12
λυπηρὰ, καὶ ὄντα, ταῦτα μάλιστα πάντων ἐστὶ, πενία, καὶ νόσος, καὶ παίδων ἀποβολὴ, καὶ ἐχθρῶν ἐπανάστασις, καὶ φίλων ἀγνωμοσύνη, καὶ λιμὸς, καὶ σαρκὸς ὀδύναι διηνεκεῖς, καὶ λοιδορίαι, καὶ συκοφαντίαι, καὶ τὸ πονηρὰν κτήσασθαι ὑπόληψιν· καὶ ταῦτα ἅπαντα εἰς ἓν ἐξεχύθη σῶμα, καὶ μιᾶς κατεσκεδάσθη ψυχῆς, καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ ἀμελετήτῳ ὄντι ἐπέθετο. Ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν· Ὁ ἐκ πενήτων τεχθεὶς, καὶ ἐν οἰκίᾳ τοιαύτῃ τραφεὶς, ἅτε γυμνασάμενος καὶ μελετήσας, ῥᾳδίως ἂν ἐνέγκοι τῆς πενίας τὸ βάρος· ὁ δὲ τοσούτοις περιῤῥεόμενος χρήμασι, καὶ τοσούτῳ πλούτῳ κομῶν, εἶτα ἀθρόον εἰς τὸ ἐναντίον μεταπεσὼν, οὐκ ἂν εὐκόλως ὑπομείνῃ τὴν μεταβολήν· καὶ γὰρ ἀγυμνάστῳ ὄντι χαλεπωτέρα φαίνεται, ἀθρόον προσπεσοῦσα, Πάλιν, ὁ ἄσημος, καὶ ἐξ ἀσήμων γενόμενος, καὶ ἐν τῷ διηνεκῶς καταφρονεῖσθαι ζῶν, οὐκ ἂν σφόδρα λοιδορούμενος καὶ ὑβριζόμενος ταραχθείη. Ὁ δὲ τοσαύτης ἀπολαύσας δόξης, καὶ παρὰ πάντων δορυφορούμενος, καὶ ἐν τοῖς ἁπάντων στόμασιν ὢν, καὶ πανταχοῦ μετὰ πολλῆς ἀνακηρυττόμενος τῆς περιφανείας, εἰς ἀτιμίαν καὶ εὐτέλειαν κατενεχθεὶς, τὸ αὐτὸ ἂν πάθοι τῷ ἀπὸ πλουσίου ἀθρόον γενομένῳ πένητι. Ὁ παῖδας ἀποβαλὼν, πάλιν, κἂν ἅπαντας ἀποβάλῃ, μὴ ἐν ἑνὶ δὲ καιρῷ, τοὺς λειπομένους ἔχει τῶν ἀπελθόντων παραμύθιον· καὶ τῆς ἐπὶ τῷ προτέρῳ τελευτῆς, τοῦ πάθους λήξαντος, ἂν ἡ τοῦ δευτέρου γένηται μετὰ χρόνον, τοῦτο αὐτῷ προσηνέστερον γίνεται τὸ πάθος· οὐ γὰρ νεαρῷ ὄντι ἔπεισι τῷ ἕλκει, ἀλλὰ κοιμηθέντι ἤδη, καὶ ἀφανισθέντι, ὅπερ οὐκ ὀλίγον ὑποτέμνεται τῆς ὀδύνης. Οὗτος δὲ, ὁλόκληρον αὐτῷ τὸν χορὸν εἶδεν ἐν μιᾷ ἀναρπασθέντα καιροῦ ῥοπῇ, καὶ τρόπῳ πικροτάτῳ τελευτῆς· καὶ γὰρ βίαιος, καὶ ἄωρος ὁ θάνατος ἦν. Καὶ ὁ καιρὸς δὲ, καὶ ὁ τόπος, οὐ μικρὰν ἐποιεῖτο τῷ πένθει προσθήκην· καὶ γὰρ ἐν ὥρᾳ συμποσίου, καὶ ἐν οἰκίᾳ τῇ τοῖς ξένοις ἀνεῳγμένῃ, καὶ τάφος αὐτοῖς ὁ οἶκος ἐγένετο. Καὶ τὸ δὴ θαυμαστότερον, ὅτι ὁμοῦ ταῦτα πάντα ὑπήνεγκεν, ὅπερ διπλασίονα καὶ τριπλασίονα ποιεῖ 64.540 τὰ χαλεπά· ὅταν μηδὲ τὴν ἐκ τῆς ἀνακωχῆς ἔχει παραμυθίαν ὁ ἀγωνιζόμενος, ἀλλὰ τῇ συνεχείᾳ τῆς ἐπαγωγῆς, πλείων ὁ θόρυβος γίνεται, καὶ μείζων ἡ ταραχὴ, ὅπερ ἐπὶ τούτου συνέβη· τὴν μὲν γὰρ τῶν προβάτων ἀπώλειαν, καὶ τὸν ἐμπρησμὸν, διεδέχετο ἡ τῶν βοῶν ἁρπαγή· καὶ τὴν τούτων, ἡ τῶν ὄνων ἀφαίρεσις, καὶ ταύτην, ἡ τῶν καμήλων αἰχμαλωσία, καὶ τῶν οἰκετῶν ἡ σφαγή· καὶ ταύτην, ἡ τῶν παίδων ἀπώλεια, καὶ ὁ φρικτὸς ἐκεῖνος, καὶ καινὸς θάνατος, καὶ ὁ φρικωδέστατος τάφος, ὁ αὐτὸς ὁμοῦ καὶ θάνατος, καὶ τάφος γενόμενος. Καὶ ἡ τράπεζα, ἡ νῦν μὲν ἑστιώμεθα, νῦν δὲ κατακοπέντα δεξαμένη τὰ σώματα· καὶ φιάλαι καὶ τὰ ποτήρια, μετὰ τοῦ οἴνου, τὸ αἷμα ὑποδεχόμενα, καὶ κατακεκομμένα μέλη. Λόγισται τὸ μέγεθος τῆς συμφορᾶς, καὶ τὸ καινὸν ἐκεῖνο ναυάγιον, καὶ τὴν ξένην καὶ παράδοξον τραγῳδίαν. Ἄλλως μὲν γὰρ ἴσως ἔνα υἱὸν ἀπώλεσεν, ἢ δεύτερον, ἢ τρίτον, ἐλεεινῶς δὲ τοσούτους, καὶ τοσαύτας, καὶ ὁ πολύπαις, ἐξαίφνης ἄπαις ἐγένετο· καὶ οὐδὲ κατὰ μικρὸν αὐτῷ τὰ σπλάγχνα ἀνηλίσκετο, ἀλλ' ἀθρόον ἅπας ὁ καρπὸς ἀνηρπάζετο· καὶ οὐδὲ τῷ κοινῷ τῆς φύσεως νόμῳ, οὐδὲ εἰς γῆρας ἐλθόντες, ἀλλὰ καὶ ἀώρῳ καὶ βιαίῳ θανάτῳ, καὶ πάντες ὁμοῦ, καὶ οὐδὲ παρόντος, οὐδὲ παρακαθημένου, ἵνα κἂν ἐσχάτων ἀκούσας ῥημάτων, ἔχῃ τινὰ παραμυθίαν τῆς οὕτω πικρᾶς τελευτῆς. Ἀλλὰ παρ' ἐλπίδα πᾶσαν, καὶ μηδὲν τῶν γινομένων εἰδότος, ἀθρόον ἅπαντες κατεχώννυντο, καὶ ἡ οἰκία τάφος αὐτοῖς ἐγένετο καὶ παγίς. Οὐκ ἄωρος δὲ θάνατος μόνον, ἀλλὰ καὶ πολλὰ, μετὰ τούτου, ἦν λυποῦντα, οἷον τὸ, ἐν ἀκμῇ πάντας εἶναι, τὸ, ἐναρέτους πάντας, τὸ, φιλικοὺς, τὸ, πάντας ὁμοῦ, τὸ, τῆς φύσεως ἑκατέρας, τὸ, μηδὲ ἕνα ὑπολειφθῆναι, τὸ, μὴ τῷ κοινῷ νόμῳ τῆς φύσεως, τὸ, μετὰ τοσαύτην ζημίαν, τὸ, μηδὲν ἑαυτῷ συνειδότα πονηρὸν, μηδὲ ἐκείνοις, ταῦτα παθεῖν. Τούτων γὰρ ἕκαστον ἱκανὸν μὲν, καὶ καθ' ἑαυτὸ,