1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

14

βαίνειν κάτω. Λιτὴ τράπεζα πολλάκις μοι φιλτέρα Τῆς ὀψοποιῶν χερσὶν ἐξησκημένης. Ἐσθὴς δ' ὁμοίως· ὡς δὲ κάλλος εὐπρεπὲς, 1188 Οὐχ ὃ γράφουσι χεῖρες, ἡ φύσις δ' ἔχει. Ὁ νοῦς ἀνείτω, καὶ τόδ' ἡμῖν ἀρκέσει. Οὐδὲν τὸ κομψὸν, τοῖς θέλουσι δώσομεν. Μή μοι τὰ Σέξτου, μηδὲ Πύῤῥωνος πλέκε· Χρύσιππος ἔῤῥει, μακρὰν ὁ Σταγειρίτης. Μηδὲ Πλάτωνος στέργε τὴν εὐγλωττίαν. Ῥίψον τὸ κάλλος, ὧν τὰ δόγματ' ἀποστρέφῃ. Ἐμφιλοσόφει τῇ εὐτελείᾳ τοῦ λόγου· Ἡμῖν ἀρέσκεις, κἂν ἀπαιδεύτως λαλῇς. ∆ίδαξον ἡμᾶς, ὡς θέλεις, δίδασκε δὲ, Τίς ἡ Τριάς μοι, πῶς ἑνίζεται Θεὸς, Καὶ τέμνετ' αὖθις, ἓν σέβας, φύσις μία, Μονὰς, Τριάς τε, ἀγγέλων δὲ τίς φύσις, Κόσμου τε δισσοῦ, καὶ προνοίας ἐνδίκου, 1189 Κἂν πολλὰ μὴ δίκαια τοῖς πλείστοις δοκῇ· Ψυχῆς τε, σώματός τε τίς λόγος, νόμων Πρώτου τε, δευτέρου τε· σάρκωσις δὲ τίς Τοῦ καὶ νοητῶν πλεῖστον ἐξεστηκότος· Καὶ τῶν ἀνίσων μίξις εἰς δόξαν μίαν, Νέκρωσις εἰς ἔγερσιν, οὐρανὸς πάλιν, Ἀνάστασις δὲ, καὶ κρίσις τίνος λόγου, Ἢ τίς δικαίοις, τίς δ' ἁμαρτωλοῖς βίος· Πῶς ῥεῖ τὰ πάντα, φάσκε μοι, ποῦ δ' ἵσταται Εἴ σοί τι τούτων ἐτρανώθη Πνεύματι, Τὸ σύμπαν, εἴτε καὶ μέσως, εἴτ' ἐνδεῶς, Ὅσον κεχώρηχ' ἡ κάθαρσις σῆς φρενός. Μή με στερήσῃς· εἰ δὲ πάντη τυφλὸς εἶ 1190 Τί χειραγωγεῖς μὴ βλέπων; Ὢ τοῦ σκότους Τῷ μὴ βλέποντι χρωμένων διδασκάλῳ, Ὡς εἰς βόθρον πέσωσι ἀγνοίας ἅμα! Οὗτοι μὲν οὕτως· οἱ δὲ καὶ ἧσσον κακόν· Ἄγνοια γὰρ κακὸν μὲν, ἀλλ' ἧσσον κακόν. Τί δ' ἄν τις εἴποι, καὶ κακῶν μεμνημένος; Εἰσὶν γὰρ, εἰσὶν ἀθλιώτεροί τινες, ∆ύστην', ἀπευκτὰ τοῦ βίου κυβεύματα, Τὴν πίστιν ἀμφιδέξιοι, καιρῶν νόμους, Οὐ τοὺς Θεοῦ σέβοντες, Εὔριποι λόγων Παλιῤῥοοῦντες, ἢ κλάδων μετακλίσεις, Θῶπες γυναικῶν, τερπνὰ δηλητήρια, Μικροῖς λέοντες, τοῖς κρατοῦσι δ' αὖ κύνες, 1191 Πάσης τραπέζης εὐφυεῖς ἰχνεύμονες, Θύρας κρατούντων ἐκτρίβοντες, οὐ σοφῶν, Τὸ πρὸς χάριν τιμῶντες, οὐ τὸ συμφέρον, Ὡς ἂν κακοὺς ποιῶσι καὶ τοὺς πλησίον. Εἴπω