14
ἡ ἀδιαίρετος. Ἡ εἰς ταύτην τοίνυν πίστις τῶν ἁμαρτιῶν τὴν ἄφεσιν χαρίζεται, αὕτη ἡ ὁμολογία τὴν υἱοθεσίαν ἡμῖν δωρεῖται. 2.27 Καὶ τὰ μετὰ ταῦτα δὲ γινόμενα ἱκανὰ διδάξαι ἡμᾶς τίνων μὲν ἠλευθερώθησαν, τίνων δὲ τετυχήκασιν οἱ τῆς μυστικῆς τελετῆς ταύτης καταξιωθέντες. Εὐθέως γὰρ ἀνιόντας αὐτοὺς ἐκ τῶν ἱερῶν ἐκείνων ναμάτων πάντες οἱ παρόντες περιπλέκονται, ἀσπάζονται, καταφιλοῦσι, συνήδονται, συγχαίρουσιν ὅτι οἱ πρότερον δοῦλοι καὶ αἰχμάλωτοι ἀθρόον ἐλεύθεροι καὶ υἱοὶ γεγόνασι καὶ εἰς τὴν βασιλικὴν ἐκλήθησαν τράπεζαν. Μετὰ γὰρ τὴν ἐκεῖθεν ἄνοδον εὐθέως ἐπὶ τὴν τράπεζαν ἄγονται τὴν φρικτὴν καὶ μυρίων γέμουσαν ἀγαθῶν καὶ τοῦ σώματος ἀπογεύονται καὶ τοῦ αἵματος τοῦ δεσποτικοῦ καὶ οἰκητήριον γίνονται τοῦ Πνεύματος καὶ καθάπερ αὐτὸν τὸν Χριστὸν ἐνδεδυμένοι οὕτω περιΐασιν, ὥσπερ ἄγγελοί τινες ἐπίγειοι πανταχοῦ φαινόμενοι καὶ ταῖς ἀκτῖσι τοῦ ἡλίου ἀντιλάμποντες. 2.28 Ταῦτα πάντα οὐ μάτην οὐδὲ εἰκῇ προλαβὼν ἐδίδαξα τὴν ὑμετέραν ἀγάπην, ἀλλ' ἵνα καὶ πρὸ τῆς ἀπολαύσεως πολλὴν καρπώσησθε τὴν ἡδονὴν ἤδη τῇ ἐλπίδι πτερούμενοι καὶ φρόνημα ἀναλάβητε ἄξιον τῶν γινομένων καὶ καθὼς παρῄνεσεν ὁ μακάριος Παῦλος, τὰ ἄνω φρονήσητε καὶ μεταστήσητε ὑμῶν τὸν λογισμὸν ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανόν, ἀπὸ τῶν ὁρωμένων ἐπὶ τὰ μὴ ὁρώμενα. Σαφέστερον δὲ ταῦτα τῶν αἰσθητῶν ὄψεων βλέπομεν τοῖς πνευματικοῖς ὀφθαλμοῖς. 2.29 Ἀλλ' ἐπειδὰν πλησίον γένησθε τῶν προθύρων τῶν βασιλικῶν καὶ μέλλητε αὐτῷ προσεγγίζειν τῷ θρόνῳ ἔνθα προκάθηται ὁ βασιλεὺς ὁ τὰς δωρεὰς διανέμων, πᾶσαν φιλοτιμίαν περὶ τὰς αἰτήσεις ἐπιδείξασθε, μηδὲν βιωτικόν, μηδὲν ἀνθρώπινον, ἀλλ' ἀξίαν τὴν αἴτησιν τοῦ παρέχοντος ποιούμενοι. Ἐπιβαίνοντες τοίνυν τῶν θείων ἐκείνων ναμάτων καὶ τὸ σύμβολον τῆς ἀναστάσεως διὰ τῆς ἐκεῖθεν ἀνόδου