὧν καὶ μενόντων ἀσφαλῶς, κέρδος πλέον, Καὶ μὴ μενόντων, ἡ βλάβη πληρεστέρα· Ὧν δὴ χάριν σοι τοὺς καλοὺς ἐκλεκτέον. 1180 Μόλις γὰρ ἄν τις τῶν μέσων οὕτω τύχοι, Εἰ σφόδρ' ἀγωνίζοιτο, τοὺς καλοὺς κρατεῖν. Οὕτω γινώσκειν, γνώμονος ἀψευδεστάτου. Ἀλλ' οἱ τελῶναι, χ' ἁλιεῖς, ἥξουσί μοι Εὐαγγελισταὶ, καὶ πένητες ἐν λόγῳ, Κόσμον σαγηνεύσαντες εὐτελεῖ λόγῳ, Καὶ τοὺς σοφοὺς λαβόντες εἴσω δικτύων, Ὡς ἂν τὸ θαῦμα μεῖζον ᾖ τὸ τοῦ λόγου, Καὶ γὰρ πρόχειρον τοῦτο τοῖς πολλοῖς λέγειν, Πρὸς οὓς βραχύς μοι καὶ σαφὴς ἄγαν λόγος. ∆ός μοι τὸ πιστὸν τῶν ἀποστόλων ἑνὸς, Ἄχαλκον εἶναι, πῆραν οὐκ ἐξημμένον, Ἄραβδον, ἡμίγυμνον, ὡς δ'