τι τούτων καὶ σοφὸν, κελεύσετε; Ὃς μέν τις εὐγένειαν, ὃς δ' εὐγλωττίαν, Πλοῦτόν τις ἄλλος, ὃς δὲ κομπάζει γένος. Οἱ δ' οὐκ ἔχοντες, ἐξ ὅτου δόξουσί τι, Ποιοῦσιν αὑτοὺς γνωρίμους πονηρίᾳ. Σοφὸν δὲ καὶ τό· οὐ γὰρ εἰδότες λόγων, Γλῶσσαν ἔδησαν τῶν λαλιστέρων ὁμῶς. Εἰ δ' ἦν τις ὀφθαλμῶν καὶ χερῶν ἔρις, Καὶ ταῦτ' ἂν ἡμῶν ἐξεκόψατ', ὦ σοφοί! 1192 Ταῦτ' οὐ πρόδηλος ὕβρις; οὐ βλάβη σαφής; Τούτων ἀνέξεται τίς; ὦ μυστήριον! Ἤδη σχεδόν τι τῆς ὅλης οἰκουμένης, Οἵαν λαβόντες ἐκ Θεοῦ σωτηρίαν, Ὡς σφόδρα χρώμεθ' ἀναξίοις τοῖς προστάταις! Βοήσομ' οὐ ψευδῆ μὲν, οὐχ ἥδιστα δέ. Σκηνή τις (οἴμοι!) παίζετ' εὐπρεπεστέρα· Νῦν τὰ προσωπεῖα, τὰ πρόσωπα δ' ὕστερον. Αἰσχρὸν μὲν εἰπεῖν, ὡς ἔχει, φράσω δ' ὅμως. Ταχθέντες εἶναι τοῦ καλοῦ διδάσκαλοι, Κακῶν ἁπάντων ἐσμὲν ἐργαστήριον, Σιγῇ βοῶντες, κἂν δοκῶμεν μὴ λέγειν· «Πρόεδρος ἡ κακία· πονείτω μηδὲ εἷς· 1193 Κακοὶ γίνεσθε, τοῦτο συντομώτατον, Καὶ λῷον· ἡ δὲ πρᾶξις ἵσταται νόμος.» Μόλις γὰρ ἄν τις ἐκ βίας διδασκάλων Νεύσειεν εἰς τὸ κρεῖσσον· εἰ δ' ἔχοι τύπον Μοχθηρὸν, ἥλω. Ῥοῦς κατὰ πρανοῦς τρέχων. Τὸ δ' αἴτιον. Βολαῖς μὲν ἡλίου φασὶ Κρίνειν νεοττῶν ὄψιν ἀετὸν πανσόφως· Ἐξ ὧν νόθον μὲν, καὶ τὸ μὴ, γινώσκεται· Καὶ τὸν μὲν ἐξέῤῥιψε, τοῦ δ' ἔστι πατήρ. Ἡμεῖς δὲ πάντας ῥᾳδίως καθίζομεν, Ἐὰν μόνον θέλωσι, λαοῦ προστάτας, Οὐδὲν σκοποῦντες τῶν νέων, ἢ τῶν πάλαι, Οὐ πρᾶξιν, οὐ λόγον τιν', οὐ συνουσίαν, Οὐδ' ὅσον ἦχον γνωρίσαι νομίσματος, Οὐδὲ χρόνου πύρωσιν ἐνδεδειγμένους, 1194 Ἀλλ' αὐτόθεν φανέντας ἀξίους θρόνων. Εἰ γὰρ τόδ' ἴσμεν, ὡς τὸν ἐξειλεγμένον Χείρω τίθησιν, ὡς τὰ πόλλ', ἐξουσία, Τίς ἂν προβάλοιτ' εὖ φρονῶν, ὃν ἀγνοεῖ; Καὶ εἰ τοσοῦτο τὴν ἐμὴν ἔργον μόνην Ψυχὴν κυβερνᾷν ἐν βίου τρικυμίαις, Πῶς παντὶ δώσεις αὐχένας λαοῦ τόσου, Πλὴν εἰ καταδῦσαι τὸ σκάφος σπουδὴν ἔχεις; Πόθεν λίθοι μὲν δυσπόριστοι τῶν καλῶν, Καὶ γῆς ἀρώματ' οὐ τόπον παντὸς φέρειν, Ἵππος δ' ὁ μὲν κάκιστος ἐν μέσῳ πολὺς, Τὸν δ' εὐγενῆ τρέφουσιν οἶκοι πλουσίων· Ὁ δὲ πρόεδρος ῥᾳδίως