ἐπιδεικνύμενοι, αἰτήσατε τὴν παρ' αὐτοῦ συμμαχίαν ὥστε πολλὴν ὑμᾶς τὴν φυλακὴν τῶν δεδωρημένων ὑμῖν ἐπιδείξασθαι, ὥστε ἀχειρώτους γενέσθαι ταῖς τοῦ πονηροῦ μηχαναῖς. Περὶ τῆς εἰρήνης τῶν ἐκκλησιῶν παρακαλέσατε, περὶ τῶν ἔτι πλανωμένων ἱκετεύσατε, περὶ τῶν ἐν ἁμαρτίαις ὄντων προσπέσετε ὥστε φειδοῦς τινος ἡμᾶς ἀξιωθῆναι. Ὁ γὰρ τοσαύτης ὑμῖν μεταδοὺς παρρησίας καὶ εἰς τοὺς πρώτους τῶν φίλων ἐγγράψας καὶ εἰς τὴν υἱοθεσίαν ἀναγαγών, τοὺς πρότερον αἰχμαλώτους καὶ δούλους καὶ ἀπαρρησιάστους, οὐκ ἀνανεύσει πρὸς τὰς ὑμετέρας αἰτήσεις ἀλλὰ πάντα ὑμῖν παρέξει, τὴν οἰκείαν ἀγαθότητα καὶ ἐν τούτῳ μιμούμενος. 2.30 Καὶ ταύτῃ μάλιστα εἰς πλείονα αὐτὸν εὔνοιαν ἐπισπάσεσθε. Ὅταν γὰρ ἴδῃ τοσαύτην ὑμᾶς κηδεμονίαν ποιουμένους τῶν ὑμετέρων μελῶν καὶ τῆς τῶν λοιπῶν σωτηρίας φροντίζοντας, πολλῆς ὑμᾶς καὶ διὰ τοῦτο ἀξιώσει τῆς παρρησίας. Οὐδὲν γὰρ οὕτως αὐτὸν εὐφραίνει ὡς τὸ συμπαθεῖς ἡμᾶς εἶναι περὶ τὰ μέλη τὰ ἡμέτερα καὶ πολλὴν φιλοστοργίαν περὶ τοὺς ἀδελφοὺς ἐπιδείκνυσθαι καὶ τῆς σωτηρίας τῶν πλησίον πολλὴν ποιεῖσθαι τὴν πρόνοιαν. 2.31 Ταῦτ' οὖν εἰδότες, ἀγαπητοί, μετὰ χαρᾶς καὶ εὐφροσύνης πνευματικῆς πρὸς τὴν ὑποδοχὴν τῆς χάριτος ἑαυτοὺς εὐτρεπίσατε ἵνα καὶ ὑμεῖς δαψιλοῦς τῆς δωρεᾶς ἀπολαύσητε καὶ κοινῇ πάντες ἀξίαν τῆς χάριτος τὴν πολιτείαν ἐπιδειξάμενοι τῶν αἰωνίων καὶ ἀπορρήτων ἐπιτυχεῖν ἀγαθῶν καταξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
3.t ΛΟΓΟΣ Γʹ Τοῦ αὐτοῦ ὁμιλία λεχθεῖσα πρὸς νεοφωτίστους. 3.1 Εὐλογητὸς ὁ Θεός· ἰδοὺ καὶ ἀπὸ γῆς ἀστέρες φαίνουσιν, ἀστέρες τῶν
οὐρανῶν φαιδρότεροι. Ἐπὶ γῆς ἀστέρες διὰ τὸν ἐξ οὐρανῶν ἐπὶ γῆς φανέντα· οὐκ ἐπὶ γῆς δὲ μόνον ἀστέρες, ἀλλὰ καὶ ἐν ἡμέρᾳ ἀστέρες· τοῦτο δεύτερον θαῦμα. Ἐν ἡμέρᾳ ἀστέρες τῶν ἐν νυκτὶ φαιδρότεροι. Ἐκεῖνοι μὲν γὰρ τοῦ ἡλίου φανέντος