1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

14

τετολμηκότων, ὁρῶν ἑαυτὸν χαλεπώτερα πάσχοντα, οὐδὲ τὴν αἰτίαν εὑρίσκειν εἰπεῖν, δι' ἢν ταῦτα ἔπασχεν. ∆ιὰ δὴ τοῦτο οὐκ ἔχων οὐδεμίαν αἰτίαν ἐπιθεῖναι τῇ συμφορᾷ, ἐπὶ τὸ ἀκατάληπτον τῆς τοῦ Θεοῦ οἰκονομίας καταφεύγει, καὶ ἐπὶ τὸ δοκοῦν αὐτῷ ἀναφέρων τὰ γενόμενα, ἔλεγεν· Ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. Οὐ γὰρ οἶμαι δεῖν ἐξετάζειν ∆εσποτικὴν γνώμην· Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον. Οὐδὲν ἀπηχὲς, φησὶν, φθέγξομαι περὶ Θεοῦ, ὕμνων δὲ ἄξιον κρινῶ, ἐφ' οἷς τότε τὴν ἀρχὴν παρέσχε, καὶ ἐφ' οἷς νῦν ἀφελέσθαι ἐδοκίμασε. Τοιούτοις τὸν διάβολον ὁ δίκαιος κατηκόντισε ῥήμασι· θαυμαστὸν δὲ, ὅτι καὶ παρὰ Θεοῦ νομίζων ἀφῃρῆσθαι, εὐχαριστεῖ, καὶ οὐκ ἐκλύεται. Τοῦτο καὶ σὺ ποίει, καὶ λογίζου πρὸς σεαυτὸν, ὅτι οὐκ ἄνθρωπος ἔλαβεν, ἀλλὰ ὁ Θεὸς ὁ ποιήσας, ὁ μᾶλλον σου κηδόμενος, καὶ τὸ συμφέρον εἰδὼς, οὐ πολέμιος, οὐδὲ ἐπίβουλος. Βοήθησον τοῖς ἀπελθοῦσι, μνείαν ὑπὲρ αὐτῶν ἐπιτελῶν. Εἰ γὰρ τοὺς παῖδας τοῦ Ἰὼβ ἐκάθηρεν ἡ τοῦ πνεύματος θυσία· τί ἀμφιβάλλεις, εἰ καὶ ἡμῶν ὑπὲρ τῶν ἀπελθόντων προσφερόντων γίνεταί τις αὐτοῖς παραμυθία; εἴωθε γὰρ ὁ Θεὸς, καὶ ἑτέροις ὑπὲρ ἑτέρων χαρίζεσθαι· ὠφεληθῶμεν κατὰ τὸ αἰσθητὸν, ὅτι πᾶσα κτίσις ἕπεται τῷ ∆ημιουργῷ· διὸ κατὰ τὸ συμφέρον καὶ δίδωσιν ἑκάστῳ, καὶ ἀφαιρεῖται, τὸ εὔγνωμον ὁμοῦ καὶ καρτερικὸν ἡμῶν ἐγγυμνάζων. Ἡ γὰρ ἐπὶ τοῖς παρασχεθεῖσιν εὐγνωμοσύνη, δευτέρας εὐεργεσίας ἦν ὑπόθεσις. «Ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν Ἰὼβ τοῖς χείλεσιν ἐναντίον τοῦ Κυρίου· καὶ οὐκ ἔδωκεν ἀφροσύνην τῷ Θεῷ.» Καθάπερ ἐπὶ τῶν εἰκόνων ἐπειδάν τινα γράψωμεν, κάτωθεν ἐν ταῖς χοινικίσιν ὑπογράφομεν, Ὁ δεῖνα ἀνατέθεικεν· οὕτω καὶ ἐνταῦθα τὴν εἰκόνα τῆς ψυχῆς τοῦ δικαίου διὰ ῥημάτων γράψας, ὁ συγγράψας τὸ βιβλίον, ὥσπερ ἐν χοινικίδι κάτωθεν ὑπογράφων, λέγει, ὅτι Ἐν τούτοις πᾶσιν οὐχ ἥμαρτεν Ἰὼβ τοῖς χείλεσιν ἐναντίον Κυρίου. Μηδὲ νομίσῃς, ὅτι ἐπὶ μὲν τῶν ἀνθρώπων ἐσίγησεν, ἐπὶ δὲ τοῦ Θεοῦ οὐχί· ἀλλ' οὐδὲ κατὰ διάνοιαν ἥμαρτε. Τί δέ ἐστιν· Οὐδὲ ἐν τοῖς χείλεσιν; Πολλάκις ὑπὸ τοῦ πάθους συναρπαζόμενοι, ῥῆμα ἐκφέρομεν, τῆς διανοίας μὴ συγκατατιθεμένης, ἀλλὰ τὴν γλῶτταν τῆς ἀθυμίας συναρπαζούσης. Ἐκεῖνος δὲ, οὐδὲ τοῦτο πέπονθεν, ἀλλὰ καθαρὰ μὲν ἡ διάνοια βλασφημίας ἦν, καθαρὰ δὲ ἡ γλῶττα πονηρῶν ῥημάτων. Καὶ οὐκ ἔδωκεν ἀφροσύνην τῷ Θεῷ, τουτέστιν, οὐ κατέγνω τῶν 64.545 γεγενημένων ἀδικίαν· οὐκ εἶπεν, ὡς πολλοὶ, Ἁπλῶς καὶ ὡς ἔτυχε τὰ πράγματα φέρεται, ἀλλά· Ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. Οὐκ οὖν μὴ ἀναπνεύσωμέν ποτε ἕως ἂν ἐνταῦθα ὦμεν, ἀλλὰ πυκτεύωμεν αἰεὶ, μάλιστα δὲ ἐν τῷ καιρῷ τῆς νόσου, ὅταν ὀδύναι πανταχόθεν θορυβῶσι τὴν ψυχὴν, ὅταν ἀλγηδόνες πολιορκῶσιν, ὅταν ὁ διάβολος ἐφεστήκει, παροξύνων εἰπεῖν τι ῥῆμα πικρόν. Τότε δὲ μάλιστα ἀσφαλίζεσθαι δεῖ, καὶ φράττεσθαι τῷ τῆς ὑπομονῆς θώρακι, καὶ τῷ τῆς εὐχαριστίας ὅπλῳ. Ταῦτα γὰρ χαλεπὰ κατὰ τοῦ διαβόλου τὰ βέλη, αὕτη καιρία ἡ πληγή· τότε μάλιστα λαμπροὶ οἱ στέφανοι. Ἐπεὶ καὶ τὸν μακάριον Ἰὼβ τοῦτο μάλιστα λαμπρὸν ἀπέφηνε, τοῦτο ἀνεκήρυξε, τὸ ἐν καιρῷ πειρασμοῦ, καὶ νόσου, καὶ πενίας, ἀπερίτρεπτον φανῆναι καὶ ἄσειστον τὴν διάνοιαν, τὰ εὐχαριστήρια τῷ Θεῷ ἀνενεγκεῖν ῥήματα, καὶ τὴν πνευματικὴν ἐκείνην θυσίαν. Θυσία γὰρ ἦν τὰ ῥήματα αὐτοῦ ἅπερ ἔλεγεν· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο, καὶ τὰ ἑξῆς· ὃ δὴ καὶ ἡμεῖς αἰεὶ ποιῶμεν, ἐν πειρασμοῖς, ἐν περιστάσεσιν, ἐν ἐπιβουλαῖς, τὸν Θεὸν δοξάζοντες.

ΚΕΦΑΛ. Βʹ

«Ἐγένετο δὲ ὡς ἡ ἡμέρα αὕτη, καὶ ἦλθον οἱ ἄγγελοι τοῦ Θεοῦ παραστῆναι ἔναντι