1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

15

εὑρίσκεται, Μηδὲν πονηθεὶς, πρόσφατος τὴν ἀξίαν; Ὢ τῆς ταχείας τῶν τρόπων μεταστροφῆς 1195 Πεσσῶν κυλίσματ'· ἐν κύβοις τὰ τοῦ Θεοῦ· Ἢ κωμικὸν πρόσωπον, ἀθρόως τεθὲν Τῶν εὐτελεστάτων τε καὶ μικρῶν ἑνὶ, Πέφηνεν ἡμῖν οὗτος εὐσεβὴς νέος. Πολλή τις ὄντως ἡ χάρις τοῦ Πνεύματος, Εἴγ' ἐν προφήταις καὶ Σαοὺλ ὁ φίλτατος. Χθὲς ἦσθα μίμων καὶ θεάτρων ἐν μέσῳ (Τὰ δ' ἐκ θεάτρων ἄλλος ἐξεταζέτω), Νῦν αὐτὸς ἡμῖν ἡ ξένη θεωρία. Πρώην φίλιππος, καὶ Θεῷ πέμπων κόνιν, Ὡς ἄλλος εὐχὰς, ἢ νοήματ' εὐσεβῆ. Τὸ δ' αἴτιον, πίπτων τις ἁρματηλάτης, Ἤ τις τὰ δεύτερ' ἵππος ἐν δρόμοις φέρων· Ἵππων δ' ἀήρ σοι κοῦφος ἀντετύπτετο, 1196 Ὡς ἐκ φρενῶν πεσόντι καὶ μεμηνότι Νῦν εὐσταλής τις καὶ βλέπων αἰδὼ μόνην, Πλὴν εἰ λαθών που πρὸς τὸ ἀρχαῖον δράμοις, Ὡς λοξὸς, οἶμαι, πτόρθος ἐκφυγὼν βίαν Χειρὸς κατευθύνουσαν εἰς ταυτὸν τρέχει. Χθὲς ῥητορεύων τὰς δίκας ἀπημπόλεις, Στρέφων ἄνω τε καὶ κάτω τὰ τῶν νόμων, Ἐξ ὧν ἀπώλλυς, οὓς ἔσωζεν ἡ δίκη, Στάθμῃ δικαίᾳ χρώμενος τῷ πλείονι· Νῦν μοι δικαστὴς, καὶ ∆ανιήλ τις ἀθρόως. Χθές μοι δικάζων σὺν ξίφει γυμνουμένῳ, Τὸ βῆμ' ἐποίεις ἔννομον λῃστήριον, Κλέπτων, τυραννῶν, καὶ πρὸ πάντων τοὺς νόμους· Ὡς ἥμερός μοι σήμερον! Οὐδ' ἐσθῆτά τις 1197 Οὕτως ἀμείβει ῥᾳδίως, ὡς σὺ τρόπον. Χθὲς ἐν χορευταῖς ἐστρέφου θηλυδρίαις, Γάμων δὲ κήρυξ ἦσθα Λυδαῖς ἐν μέσαις, Ὠδὰς λυγίζων, καὶ πότοις γαυρούμενος· Νῦν σωφρονιστὴς παρθένων καὶ συζύγων· Ὥς σου τὸ καλὸν ὕποπτον ἐκ τοῦ πρὶν τρόπου! Σίμων Μάγος χθὲς, σήμερον Πέτρος Σίμων. Φεῦ τοῦ τάχους! φεῦ, ἀντ' ἀλώπεκος λέων! Σὺ δ' εἰπέ μοι, βέλτιστε, καὶ πράκτωρ φόρων, Ἢ καὶ στρατοῦ τιν' ἐκλελοιπὼς ἀξίαν, Πόθεν πένης ὢν, εἶθ' ὑπερβαλὼν Κύρον Τὸν Μῆδον, ἢ τὸν Κροῖσον, ἢ Μίδαν πόροις, Πλήρη τὸν οἶκον δακρύων κεκτημένος, Μετῆλθες εἰς τὸ βῆμα, καὶ κρατεῖς θρόνου, 1198 Ἔπειτα πάντα συλλαβὼν ἔχεις βίᾳ, Τέλος, τυραννῶν καὶ Θεοῦ μυστήρια Οἷς οὐδὲ θαῤῥεῖν προσβλέπειν ἐχρῆν ἴσως Τοὺς