1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

16

πονηρίας διαλέγεται. ∆είκνυται δὲ καὶ ἐντεῦθεν ὡς οὐδεμίαν ἔχει καθ' ἡμῶν ἐξουσίαν ὁ ἀρχαῖος δράκων, εἰ μὴ ὑπὸ Θεοῦ συγχωρηθῇ, κατὰ τὰς ἀῤῥήτους αὑτοῦ 64.549 περὶ ἡμᾶς οἰκονομίας. Καὶ ὡς ἀνελεῖν μὲν ἄνθρωπον δύναται, εἰ λάβοι συγχώρησιν, κακὸν δὲ ποιῆσαι οὐ δύναται, παρὰ Θεοῦ δὲ ἐξαιτεῖ. Οἶδε γὰρ εἰ καὶ ἔπεσεν, ὅτι, εἰ μὴ Θεὸς ἐπιτρέψει, οὐδὲν αὐτὸς κατὰ τινὸς δύναται, τῆς ἐπιτροπῆς οὕτω νοουμένης, ὅτι σοφῶς γίνεται, ἅτε παρὰ Θεοῦ γινομένης. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι, περίελε αὐτοῦ τὴν φρουρὰν τῆς ἔξωθεν θεραπείας, καὶ τῆς κατὰ ψυχὴν ἐπιμελείας· οὐ γάρ ἐστι θαύματος ἄξιος, εἰ φυλάττεις αὐτὸν ἀπολέμητον· συγχώρησόν μοι διαφθεῖραι τὰς σάρκας ἄχρι καὶ μυελῶν. Ἐλέγχειν γὰρ οἶδε συμφορὰ γνώμην ἀπαιδαγώγητον, τρυφὴν καὶ μόνην [ἴσ. καὶ τρυφὴν μόνην] τῆς περὶ σὲ θεραπείας, ὑπόθεσιν ἔχουσαν· ὡς εἴγε ἅψῃ τῆς σαρκὸς αὐτοῦ, τηνικαῦτα εἰς πρόσωπόν σε εὐλογήσει, τουτέστι, φανερῶς σε βλασφημήσει. «Εἶπε δὲ Κύριος τῷ διαβόλῳ· Ἰδοὺ παραδίδωμί σοι αὐτόν· μόνον τὴν ψυχὴν αὐτοῦ διαφύλαξον.» (Ὁ δὲ Θεοδοτίων, τῆς ψυχῆς αὐτοῦ οὐχ ἅψῃ.) Χρυσοστόμου καὶ Ὀλυμπιοδώρου. Πάλιν ὁ φιλάνθρωπος Θεὸς, ὁ τοὺς οἰκείους στεφανίτας ἀγγέλοις καὶ ἀνθρώποις δημοσιεύειν βουλόμενος ἐπιτρέπει καὶ τοῦτο, ὥστε μαθεῖν ἡμᾶς, ὅτι ὅσα δύναται ὁ Πονηρὸς, κατὰ συγχώρησιν δύναται· καὶ ὁ μὲν ἔλεγε· Σὺ ἅψαι τῶν σαρκῶν αὐτοῦ. Ἀλλ' ἵνα μὴ λέγῃ, ὅτι σὺ πεφασμένως αὐτὸν ἔπληξας, ὡς οἰκεῖον θεράποντα, οὐκ ἐποίησεν ὅπερ ᾔτησεν ὁ διάβολος, ἀλλ' ἐκείνῳ ἐπέτρεψε. Ὅρα δὲ, οὐκ εἶπε μόνον, Τῆς ψυχῆς αὐτοῦ μὴ ἅψῃ, ἀλλὰ, Μόνον τὴν ψυχὴν αὐτοῦ διατήρησον, εἰς μέγαν αὐτὸν φόβον περιέστησε· Τὴν σωτηρίαν τῆς ψυχῆς αὐτοῦ, φησὶ, παρὰ σοῦ ζητῶ. Ἐπειδὴ γὰρ εἰκὸς ἦν, τοιαύτην αὐτῶν ὅσον ἐπιβαλεῖν, ὥστε ἀποκτεῖναι τὸ σῶμα, καὶ εἶχεν εἰπεῖν, ὅτι τῆς ψυχῆς αὐτοῦ οὐχ ἡψάμην· διὰ τοῦτο, φησὶ, διατήρησον, μή τι πάθῃ κατὰ τὸν