13
ὅσας καὶ οἵας ἂν βούλησθε, μόνον ἐὰν πνευματικὰ ζητήσωμεν, αἰτῆσαι χάριν καὶ ὑπὲρ ἡμῶν ὥστε τῶν ἡμαρτημένων ἡμῖν μὴ ἀπαιτῆσαι εὐθύνας ἀλλὰ συγγνώμην δόντα εἰς τὸ ἑξῆς τῆς παρ' αὐτοῦ ἀξιῶσαι ῥοπῆς. Ἀλλὰ τοῦτο μὲν ὅτι ποιήσετε, φιλόστοργοί τινες ὄντες περὶ τοὺς ὑμετέρους διδασκάλους, οὐκ ἀμφιβάλλω. 2.20 Φέρε δὴ λοιπὸν τῆς ἀκολουθίας ἐχώμεθα τοῦ λόγου. Τότε τοίνυν παρασκευάζει ὑμᾶς ὁ ἱερεὺς λέγειν· «Ἀποτάσσομαί σοι, Σατανᾶ, καὶ τῇ πομπῇ σου καὶ τῇ λατρείᾳ σου καὶ τοῖς ἔργοις σου.» Ὀλίγα τὰ ῥήματα ἀλλὰ μεγάλη τούτων ἡ δύναμις. Καὶ γὰρ ἄγγελοι παρεστηκότες καὶ αἱ ἀόρατοι δυνάμεις ἡδόμεναι ἐπὶ τῇ ὑμετέρᾳ ἐπιστροφῇ δέχονται παρὰ τῆς ὑμετέρας γλώττης τὰς φωνὰς καὶ ἀναφέρουσι τῷ κοινῷ πάντων δεσπότῃ καὶ ἐν ταῖς βίβλοις ταῖς οὐρανίοις αὗται ἐγγράφονται. 2.21 Εἴδετε οἷα τῶν συνθηκῶν τὰ γραμματεῖα; Μετὰ γὰρ τὴν ἀποταγὴν τοῦ πονηροῦ καὶ πάντων τῶν τῷ πονηρῷ διαφερόντων πραγμάτων πάλιν λέγειν παρασκευάζει· «Καὶ συντάσσομαί σοι, Χριστέ.» Εἶδες ἀγαθότητος ὑπερβολήν; Τὰ ῥήματα δεχόμενος παρὰ σοῦ μόνον, τοσοῦτον ἐμπιστεύει σοι πραγμάτων θησαυρόν, πάσης τῆς προτέρας ἀγνωμοσύνης ἐπιλαθόμενος καὶ οὐδὲν ὑπομιμνῄσκων σε τῶν προτέρων ἀλλ' ἀρκεῖται τοῖς βραχέσι τούτοις ῥήμασιν. 2.22 Εἶτα μετὰ τὴν συνθήκην ταύτην καὶ τὴν ἀποταγὴν καὶ τὴν συνταγήν, ἐπειδὴ ὡμολόγησας τὴν δεσποτείαν καὶ διὰ τῶν τῆς γλώττης ῥημάτων συνετάξω τῷ Χριστῷ, λοιπὸν ὡς στρατιώτην καὶ εἰς τὸ στάδιον καταλεγέντα τὸ πνευματικόν, ἀλείφει ἐπὶ τοῦ μετώπου τῷ μύρῳ τῷ πνευματικῷ, τὴν σφραγῖδα ἐπιτιθεὶς καὶ λέγων· «Χρίεται ὁ δεῖνα εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.» 2.23 Ἐπειδὴ γὰρ οἶδε λοιπὸν ὅτι μέμηνεν ὁ ἐχθρὸς καὶ θήγει τοὺς ὀδόντας καὶ περιέρχεται ὡς λέων ὠρυόμενος καὶ ὁρῶν τοὺς πρότερον ὑπὸ τὴν αὐτοῦ τυραννίδα τυγχάνοντας ἀθρόον κατεξανισταμένους αὐτοῦ καὶ αὐτῷ μὲν ἀποταξαμένους, μεταταξαμένους δὲ καὶ τὴν πρὸς τὸν Χριστὸν συνταγὴν ἐπιδειξαμένους, διὰ τοῦτο ἀλείφει ἐπὶ τοῦ μετώπου καὶ τὴν σφραγῖδα ἐπιτίθησιν ἵνα ἀποστρέψῃ τὰς ὄψεις ἐκεῖνος. Οὐδὲ γὰρ ἀντιβλέψαι τολμᾷ ὁρῶν τὴν ἐκεῖθεν ἀστραπὴν ἐκπηδῶσαν καὶ ἀποτυφλοῦσαν αὐτοῦ τὰς ὄψεις. Λοιπὸν γὰρ μάχη καὶ ἀντίστασις ἐξ ἐκείνου πρὸς αὐτὸν γίνεται καὶ διὰ τοῦτο καθάπερ ἀθλητάς τινας Χριστοῦ οὕτω διὰ τῆς ἀλοιφῆς εἰς τὸ στάδιον τὸ πνευματικὸν εἰσάγει. 2.24 Εἶτα μετὰ τοῦτο κατὰ τὸν τῆς νυκτὸς καιρὸν ὁλόκληρον ἀποδύσας τὸ ἱμάτιον καὶ καθάπερ εἰς αὐτὸν τὸν οὐρανὸν εἰσάγειν μέλλων διὰ τῶν τελουμένων οὕτως ἅπαν τὸ σῶμα ἀλείφεσθαι παρασκευάζει τῷ ἐλαίῳ ἐκείνῳ τῷ πνευματικῷ ὥστε πάντα τὰ μέλη διὰ τῆς ἀλοιφῆς τειχισθῆναι καὶ ἀχείρωτα γενέσθαι τοῖς παρὰ τοῦ ἐναντίου πεμπομένοις βέλεσι. 2.25 Μετὰ τὴν ἀλοιφὴν τοίνυν ταύτην εἰς τὰ ἱερὰ νάματα καθίησιν, ὁμοῦ καὶ θάπτων τὸν παλαιὸν ἄνθρωπον καὶ ἀνιστὰς τὸν νέον τὸν ἀνακαινούμενον κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν. Τότε λοιπὸν διὰ τῶν ῥημάτων τοῦ ἱερέως καὶ τῆς τούτου χειρὸς ἡ ἐπιφοίτησις ἐφίπταται τοῦ Πνεύματος τοῦ ἁγίου καὶ ἄλλος ἀντ' ἄλλου ἄνεισι, πάντα τὸν ῥύπον τῶν ἁμαρτημάτων ἀποσμηξάμενος καὶ ἀποδυσάμενος τὸ παλαιὸν τῆς ἁμαρτίας ἱμάτιον καὶ ἐνδυσάμενος τὴν ἐσθῆτα τὴν βασιλικήν. 2.26 Καὶ ἵνα μάθῃς καὶ ἐντεῦθεν ὡς μία ἡ οὐσία Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, οὕτω καὶ ἡ τοῦ βαπτίσματος γίνεται παράδοσις. Ἐπιφωνοῦντος γὰρ τοῦ ἱερέως· «Βαπτίζεται ὁ δεῖνα εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος», τρίτον τὴν κεφαλὴν καθίησι καὶ ἀνίησι, διὰ τῆς μυστικῆς ταύτης τελετῆς τὴν τοῦ Πνεύματος παρασκευάζων ἐπιφοίτησιν δέξασθαι. Οὐδὲ γὰρ ὁ ἱερεύς ἐστι μόνος ὁ τῆς κεφαλῆς ἐφαπτόμενος ἀλλὰ καὶ ἡ τοῦ Χριστοῦ δεξιά. Καὶ τοῦτο καὶ ἐξ αὐτῶν τῶν ῥημάτων τοῦ βαπτίζοντος δείκνυται· οὐδὲ γὰρ λέγει· «Βαπτίζω ἐγὼ τὸν δεῖνα» ἀλλά· «Βαπτίζεται ὁ δεῖνα», δεικνὺς ὅτι αὐτὸς μόνον διάκονος γίνεται τῆς χάριτος καὶ τὴν χεῖρα τὴν ἑαυτοῦ παρέχει, ἐπειδὴ εἰς τοῦτο παρὰ τοῦ Πνεύματος τέτακται. Ὁ δὲ πάντα πληρῶν ἐστιν ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα, ἡ Τριὰς