μὴ λίαν πόῤῥωθεν ηὐτρεπισμένους; Τὸ λουτρὸν, ἢ κάθαρσις ἐξήμειψέ σε; Μεῖνον· φανήτω· καὶ τί σοι φθονήσομεν; Ἐμὸν τὸ κέρδος· τῷ χρόνῳ τι δὸς μόνον· Αἰτῶ σε μικρὰν τοῦ πόθου προθεσμίαν. Εἰ δὲ καθαρθεὶς σήμερον δώρῳ Θεοῦ, Βρύεις τὸν αὐτὸν βόρβορον ἐκ ῥᾳθυμίας, Πηγῆς μενούσης, ἢ βρύει τὰ πρὶν κακὰ (Ἡ γὰρ πλύσις κάθαρσις οὐ πάντως τρόπου, Τῶν δ' ἐκφυέντων ἐκ τρόπου βλαστημάτων), Σαφῶς τόδ' ἴσθι, πένθιμος ἡ σωτηρία. 1199 Ὅσῳ τὸ πρὶν μὲν δεξιαὶ γοῦν ἐλπίδες· Νῦν δ' οὐδὲ τοῦτο. Ἓν χάρισμ' ἑνὸς Θεοῦ. Ἔστω δὲ μὴ κακός τις· ἀρκέσει τόδε; Καὶ κηρὸν οὖν στέργομεν, ὃς τύπους πάλαι Τοὺς πρὶν λεανθεὶς, τοὺς καλοὺς μετεγγραφῇ. Γενοῦ Ζαχαῖος· τοῖς μὲν ἠδικημένοις Μὴ πλεῖον, αὐτὸ τὸ κεφάλαιον, εἰ δοκεῖ, Μόνον κατάθες· οὐ γὰρ φέρεις τὸ τοῦ νόμου· Τοῖς δ' αὖ πένησιν εἰσένεγχ', ὅσον θέλεις, Καὶ τότε Χριστὸν ἑστιάσεις ἀξίως. Εἰ δ' ἔνδον ὄντων τῶν σκύλων, ἢν μικρὰ δοὺς Πένησιν, οἴει τυγχάνειν ἐλεύθερος, Τὸ θεῖον ἡμῖν πέπρατ', εἰ θέμις λέγειν· Πῶς γὰρ δίκαιον, τὴν βλάβην μὲν τὴν ἐμὴν 1200 Ἄλυτον εἶναι, σοὶ δὲ τὸ χάρισμ' ἔχειν, Τὸ μὴ δίκας δοῦναί σε τῶν τολμημάτων; Ἔχεις χάρισμα; τῶν δ' ἀλλοτρίων γενοῦ Πόῤῥωθεν· οὕτως ἡ κάθαρσις παντελής. Εἰ δ', ἡνίκ' ἦσθα τοῦ χαρίσματος μέσος, Εἶχες τὰ μὴ σὰ, μηδὲ πάντ' ἐξεπλύνου, Ὀκνῶ τὸ ἑξῆς, παντὶ δ' οἴομαι σαφές. Ζήτει χάρισμα· νῦν γὰρ οἶδ' ὀφειλέτην, Κἂν ὁ θρόνος σε λίαν ὑψηλὸν φέρῃ. Ὧν ἠδικήκαμεν γὰρ, οὐχ ὧν πταίομεν, Τὸ λουτρὸν ἐξάλειψις. Ὥστε παντελῶς Σαυτὸν καθαίροις, ἀλλὰ νυνὶ μὴ γελῷ, Ἄλλους καθαίρων αὐτὸς ἐσπιλωμένος· Εἰ μὴ μόνῳ σοι τοῦτο ἐκ Θεοῦ γέρας, 1201 Ὡς ἃ γράφει χεὶρ βασιλέως πρὸς χάριν, Τὸ καὶ προσεπαινεῖσθαί σε τῆς τυραννίδος· Εἰ δ' οὐδὲ τὸ λουτρὸν ἐκκαθαίρει παντελῶς Τοὺς, ὥσπερ εἶπον, τὴν χάριν δεδεγμένους (Θεὸν γὰρ οὔποτ' οὐδὲ εἷς σοφίζεται, Τὸν συνδέοντα καὶ σοφοὺς σοφωτέροις), Τίς ἂν καθήραι τῶν μετὰ χρίσιν κακῶν Τοὺς αὖθις ἐγχρωσθέντας ἰλύος βάθει, Καὶ τῆς ἄνωθεν εἰκόνος τὴν ἀξίαν Καθυβρίσαντας ἑρπετῶν ἢ θηρίων