τῆς ζωῆς λόγον· ἐὰν γὰρ ἀνέλῃς, οὐκ ἔτι ἡμῖν τὸ θέατρον συγκεκρότηται. «Καὶ ἔπαισε τὸν Ἰὼβ ἕλκει πονηρῷ, ἀπὸ ποδῶν ἕως κεφαλῆς.» Ἔπληξε, φησὶν, αὐτὸν χαλεπωτάτῃ βασάνῳ, λώβῃ καὶ ἐλέφαντι καθ' ὅλου τοῦ σώματος· ὅλον γὰρ αὐτοῦ τὸ σῶμα ἓν τραῦμα ἐποίησεν, ἕνα μώλωπα, ἵνα δι' ὅλων τῶν μελῶν στεφανίτης ἀναδειχθῇ. Οὐ γὰρ οἶδε φείδεσθαι κακία, φθορά τις κατὰ τὴν οἰκείαν ὑπάρχουσα πικροτάτην διάθεσιν. «Καὶ ἔλαβεν ὄστρακον, ἵνα τὸν ἰχῶρα ξύῃ, καὶ ἐκάθητο ἐπὶ τῆς κοπρίας, ἔξω τῆς πόλεως.» Τίνος δὲ ἕνεκεν οὐχὶ χερσὶν, οὐδὲ δακτύλοις τὸν ἰχῶρα ἀπέξεεν; Ὥστε μὴ τὴν θεραπείαν μείζονα γενέσθαι ἀηδίας ὑπόθεσιν. Ὁ δὲ αὐτὸς ἑαυτὸν θεραπεῦσαι μὴ ἀνεχόμενος, πῶς ἂν ἑτέρων ἔτυχεν; Αὐτὸς ἑαυτοῦ δήμιος ἦν, οὐ διορύττων τὰς πλευρὰς, 64.552 ἀλλὰ τὴν πηγάζουσαν σηπεδόνα περικόπτων, καὶ τῷ νεκρῷ πηλῷ, τὸν ζῶντα πηλὸν ξέων. Τίνος δὲ ἕνεκεν, ἐπὶ κοπρίας ἐκαθέζετο; Ὥστε τὰ καταπίπτοντα συγκαλύψῃ τῇ θημωνίᾳ. Τίνος δὲ ἕνεκεν αἴθριος; Ὥστε μὴ ἀποπνίξαι ἑαυτὸν τῇ δυσωδίᾳ· ὅπερ ἔπαθεν ἂν, εἴγε ἐν οἰκίσκῳ τινὶ κατακέκλειστο· ἄλλως τε, οὐδὲ οἶκον αὐτῷ καταλέλοιπεν ὁ πειραστής. Ἦν μὲν γὰρ βαρεῖα καὶ ἡ τῶν παίδων ἀποβολὴ, ἀλλ' ὅμως τὴν χαλεπὴν ταύτην τραγῳδίαν ἑτέρα χαλεπωτέρα ἀνέμενε, καὶ μηδὲ μικρὸν ἀναπνεύσαντος. Ἐντεῦθεν αἱ πηγαὶ τῶν σκωλήκων, οἱ τῶν ἰχώρων ῥύακες, ἡ ἐπὶ τῆς κοπρίας καθέδρα, τὸ ὄστρακον, τὸ τὰς πλευρὰς καταξαῖνον, ἡ δυσωδία τῶν ἑλκῶν, ἡ τὸν καινὸν ἐκεῖνον ἐπεισάγουσα λιμὸν, καὶ ὁρωμένων οὐκ ἀφεῖσα τῶν σιτίων ἅπτεσθαι, καὶ τοῦ λιμοῦ χαλεπωτέραν ἐντιθεῖσα τὴν ἀηδίαν, καὶ ταῦτα οὐκ ἐπὶ δύο, καὶ δέκα, καὶ εἴκοσι, καὶ ἑκατὸν ἡμέραις, ἀλλ' ἐπὶ μησὶ πλείοσιν. Οὐ μετρίως δὲ τοὺς ὀδυνωμένους παρακαλέσει τὰ κατὰ τὸν Ἰὼβ παραδείγματα, καὶ τὰ τοῦ δικαίου τραύματα, καὶ ἡ κοπρία, ἡ παντὸς θρόνου βασιλικοῦ σεμνοτέρα. Ἀπὸ μὲν γὰρ τοῦ θρόνον ἰδεῖν βασιλικὸν, οὐδὲν ἔσται τοῖς θεωμένοις τὸ κέρδος, ἀλλὰ πρόσκαιρος μόνον τέρψις, ὄνησιν οὐδεμίαν ἔχουσα· ἀπὸ δὲ τοῦ τὴν